- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:47.26-48.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德(1001b7–19)在批评芝诺否定不可分者的论证的同时,将柏拉图学派从“一”中产生量度的观点等同于线由点构成的荒谬论调。对此叙利亚努斯反驳指出,“一”的产育性绝非点的拼合,并阐明了智性量度与感觉量度各自的确立机制。
" Ἔτι εἰ.. εἴη." Φορτικὸν μὲν αὐτός φησιν εἶναι τὸν λόγον τοῦ Ζήνωνος ἀναιροῦντος τὴν τοῦ ἑνὸς φύσιν καὶ τὴν τοῦ σημείου καὶ παντὸς τοῦ ἀδιαιρέτου, ὅτι μήτε προστιθέμενα μήτ’ ἀφαιρούμενα τὸ ποσὸν τῶν ὑποκειμένων ἀμείβουσιν· ὁ γὰρ τοῦτο λέγων, φησί, πρῶτον μὲν ἅπαν τὸ ὂν μέγεθος εἶναι οἴεται καὶ τοῦτο στερεόν· τὰ γὰρ ἐπίπεδα καὶ 〈αἱ〉 γραμμαὶ οὐ παντοδαπῶς προστιθέμενα ἢ ἀφαιρούμενα1 μειοῦσιν ἢ αὔξουσι τὸ ὑποκείμενον, ἀλλ’ ἐὰν μὲν κατὰ τὸ πέρας αὐτῶν συντεθῶσιν αὔξουσιν, ἄλλως δὲ οὔ. ἔπειτα, ὅτι καὶ εἰ μὴ μεῖζον ἡ μονὰς ποιεῖ τὸ ποσόν, ἀλλὰ πλεῖον. ἡμεῖς δὲ πρὸς τοὺς πολλοὺς τὸν Ζήνωνα γυμναστικοὺς λόγους ποιούμενον οὐκ ἀπὸ σπουδῆς τούτοις ἐπιχειρεῖν οἰόμεθα· εἰ μὴ ἄρα τοσοῦτον ᾐνίττετο, ὅτι τὰ ἀδιαίρετα τῆς φύσεως οὐκ ἔστι τῶν διαιρετῶν, ἀλλ’ ὑπερέχοντα τούτων ἄλλως αὐτὰ περατοῖ καὶ ὁρίζει. ἀλλὰ.... μέγεθος. πάλαι μὲν αὐτῷ θαυμαστὸν εἶναι κατεφαίνετο, εἰ καὶ ἀριθμὸς ἐκ τοῦ τοιούτου ἑνὸς ὑποστῆναι δύναται, νυνὶ δὲ παραδοξότερον ἔτι φησὶ τὸ μέγεθος ἐξ αὐτοῦ παράγειν. διὸ καὶ ἐπήγαγεν· ὅμοιον... φάσκειν. ἡμεῖς δὲ τὸ μὲν αὐτομέγεθος ἀμερὲς ὂν καὶ θεῖον καὶ νοητὸν καὶ ἐν πρώτοις ἱδρυμένον τῶν ὄντων † πρὸς ἐκεῖθεν μετὰ πάντων τῶν ὄντως ὄντων ἐκφανῆναί φαμεν· τὸ δὲ αἰσθητὸν μέγεθος ἡ φύσις ἐπιφέρει τῇ ὕλῃ δυναμουμένη καὶ ποδηγετουμένη [ἡ] παρὰ τῶν δημιουργικῶν θεῶν, ὧν πατὴρ ὁ εἷς καὶ ὅλος δημιουργὸς ἔκγονος ὢν τἀγαθοῦ, ταὐτὸν δὲ εἰπεῖν τοῦ ἑνός, οὗ πάντα μιμήσει τὴν ἕνωσιν ἐπιφέρει τοῖς μεθ’ ἑαυτά,2 ὥστε δι’ αὐτοῦ ἡνῶσθαι καὶ τὸ αἰσθητὸν μέγεθος. πῶς οὖν ὅμοιον τὴν γραμμὴν ἐκ στιγμῶν λέγειν συνεστάναι, ὃ δέδεικται ὂν ἀδυνατώτατον, καὶ τὸ ἓν τὰ παντοῖα μεγέθη παράγειν; οὐδὲν γὰρ αὐτοῖς κοινὸν πλὴν ὅτι ὥσπερ τἆλλα πάντα ἴχνος τι καὶ ἔσχατον ἴνδαλμα παρεσπάσατο τοῦ ἑνός, οὕτω καὶ ἡ στιγμὴ τῷ ἀδιαιρέτῳ μιμεῖσθαι δόξειεν ἂν τὸ ἕν· ἀλλ’ ἡ μὲν ἀτελής ἐστι 〈καὶ〉 καθ’ ἑαυτὴν ἀνυπόστατος, καὶ ὅπερ ἐστὶν ἄλλου ἐστίν, ἔτι δὲ ἄγονος ἄζως ἀνόητος, τὸ δὲ παντὸς αἴτιον τοῦ τελείου καὶ τοῦ ὄντως ὄντος ἐφ’ ἑαυτοῦ τε μένον, γεννητικώτατον τῶν ἁπάντων, ζωῆς καὶ νοήσεως ἀρχή, κρεῖττον δὲ αὐτὸ τούτων ἁπάντων, ὧν ἐστιν ἀρχή.
