← 叙利亚努斯

亚里士多德《形而上学》注释

§43.29-45.5

为恩培多克勒辩护与一和存在的实体性

叙利亚努针对亚里士多德对恩培多克勒诗句的批评进行辩护,并阐释关于可毁灭与永恒事物原理的疑难。随后进入第十三(第十二)个疑难,即一与存在自身是否为实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.59

" “Ἀλλ’ ὅτε δὴ μέγα νεῖκος ἐνὶ μελέεσσιν ἐθρέφθη”." Μέγα μὲν αὐτὸ προσειπὼν ὥσπερ ὁ Ὀρφεὺς τὸ χάος “καὶ μέγα χάσμα πελώριον ἔνθα καὶ ἔνθα”, καὶ ὁ Πυθαγόρας ἀόριστον τὴν δυάδα· μέλη δὲ αὐτῷ δοὺς καὶ αὔξησιν, ἐπειδὴ προόδου καὶ γενέσεως καὶ πλήθους καὶ πολλαπλασιασμοῦ καὶ πάσης αὐξήσεως τοῖς ὅλοις αἴτιον γίνεται. “ἐπὶ τιμὰς τ’ ἀνόρουσε τελειομένοιο χρόνοιο”. τιμῶν τε καὶ βασιλειῶν ἀπελαύετο κατὰ τὴν τελείωσιν, ἣν ὁ χρόνος ἐπέφερεν αὐτῷ· μετρεῖ γὰρ τὸ πρώτιστον καὶ τὴν ἄπειρον δύναμιν τῶν δύο τούτων ἀρχῶν. ὅς σφιν ἀμοιβαῖος πλατέος παρελήλαται ὅρκου.1 ἥτις αὐτοῖς τελειότης ἀπὸ τῆς φρουρᾶς τῶν ὅλων καὶ τῆς πρωτίστης τῶν ἁπάντων ἀρχῆς ἐνδίδοται, ἣν πλατεῖαν ὡς ἀπερίληπτον τοῖς πᾶσι καὶ ὡς πάντα περιλαβοῦσαν καὶ μετρήσασαν κέκληκεν· ἀμοιβαῖος δὲ οὐχ ὅτι ποτὲ μὲν τούτῳ ποτὲ δὲ ἐκείνῳ τὴν τελείωσιν ἐπιφέρει τὸ ἐξῃρημένον αὐτῶν ἕν, ἀλλ’ ὅτι ἰδίαν ἑκατέρῳ καὶ τὴν πρέπουσαν ἀμφοτέροις. εἰ δὲ καὶ ἀμοιβαῖος ὁ ἑπόμενός ἐστι καὶ ἀεὶ συνὼν αὐτοῖς καὶ οὐδ’ ὁπωστιοῦν ἀπολιμπανόμενος οὐδενὸς τῶν ὄντων, μήτοι γε τῶν μετ’ αὐτὸν δυεῖν ἀρχῶν, ὀρθῶς ἂν καὶ οὕτως εἰρῆσθαι δόξειε· πᾶσι γὰρ πάρεστι τὰ ἐκ τῆς πρωτίστης τῶν ὅλων αἰτίας ἀγαθὰ χορηγούμενα. πῶς δὲ καὶ τὸν νοητὸν θεὸν ἀφρονέστατον Ἐμπεδοκλῆς ποιεῖ, παρ’ ᾧ ἡ αὐτοαλήθεια; ὅτι, φησί, τὸ νεῖκος οὐκ ἔστιν ἐν αὐτῷ, τῷ ὁμοίῳ δὲ κατ’ αὐτὸν τὸ ὅμοιον γνωρίζομεν. ἀλλ’ ἔστι μὲν καὶ παρ’ αὐτῷ τὸ νεῖκος διὰ τὴν ἕνωσιν τὴν ἐν αὐτῷ καὶ τὴν ταὐτότητα, δι’ ἃ καὶ Παρμενίδης ἓν εἶναι τὸ ὂν ἔλεγεν. ἔπειτα εἰ ἡμεῖς ‘γαίῃ γαῖαν ὀπώπαμεν’, διὰ τί καὶ τὰ θεῖα οὕτω; πῶς δὲ αὐτῷ ἁρμόζει λέγειν, ὅτι τὸ * * * μὴ πάντα νοοῦντος; οὕτω γὰρ ἂν καὶ ὁ παρ’ αὐτῷ πρῶτος θεὸς ἑαυτὸν μόνον νοῶν ἔλαττον ἂν ἡμῶν ἔχοι τῶν ἐπὶ πάντα τρέπειν τὸ τῆς ψυχῆς ὄμμα δυναμένων. ἀλλὰ περὶ μὲν τούτων ἀρκείτω τὰ λελεγμένα. Ἑξῆς δὲ ὁ Ἀριστοτέλης ἀπορεῖ πρὸς τοὺς ἑτέρας μὲν τῶν ἀιδίων ἑτέρας δὲ τῶν φθαρτῶν ἀρχὰς ὑποτιθεμένους εἶναι· εἴτε γάρ, φησί, 〈φθαρταί〉, τὰς τῶν φθαρτῶν ἀρχὰς φθείρουσιν ἐπ’ ἄπειρον· δῆλον γὰρ ὅτι εἰς ταῦτα φθείρονται ἐξ ὧν ἐγένοντο, ὥστε ἔσονται τῶν ἀρχῶν ἀρχαί, καὶ τοῦτο εἰς ἄπειρον. ἔτι δὲ πῶς οὐ πᾶσα συμπεσεῖται γένεσις φθαρεισῶν αὐτῆς τῶν ἀρχῶν; πάντα ταῦτα εὖ λέγων καὶ Πλατωνικῶς. εἴτε ἄφθαρτοι, διὰ τί μὴ καὶ αὐταὶ ἀΐδια ποιοῦσιν ὡς αἱ πρὸ αὐτῶν; εἴρηται δὲ ὅτι καὶ ἄφθαρτοι, ἀλλ’ οὐκ ἀκίνητοι· καὶ τοῦτον εἶναι τὸν πολὺν λόγον αἰνίττεται. ἀποτρώγειν δὲ ἔφη τοὺς πρὸ αὐτοῦ τὸ ἄπορον, ὅτι οἷον ἁψάμενοι αὐτοῦ φεύγουσιν ἀπ’ αὐτοῦ, ὥσπερ οἱ μύες ὅταν διὰ λιχνείαν μὲν προσίωσι τοῖς ὄψοις, οὐκ ἀσφαλῆ δὲ νομίσωσιν εἶναι τὴν περὶ αὐτὰ διατριβήν· κἀκεῖνοι γὰρ τοῖς ἀποτρώγουσι καὶ τοῖς ἀπογευομένοις ἐοίκασι.

