← 叙利亚努斯

亚里士多德《形而上学》注释

§45.6-46.18

一与存在的超越性及普遍物实在性的辩护

针对亚里士多德在《形而上学》B卷第4章中对将“一”与“存在”视作独立实体的观点所提出的困难,叙利亚努辩护说,若超越的一与存在不成立,则普遍物、知识、事物的本性同类性及个别事物的成立都将化为乌有,并从新柏拉图主义的角度阐明了本质的数以及一超越于实体的本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.61

" Συμβαίνει.... καθ’ ἕκαστα." Ἔχει μὲν ὁ λόγος πολλὴν ἀνάγκην καὶ κατὰ τὸ φαινόμενον· εἰ γὰρ ἔστι τὰ καθόλου, πολλῷ πλέον ἔστι τὰ καθολικώτατα· καὶ εἰ ἔστι τὰ καθολικώτατα, ἔστι τὸ ὂν καὶ τὸ ἓν ἐξῃρημένα τῶν ὅλων· ταῦτα γάρ ἐστι τὰ καθολικώτατα. εἰ δὲ ταῦτα μὴ ἔστιν, οἴχεται τὰ καθόλου· ᾧ ἕπεται τὸ μήτε ἐπιστήμην εἶναι μήτε κατὰ φύσιν ἀλλήλοις ὁμοειδῆ τὰ πράγματα εἶναι, κατὰ συντυχίαν δὲ καὶ κατὰ τὸ ἀστάθμητον καὶ εἰκῇ τάδε τοῖσδε μὲν εἶναι ὁμοειδῆ, τῶνδε δὲ ἀνομοειδῆ. μὴ γὰρ προϋπάρχοντος ἑνὸς εἴδους, οὗ τὰ μὲν μετέχοντα ὁμοειδῆ, τὰ δὲ μὴ μετέχοντα 〈μὴ〉 ἔστιν ὁμοειδῆ, οὐχ ὁρῶ τίς ἔσται τούτων αἰτία1 ποιητικὴ καὶ φρουρητικὴ καὶ ἀναπόδραστος. οὐ μὴν ἀλλ’ εἴ τις ἐνατενίσειε τῷ λόγῳ, προσεχῶς μὲν ὄψεται τά τε εἴδη καὶ τὰ καθόλου συναναιρούμενα τῇ ὑποθέσει, οὐδὲν δὲ ἧττον καὶ τὰ αἰσθητὰ τῶν ὄντων περιγραφόμενα. εἰ μὴ γὰρ εἴη αὐτοὲν τῶν ἁπάντων ἐξῃρημένον, οὔτε τῶν καθόλου δύναταί τι εἶναι οὔτε τῶν ἀτόμων· τὸ μέν, ὅτι ἓν καὶ πλῆθος ἡ φύσις, δεῖ δὲ προτάττειν τὸ μόνως ἕν· τὸ δέ, ὅτι πολλὰ ἓν ἡ σύστασις,2 καὶ ἅμα ὅτι τῶν ἐν μεθέξει 〈ἑνῶν〉, εἰ μὴ προθείη τις τὸ ἀμέθεκτον ἕν, οὐκ ἔσται τὸ αἴτιον τῆς ἐν τοῖς οὖσιν ἑνώσεως, ὥσπερ οὐδὲ τοῦ εἶναι τοῖς ὁπωσποτοῦν οὖσιν αἰτίαν καταλιμπάνουσιν οἱ μὴ τὸ ὂν ἀρχὴν ἁπάντων εἶναι λέγοντες. ὥσπερ γὰρ τῶν ἀγαθῶν τοῖς πᾶσιν ἀρχὴ μία τὸ ἀγαθόν, ὃ οὔτε τινός ἐστιν ἀγαθὸν οὔτ’ ἄλλο τι παρὰ τἀγαθόν, καὶ ὥσπερ τοῦ κινεῖσθαι τοῖς πᾶσι τὸ αὐτοκίνητον αἴτιον καὶ τούτῳ δὲ ἡ αὐτοκίνησις, ἥτις οὐ τοῦδέ ἐστι κίνησις οὐδ’ ἄλλο τι παρὰ τὴν κίνησιν, ἀλλ’ ὅπερ εἴπομεν αὐτοκίνησις, ἔχει δὲ καὶ τὰ γιγνώσκοντα πάντα τὴν αὐτόγνωσιν ἀρχήν, οὕτω τὰ μὲν ὄντα ᾗ ὄντα πρόεισιν ἀπὸ τοῦ ὄντος, ὃ οὐ τόδε ἐστὶ τὸ ὂν ἀλλ’ αὐτοόν, τὰ δ’ ἡνωμένα τὴν ἕνωσιν ἀπὸ τοῦ ἑνὸς τοῦ ἐξῃρημένου τῶν ὅλων καταδέχεται.