“此外,如果……就会是。” 他[亚里士多德]自己说,芝诺否定“一”的本性、点的本性以及一切不可分者的本性的论证是粗陋的,〔芝诺否定它们〕是因为它们无论被加上还是被减去,都不会改变基质的量。因为他指出,主张这一点的人首先认为一切存在者都是量度,且是立体量度;因为面和线无论以何种方式被加上或减去,并不缩小或增加基质,但若在它们的边界处拼合则会增加,以别的方式则不会;其次,即便单子不使量变得“更大”,也会使量变得“更多”。然而我们认为,芝诺针对众人进行演练性的论辩,并非出于严肃的意图来进行这些论驳——除非他正是在暗示:本性上不可分的事物并不属于可分之物,而是超越于它们,以另一种方式去限定和规定它们。“然而……量度。”从前在他看来,即使数能从这样的“一”中确立也已令人惊异,而如今他说从它产生出量度更是荒谬;因此他又补充道:“主张……是相似的。”但我们主张,“量度自身”作为无部分的、神圣的、智性的且确立于存在者之首要层级的事物,是与所有真正存在的事物一同从彼处显现的;而感觉的量度则是自然受到造物诸神的赋力与引导而施加于质料之上的,诸神之父乃是唯一的全相造物主,他是“善”——也就是“一”——的后裔,万物通过对他的模仿而将合一性赋予自身之后的事物,从而感觉的量度也通过他得以合一。那么,说线由点组成(这已被证明是完全不可能的),与说“一”产生各种各样的量度,这两者之间又怎会相似?因为它们毫无共同之处,除了正如其他一切事物都撷取了“一”的某种痕迹与最末端的映像一样,点也因其不可分性似乎模仿了“一”;但点是不完全的、非自立的,其所是属于他者,且是不育的、无生命的、无理智的,而“一”则是一切完全者与真正存在者的原因,停留于自身之中,最富于产育万物,是生命与理智活动的原理,且自身优越于它作为其原理的这一切事物。
"Ἀλλὰ... δῆλον." Ἀπορεῖ δὲ πρὸς τὸν Πλάτωνα, πῶς ἐξ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, ἣν οὐχ ἓν καὶ ἀνισότητα καλεῖ, νῦν μὲν ἀριθμὸν ποιεῖ, νυνὶ δὲ μέγεθος· οὐδὲ γὰρ εἰ ἀντὶ τοῦ ἑνὸς τὸν ἀριθμὸν τῇ ἀορίστῳ δυάδι συντάξειε, δῆλον ἔσται, πῶς ἐξ αὐτῆς τὸ μέγεθος ὑφίστησι. πρὸς ἅ φαμεν, ὅτι ἡ μὲν νοητὴ μονὰς καὶ δυὰς τὸν ἐκεῖ γεννῶσιν ἀριθμόν, τὰ δὲ ἀνάλογον αὐταῖς παρ’ ἡμῖν τὸ αἰσθητὸν μέγεθος· ἔστι δὲ τὸ παρ’ ἡμῖν εἶδος οἷον ἓν καὶ μονάς, ἡ δὲ ὕλη τὸ ἔσχατον τῆς ἀορίστου δυάδος μίμημα, ἐξ ὧν τὸ τῇδε μέγεθος. εἰ δὲ τὴν φύσιν ἐθέλοις διὰ τὸ γεννητικὸν κατὰ τὸ ἓν τάττειν καὶ τὴν μονάδα, τὸ εἶδος κατὰ τὸν ἀριθμὸν θεωρήσεις. ὥστε τὸ μέγεθος ἄλλως μὲν ἐκ μονάδος καὶ τῆς ἀορίστου δυάδος ὑφεστάναι λέγοιτ’ ἂν οὐκ ἐπιδούσης ἑαυτὴν τῆς μονάδος τῷ συστήματι τοῦ μεγέθους, ἄλλως δὲ ἐξ ἀριθμοῦ καὶ τῆς ἀορίστου δυάδος τῶν ὥσπερ στοιχείων αὐτοῦ τοῦ μεγέθους.3
“然而……清楚。” 他对柏拉图提出疑难,询问他是如何从“一”与他称之为“非一”及“不等”的“不定之二”中,时而产生数,时而产生量度;因为即便用数代替“一”与不定之二相结合,如何从它之中确立量度也绝不会清楚。对此我们主张,智性的单子与二元产生彼处的数,而在我们这里与它们相当者则产生感觉的量度;我们这里的形式就如同“一”和单子,而质料则是“不定之二”的最末端模仿物,此处的量度即由此二者构成。若你因自然的产育能力而愿意将自然归入“一”和单子之列,你便会将形式对应于数来考察。因此,量度在一种意义上可以说是由单子与不定之二确立的(单子自身并未投身于量度的聚合体中),而在另一种意义上则可以说是由作为量度本身的宛如要素的数与不定之二确立的。
- 1.65οὐ παντοδαπῶς προστιθέμενα ἢ ἀφαιρούμενα
中性复数分词 προστιθέμενα ἢ ἀφαιρούμενα 同时修饰前面的中性名词 ἐπίπεδα 和阴性名词 αἱ γραμμαί(取中性复数一致)。否定词 οὐ 修饰副词 παντοδαπῶς,表示方式或条件的让步语气,即“无论以何种方式被加上或减去,并不……”。
- 1.65οὗ πάντα μιμήσει τὴν ἕνωσιν ἐπιφέρει τοῖς μεθ’ ἑαυτά
关系代词 οὗ 的先行词是 τοῦ ἑνός(或 ὁ εἷς καὶ ὅλος δημιουργός)。主语是中性复数名词 πάντα(“万物”),动词 ἐπιφέρει 依循古典希腊语中性复数主语配单数动词的规则采用单数。μιμήσει 为方式或手段与格,意为“在对其模仿之中”。
- 1.66τῶν ὥσπερ στοιχείων αὐτοῦ τοῦ μεγέθους
属格短语 τῶν ὥσπερ στοιχείων 对前文介词短语 ἐξ ἀριθμοῦ καὶ τῆς ἀορίστου δυάδος 作同位语或解释性修饰,说明“数与不定之二”正是“量度本身的宛如要素”。