“‘但当巨大的争在肢体中被孕育时’。” 他称其为“巨大的”,正如奥菲斯称混沌为“在此处与彼处的一处巨大的、可怕的深渊”,毕达哥拉斯称双子为“不定的”一样;而给予它“肢体”与“生长”,乃是因为它对于全体而言成了流出、生成、多数性、增殖以及一切生长的原因。 “‘并在时间渐趋完满时跃向荣耀’。”它按照时间赋予它的成全而享有了荣耀与王位;因为至先者也衡量着这两个原理的无限力量。 “‘这是广阔誓言对他们轮番确立的’。”这一来自对全体的守护以及万物的至先原理的圆满性被赋予他们,他称其为“广阔的”,因为它是不可被万物囊括的,且包容并衡量着万物;而“轮番的”,并不是因为超越于它们的一者时而将成全赋予这一原理,时而赋予那一原理,而是因为它将各自特有的且对两者皆相宜的赋予两者。如果“轮番的”也是指那紧随它们、始终与它们同在、绝不脱离任何存在者(更不用说在它之后的两个原理)的东西,那么即便这样说似乎也是正确的;因为由全体的至先原因所提供的善普遍临在于万物之中。此外,恩培多克勒何以使得身旁具有自相真理的理智之神成为最无智慧的呢?他[亚里士多德]说,这是因为争不存在于该神之中,而照恩培多克勒的看法,我们是以同类认识同类。但是,由于存在于该神内部的统一与同一性,争其实也存在于它身旁,正因这些,巴门尼德也曾说存在是一。其次,即便我们是“以土见土”,为什么神圣者也必须如此?对他[亚里士多德]而言,说[神因]不思维一切[便是最无智的],又怎会是合宜的呢?因为这样一来,在他那里的第一神由于只思维自身,其所拥有的反倒不如我们这些能够将灵魂之眼转向万物的人了。但是关于这些,所说的已经足够了。随后,亚里士多德对那些假定永恒事物有其原理而可毁灭事物有不同原理的人提出了困难;因为他说,如果这些原理是可毁灭的,他们就使可毁灭事物的原理无限地走向毁灭;因为显然它们会毁灭于它们由之生成的事物,从而将有原理的原理,且这将走向无限。再者,若其〔生成的〕原理被毁灭,一切生成又怎能不瓦解呢?在这一切中,他[亚里士多德]讲得很好,且符合柏拉图主义。另一方面,若它们是不可毁灭的,为什么它们自身不能如同在它们先前的原理那样也促成永恒之物呢?对此已经说过,它们确实不可毁灭,但并非不动;而他暗示这就是那长篇论述。他说在他之前的人们“蚕食啃咬”这一困难,乃是因为他们宛如只是触碰了它便逃离开去,就像老鼠因贪食而接近美味,却认为留恋其旁并不安全一样;因为那些人也类似于蚕食啃咬与品尝者。

