- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:46.19-47.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努驳斥了针对将“一自身”与“存在自身”设为原理所提出的巴门尼德式疑难(即除一之外皆为无,从而多与数皆无法成立),并通过新柏拉图主义的产育性原因与一的多层分有逻辑,辩护了数与存在者从一之中的流出。
" Ἀλλὰ.... ὄντα." Ἄρχεται εἰς τὸ ἀντικείμενον ἐπιχειρεῖν, καί φησιν ἀπορώτατον εἶναι τοῖς αὐτοὸν ὑποτιθεμένοις τὸν περὶ τῆς τῶν ὄντων ὑποστάσεως λόγον. ὅτι μὲν οὖν βαθὺ τὸ σκέμμα, πῶς ἐξ ἑνὸς οὐδεμίαν διπλόην οὐδὲ ἔμφασιν πλήθους ἔχοντος ἐν ἑαυτῷ οὐδὲ ἑτερότητα τὰ πάντα ὑπέστη, δηλοῦσι Πλωτῖνος Πορφύριος Ἰάμβλιχος καὶ πάντες οἱ θεωρητικώτερον περὶ τοῦτο τὸ πρόβλημα διατρίψαντες· οὐ μὴν ἀλλ’ αἰτιασάμενοι τὴν ἐν ἁπλότητι γονιμωτάτην αἰτίαν τοῦ ἑνὸς τὰ ὑπ’ αὐτοῦ προτεινόμενα λύειν ἐπιχειρήσομεν. τὸ γὰρ.. τὸ ὄν. ὁ μὲν Παρμενίδης ὅπως ἔλεγεν ἓν εἶναι τὸ ὄν, πολλάκις εἴπομεν, ὅτι τὸ πᾶν νοητὸν ἡνῶσθαι καθ’ ὑπερβολὴν ἡγούμενος ἕν τε τὸ ὂν ἔλεγεν εἶναι καὶ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, ὅπερ ἦν τὸ αἰσθητόν, καὶ τὸ οὐκ ὂν οὐδέν, ὅτι μὴ ἰσότιμον ἐκείνῳ μηδ’ ἔστι τι ὡς πρὸς ἐκεῖνο μηδὲ πλέον ἐκεῖνο γίγνεται τούτου ὑποστάντος· ὡς γὰρ ὁ Σωκράτης εἷς μένει, κἂν ἔχῃ πολλὰς εἰκόνας, οὕτω τὸ νοητὸν ἓν μένει καὶ τοῦδε ὑποστάντος τοῦ κόσμου, ὃς οὐδέν ἐστι πρὸς ἐκεῖνο, πλὴν ὅτι ἐξήρτηται αὐτοῦ κἀκεῖθεν ἔχει τό τε εἶναι καὶ τὸ τέλειος εἶναι. αὐτῷ δὲ νῦν λέγοντι τὸ ἕτερον τοῦ ὄντος μὴ εἶναι οὐκ ἄν τις εὐλόγως [οὐ λόγῳ] συγχωρήσειε·1 πρῶτον μὲν γὰρ οὐ κατὰ τὸ ὅλον νοητὸν λαμβάνει τὸ ὂν ἡ παρ’ αὐτῷ νῦν ὑπόθεσις εὐθυνομένη, ἀλλὰ τὸ ἀκρότατον αὐτοῦ, ὃ οὔτε νοῦς οὔτε ζωή πως, ἀλλ’ αὐτὸ τὸ ὄν, οὗ τὰ ἐχόμενα καὶ τὰ προσεχῆ γεννήματα ἕτερα αὐτοῦ ὄντα ὅμως ὄντα ἐστίν. ἔπειτα εἰ μὲν ὡμολόγει καὶ αὐτὸς μὴ εἶναι ὄντα τὰ αἰσθητά, συγχωρεῖν ἔδει τῇ λεγούσῃ προτάσει τὸ ἕτερον τοῦ ὄντος μὴ εἶναι· ἐπειδὴ δὲ μάλιστα πάντων τούτοις ὡς οὖσι πιστεύει, πῶς ἂν ἐν καιρῷ ταύτην δέχοιτο τὴν συγκατάθεσιν; οὔτε οὖν τὸ ὂν τὸ Παρμενίδειον λαμβάνομεν οὔτε τὸ οὐκ ὄν. ὥστε ἐκεῖνο 〈οὐ〉 συγχωρήσαντες τοῖς νῦν ἐπιχειρουμένοις ἐνιστάμεθα.2