“个别事物……归结。” 即使从表面来看,该论证也具有极强的必然性。因为如果普遍事物存在,那么最普遍的事物就更是如此存在;而如果最普遍的事物存在,那么超越于全体的“存在”与“一”就存在;因为它们正是最普遍者。如果它们不存在,普遍事物就化为乌有;由此产生的结果不仅是科学知识不存在,而且事物在本性上也不再彼此同类,而是出于机缘、凭借不可测度的偶然性且任意地,这些事物与这些事物同类,而与那些事物不同类。因为若预先不存在一个形式——分有它的事物同类,不分有它的则不同类——我看不到何物将成为它们的造作性、保持性且不可逃避的原因。不仅如此,如果有人凝视该论证,他将看到不仅形式与普遍事物通过这一假定被直接取消,而且感觉存在者也同样受到划定并被排除。因为如果超越于万物的“一自身”不存在,那么普遍事物中的任何一个,以及不可分割的个体中的任何一个,都不可能存在:前者是因为其本性是一又是多,而人们必须将全然为一者置于其先;后者是因为其构成是多归于一,同时因为,如果人们不把不可分有的一预先设立,那么在分有的一之中就不再会有存在者内部统一的原因,正如那些不说存在是万物原理的人,并未给以任何方式存在的事物留下“存在”的原因一样。因为正如对于一切善物而言,唯一的原理是“善”,它既不是属于某物的善,也不是善之外的某种东西;又正如对于万物而言,“自运者”是它们运动的原因,而对于自运者而言原因则是“自运动”,它既不是某物的运动,也不是运动之外的某种东西,而是如我们所说的自运动;而且正如一切具有认识能力的事物都以“自相认识”为原理一样,存在者作为存在者也是从并非某个特定的存在者而是存在自身的“存在”中流出,而已统一的事物则是从超越于全体的“一”那里接受统一。

§1.62

"Ὅτι δὲ.. ὄντων." Ἕπεται μὲν ἐξ ἀνάγκης μηδ’ ἀριθμὸν εἶναι τὸν οὐσιώδη τοῦ ἑνὸς μὴ ὄντος, οὐ μὴν δι’ ἣν ἐπιφέρειν μέλλει αἰτίαν·3 λογικὴ γάρ ἐστιν. αὐτίκα ψευδῶς ἐκ μονάδων λαμβάνει συγκεῖσθαι τὸν εἰδητικὸν ἀριθμὸν καὶ οὐσιώδη· κἂν ἐκ μονάδων δέ τις αὐτὸν εἶναι συγχωρήσῃ, οὐ δήπου ἐξ ὁμοειδῶν τῷ ἑνὶ περὶ οὗ ὁ λόγος· πῇ δὴ οὖν ἀληθὲς τὸ εἰρημένον, ὅτι καθ’ ὁμοιότητα τοῦ ἑνὸς ὁ ἀριθμὸς ἀπανταχοῦ πρόεισιν; ἂν μὲν οὖν ᾖ τι ἓν ἐξῃρημένον τῶν ὅλων, ἔσται τις καὶ ἀριθμός, οὔθ’ ὁ ἐν τοῖς ἀριθμητοῖς οὔθ’ ὁ μοναδικός (τελευταῖοι γὰρ οὗτοι καὶ ἄλλῳ ἑνὶ συνυφιστάμενοι), ἀλλ’ ὁ αὐτοαριθμὸς εἶδος ὢν νοερὸν καὶ οὐσία ἡ πρωτίστη καὶ νοητή· ἐὰν δὲ μὴ ᾖ τὸ αὐτοέν, ἀρχῆς μὴ οὔσης οὐδ’ ἂν τὸ ἐκ τῆς ἀρχῆς ὑποσταίη. εἰ.... ὄν. καὶ τοῦτο εὖ λέγει· κοινότερον δὲ ἐπὶ τοῦ ἑνὸς τῇ οὐσίᾳ χρῆται, ἐπεὶ μόνον ἓν ὂν δηλονότι καὶ ὑπὲρ οὐσίαν ἐστίν, εἴ γε ἡ μὲν οὐσία δεῖται τοῦ εἶναι ἕν, τὸ δὲ οὐ δεῖται τῆς οὐσίας, ἵνα μὴ ἀντὶ ἑνὸς ἡνωμένον γένηται. οὐ ... αὐτά. οὐ γὰρ ἕτερά τινα ὄντα κατηγορεῖται καθόλου τῶν ἄλλων πραγμάτων, ὡς τὰ εἴδη καὶ τὰ γένη (τὰ γὰρ εἴδη, ἕτερα ὄντα τῶν ἀτόμων, κατηγορεῖται αὐτῶν, ὁμοίως δὲ καὶ τὰ γένη τῶν εἰδῶν καὶ τῶν ἀτόμων ἕτερα ὄντα κατηγορεῖται), ἀλλ’ ἡ οὐσία αὐτῶν τὸ αὐτοέν ἐστι καὶ αὐτοόν. ὡς οὖν τὸν Σωκράτη λέγομεν οὐχ ἕτερον ἑτέρου κατηγοροῦντες, ἀλλ’ ὅπερ ἐστὶν αὐτὸ λέγοντες, οὕτω καὶ τὸ ἓν καὶ τὸ ὂν οὐκ ἄλλα ὄντα κατ’ ἄλλων τάττομεν, ἀλλ’ αὐτὰ ταῦτα ἑρμηνεύοντες οὕτως ὀνομάζομεν. καὶ ἔστι μὲν ἀληθὲς τὸ λεγόμενον, προσθεῖναι δὲ χρὴ ὅτι εἰ καὶ μὴ καθ’ ἑτέρων λέγεται, ἀλλ’ οὖν πᾶσιν αἴτια τοῦ εἶναι καὶ τοῦ ἡνῶσθαι ταῦτα καθέστηκεν.