§1.60

"Πάντων δὲ... ἔχειν "Τοῦτο τρίτον ἐπὶ δέκα ἐστὶν ἐν τῇ ἐκθέσει τῶν προβλημάτων, δωδέκατον δὲ ἐνταῦθα διὰ τὸ παρεῖσθαι πάντῃ τὸ ἕκτον, ὡς πολλάκις ἐπεσημηνάμεθα. εἴρηται δὲ ἐν τοῖς πρώτοις ὅπως φασὶν οἱ Πυθαγόρειοι καὶ ὁ Πλάτων, καὶ ὅτι ὁ μὲν Ἐμπεδοκλῆς οὐκ ἔστιν αὐτοῖς διάφωνος ἐν τούτοις, ἴσως δὲ οἱ ἀπὸ τῆς Ἰωνίας φυσικοὶ τὸ ἓν καὶ τὸ ὂν ὕδωρ ἢ πῦρ ἤ τι τοιοῦτον εἶναι νομίζοντες. ἐπεὶ καὶ αὐτὸς ὁ Ἀριστοτέλης, 〈εἰ〉 καὶ τὴν νοητὴν καὶ ἀκίνητον οὐσίαν πρεσβεύει καὶ κατηγορεῖ τῶν σώματα μόνα φασκόντων εἶναι, ἀλλ’ οὖν τὸ μὲν ἓν καὶ τὸ ὂν δῆλός ἐστι μὴ διιστὰς ἐν τοῖς πράγμασιν,2 ἀλλὰ ταὐτὸν εἶναι λέγων τῷ ὑποκειμένῳ, ἐπινοίᾳ δέ, εἰ ἄρα, διαφέρειν ἀλλήλων, ἑκάτερον δὲ τούτων καὶ ἀμφότερα τόδε τι σημαίνειν, οἷον νοῦν ἢ ψυχὴν ἢ κόσμον ἢ ἥλιον, αὐτὸ δὲ τὸ ἓν εἶναι ἢ τὸ ὂν μηδὲν ἄλλο τῶν ὄντων ὂν οὐκ ἀνεχόμενος. περὶ ὧν ἴσως ἐξέσται κατὰ καιρὸν ἀπορῆσαι πρὸς αὐτόν· τέως δὲ νῦν τὰς εἰς ἑκάτερον ἐπιχειρήσεις αὐτοῦ κατανοήσωμεν.

“在一切事物中……具有”这在问题的列举中是第十三个,但在这里是第十二个,因为第六个问题被完全略去了,正如我们多次指出的那样。毕达哥拉斯学派的人与柏拉图是如何主张的,以及恩培多克勒在这些方面与他们并无不合,而来自爱奥尼亚的自然哲学家们认为一与存在乃是水、火或某种类似之物,则或许〔与他们不合〕,这些在最先的几卷中已经谈过。因为亚里士多德本人即便尊崇理智且不动的实体,并指责那些声称唯有物体存在的人,但显然,他并没有在事物中将一与存在分离开来,而是说它们在底层基质上相同,若有差别也仅在概念上互有不同,且这两者中的每一者以及两者都表示“某个特定的这个”(如理智、灵魂、宇宙或太阳),而不能容忍存在并非任何其他存在者的“一自身”或“存在自身”。关于这些,或许在适当时机可以向他提出困难;但眼下让我们先来理解他针对这两者所作的推论。

语法注2 条
  1. 1.59ὅς σφιν ἀμοιβαῖος πλατέος παρελήλαται ὅρκου

    引自恩培多克勒诗行(残篇30)。关系代词 ὅς 在文脉上以前文的“时间”(χρόνος)为先行词。叙利亚努在此用“圆满性”(τελειότης,阴性)这一概念进行转述,故在随后的解释中换用 ἥτις。句中 πλατέος ὅρκου 作伴随 παρελήλαται 的起源或方式属格(“由广阔的誓言所确定”)。

  2. 1.60δῆλός ἐστι μὴ διιστὰς ἐν τοῖς πράγμασιν

    由 δῆλός ἐστι 与分词 μὴ διιστάς 连用的人称句构,意为“显而易见他并没有在事物中将……分离开来”,在句法功能上等同于非人称结构 δῆλόν ἐστιν ὅτι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:43.29-45.5