“然而……存在者。” 他开始转向对立面进行论证,并说对于那些假定“存在自身”的人而言,关于存在者如何确立的论述是充满最大疑难的。因而,关于万物究竟如何从自身既无双重性、亦无多数性的显现、亦无相异性的一之中确立,普罗提诺、波菲利、扬布里柯以及一切对该问题作了更深入沉思探讨的人都已阐明这一探究的深奥;不过,我们将通过指出“一”在单纯性中所具有的最富产育性的原因,来尝试化解他所提出的诸疑难。 “因为……存在。”关于巴门尼德如何说存在是一,我们曾屡次指出,他认为整个智性领域是极度合一的,因而既说存在是一,又说存在之外者是非存在(这正是感觉事物),并说非存在是无,因为非存在与那智性者并不等价,相对于那智性者而言也不是任何东西,而且在此感觉世界确立之后那智性者也并未增加。因为正如苏格拉底即使拥有许多肖像也依然为一一样,智性者即使在此宇宙确立之后也依然为一;这宇宙相对于那智性者而言并非任何东西,除了它依系于那智性者、并由此获得存在与完美之外。然而,对于他如今所说的“与存在相异者即不存在”,任何人都不会合乎理性地予以认同。首先,如今在他那里受到审验的假说并非依循整体智性者来把握存在,而是把握其至高顶点,该顶点既非理智,亦非任何意义上的生命,而是存在自身,与其相接续且邻近的产物尽管与它相异,却依然是存在者。其次,如果他自己也承认感觉事物不是存在者,人们就理应认同那断言“与存在相异者即不存在”的命题;但他既然最深信这些感觉事物是存在者,又怎能恰当地接受这一赞同?因此,我们既不采纳巴门尼德式的存在,也不采纳巴门尼德式的非存在。于是,由于不承认那一点,我们对如今所展开的论证提出反驳。
"Ἀμφοτέρως.... ἕν ἕκαστον." Ὅτι μὲν οὖν τοῦ ἑνὸς μὴ ὄντος οὐκ ἔσται ἀριθμός, εἴρηται καὶ καλῶς εἴρηται· ἀρχῆς γάρ, φησίν, ἀπολομένης οὔτε αὐτή ποτε ἔκ του οὔτ’ ἄλλο ἐξ αὐτῆς ποτε γενήσεται. διὰ τί δὲ καὶ ὄντος οὐκ ἔσται; ἆρα διὰ τὴν εἰσβολὴν τῆς ἐν τῷ Παρμενίδῃ πρώτης ὑποθέσεως, εἰ ἕν ἐστι, πολλὰ οὐκ ἂν εἴη; ἀλλ’ ἐκεῖ πολλὰ οὐ τὰ ἀπὸ τοῦ ἑνὸς προϊόντα ἀναιρεῖ, ἀλλὰ τὰ ἐν αὐτῷ τῷ ἑνὶ ὑπάρχοντα. τῷ ὄντι γὰρ εἰ ἓν καθαρῶς ἐστιν, οὐκ ἂν αὐτὸ τοῦτο εἴη καὶ πολλά· πολλῶν μέντοι αἴτιον ἀριθμῶν νοητῶν τε καὶ νοερῶν καὶ ἐγκοσμίων οὐ κωλύεται εἶναι. οὗτος δὲ λαμβάνει, ὅτι τὸ παρὰ τὸ ἓν οὐδέν3 ἐστι· πάντα γὰρ τὰ ὄντα ἢ ἓν ἢ ἐκ μονάδων συνέστηκεν, ὥστ’ εἴ τι ἓν ἀπὸ τοῦ ἑνός, ἕτερον μὲν ἔσται τοῦ ἑνός, ἕτερον δὲ τοῦ ἑνὸς ὑπάρχον οὐδέν ἐστι, τὸ δὲ μηδὲν οὐκ ὄν, ἐπειδὴ πᾶν τὸ ὂν ἢ ἓν ἢ πολλὰ ὧν ἕκαστον ἕν. φαμὲν δὲ ὅτι οὐκ ἔστιν 〈τὸ〉 ἀπὸ τοῦ ἑνὸς ἤδη οὐδέν. οὐ γὰρ εἰ μὴ ἐκεῖνο τὸ ἕν, ἤδη οὐχ ἓν ἢ οὐδέν, ἀλλὰ δευτέρως ἓν καὶ πάλιν τρίτως· ὅπου γὰρ καὶ τὰ ἔσχατα τῶν ἐσχάτων, τὰ ἐπίκηρα καὶ ἔνυλα τῶν αἰσθητῶν μετέχει τοῦ ἑνός, ἤπου γε τῶν νοητῶν τι καὶ θείων ἐστέρηται τοῦ ἓν εἶναι; ἀρκεῖ οὖν ἡ γονίμη τοῦ ἑνὸς αἰτία ἐξ ἑαυτῆς παράγειν καὶ ἀριθμοὺς καὶ τὰ πάντα, καὶ οὐ δεῖ ζητεῖν ὑποκείμενον ἐξ οὗ τὰ ὄντα ὑφίστησι· τούτου γὰρ ἡ φύσις πρώτη δεδέηται.