“而……存在者。” 在一不存在时,本质的数也不存在,这确实出于必然地随之而来,然而并非由于他将要提出的原因;因为那个原因是逻辑性的。首先,他错误地设定形式的且本质的数是由单子组成的;即使有人承认它是由单子构成的,也绝不是由与论述所涉及的“一”同类的单子[构成的];那么所说的数处处按照与一的相似性而流出,究竟如何能为真?因此,若存在某个超越于全体的一,也将存在某种数,它既不是在可数之物中的数,也不是单子的数(因为这些数位居末尾,且与别的一共存),而是作为智性形式且为至先智性实体的“数自身”;但如果“一自身”不存在,原理既不存在,出自原理者也无法成立。“如果……存在。”在这点上他也说得很好;不过他就一而言是较为泛化地使用“实体”一词的,因为既然实体需要成为一,而一并不需要实体(免得它变成已统一者而非一),那么显然全然为一者是在实体之上的。“并非……它们自身。”因为它们并不像形式和类那样作为某种相异之物在普遍意义上被述说于其他事物(形式与个体不同而被述说于它们,类同样与形式及个体不同而被述说于它们),而是它们的实体就是“一自身”与“存在自身”。因此,正如我们谈论苏格拉底时并非将相异者述说于相异者,而是述说其自身究竟是什么一样,关于一与存在,我们也不是将作为他物的东西置于他物之上,而是诠释这些本身并如此命名。所说的是真实的,但必须补充的是,即便它们不被述说于他物,它们依然确立为万物存在与被统一的原因。

语法注3 条
  1. 1.61μὴ γὰρ προϋπάρχοντος ἑνὸς εἴδους, οὗ τὰ μὲν μετέχοντα ὁμοειδῆ, τὰ δὲ μὴ μετέχοντα 〈μὴ〉 ἔστιν ὁμοειδῆ, οὐχ ὁρῶ τίς ἔσται τούτων αἰτία

    μὴ προϋπάρχοντος ἑνὸς εἴδους 为表示条件的属格绝对结构(“若预先不存在一个形式”)。关系代词 οὗ 受支配属格的分词 μετέχοντα(μετέχω)支配。校勘所补充的否定词 〈μὴ〉 是为了保证 τὰ μὲν μετέχοντα 与 τὰ δὲ μὴ μετέχοντα 之间的语义对称(分有者同类,不分有者不同类)。

  2. 1.61τὸ μέν, ὅτι ἓν καὶ πλῆθος ἡ φύσις, δεῖ δὲ προτάττειν τὸ μόνως ἕν· τὸ δέ, ὅτι πολλὰ ἓν ἡ σύστασις

    τὸ μέν 与 τὸ δέ 为对偶的副词性对格(“前者……后者……”),分别承接前文的 τῶν καθόλου(“普遍事物中的任何一个”)与 τῶν ἀτόμων(“不可分割的个体中的任何一个”)。两者后均紧接引出理由的 ὅτι 从句,说明前述论断的依据。

  3. 1.62Ἕπεται μὲν ἐξ ἀνάγκης μηδ’ ἀριθμὸν εἶναι τὸν οὐσιώδη τοῦ ἑνὸς μὴ ὄντος, οὐ μὴν δι’ ἣν ἐπιφέρειν μέλλει αἰτίαν

    无人称动词 ἕπεται(“随之归结”)为主动词,其主语为对格加不定词结构 μηδ’ ἀριθμὸν εἶναι τὸν οὐσιώδη(“本质的数亦不存在”)。τοῦ ἑνὸς μὴ ὄντος 为表条件的属格绝对结构(“在一不存在时”)。后半句 οὐ μὴν δι’ ἣν ἐπιφέρειν μέλλει αἰτίαν 省略了 ἕπεται,意为“然而并非由于他将要提出的原因[而归结]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:45.6-46.18