“无论如何……各自为一。” 因此,在一不存在时数便不会存在,这已被说过,且说得极好;因为正如他所说,“若原理毁灭,则它自身既决不会从任何事物产生,别的事物也决不会从它产生”。但是,为何在一存在时[数]依然不会存在?难道是因为《巴门尼德篇》中第一假说的开端——“如果它是一,它便不可能是多”?但在彼处,它并未取消从一发出的多数事物,而是取消了在一自身之内存在的多数事物。因为真正说来,如果它纯然为一,它自身便不可能同时也是多;然而,它作为众多的智性数、理智数与宇宙内数的原因并未受到阻碍。但他却假定,一之外的事物即是无;因为所有存在者要么是一,要么由单子构成,因此若有某个出自一的一,它将与一相异,而作为与一相异者存在它便是无,而无是非存在,因为一切存在者要么是一,要么是各自为一的多。但我们认为,出自一的事物绝非立即成为无。因为并非假使它不是那个“一”,它就立刻不再是一或成为无,而是在次要意义上为一,且再次在第三种意义上为一;既然甚至末端中的最末端者、感觉事物中易坏且具质料者都分有了一,那么在智性且神圣的事物中,难道真会有任何事物被剥夺了一的存在吗?因此,“一”的产育性原因足以从自身产生数以及万物,人们无需去寻找它赖以确立存在者的基质;因为首先需要基质的乃是自然。
- 1.63αὐτῷ δὲ νῦν λέγοντι τὸ ἕτερον τοῦ ὄντος μὴ εἶναι οὐκ ἄν τις εὐλόγως συγχωρήσειε
与格短语 αὐτῷ νῦν λέγοντι 作为带有 ἄν 的潜能祈愿法动词 συγχωρήσειε 的间接宾语,指代亚里士多德。不定式短语 τὸ ἕτερον τοῦ ὄντος μὴ εἶναι 是分词 λέγοντι 的宾语。文本异文中有 οὐ λόγῳ 与 εὐλόγως,此处采纳副词 εὐλόγως(合乎理性地),与不定代词主语 τις 构成“任何人都不会合乎理性地认同他[所说的……]”。
- 1.63ὥστε ἐκεῖνο 〈οὐ〉 συγχωρήσαντες τοῖς νῦν ἐπιχειρουμένοις ἐνιστάμεθα
ὥστε 作为引出推论性主句的连接词。分词 συγχωρήσαντες 受到校勘补入的否定词 〈οὐ〉 修饰,表示伴随状况或方式(“不承认那点[巴门尼德式前提]”)。与格短语 τοῖς νῦν ἐπιχειρουμένοις 是动词 ἐνιστάμεθα(反驳、提出异议)的补足语。
- 1.64οὐ γὰρ εἰ μὴ ἐκεῖνο τὸ ἕν, ἤδη οὐχ ἓν ἢ οὐδέν
省略系词的逻辑句式。条件从句省略了系词(εἰ μὴ ἐκεῖνο τὸ ἕν [ἐστι]),归结从句同样省略了动词(ἤδη οὐχ ἓν ἢ οὐδέν [ἐστι])。句首的否定词 οὐ 否定了整个假言推论联结(“若是X则必然立即为Y”),意为“因为并非假使它不是那个‘一’,它就立刻不再是一或成为无”。
