← 叙利亚努斯

亚里士多德《形而上学》注释

§42.17-43.28

神话表达的辩护与恩培多克勒的爱争交替说

叙利亚努援引柏拉图的观点为神学家的神话表达(仙馔与仙浆)辩护以回击亚里士多德的批评,随后从毕达哥拉斯主义与奥菲斯主义的视角对恩培多克勒的爱争交替主宰说进行解释,论证其源于超越两者的独一者所赋予的圆满性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.57

" Καίτοι... τροφῆς." Φορτικῶς μὲν ἠρώτηται ταῦτα· ῥητέον δὲ πρὸς αὐτά, ὅτι τροφαὶ μὲν αἱ παρὰ τῶν ὑπερκειμένων αἰτίων ἐλλάμψεις καὶ χορηγίαι τῶν ἀγαθῶν λέγονται, αὗται δὲ καὶ ἀγαθύνουσι μειζόνως τὰ καὶ ἀπὸ τῆς ἑαυτῶν συστάσεως τὸ ἀγαθὸν ἔχοντα καὶ τελειοτέρας ἀϊδιότητος μεταδιδόασι τοῖς κατὰ τὴν ἑαυτῶν οὐσίαν ἀϊδίοις ὑπάρχουσιν· ὥστε καὶ εὐφροσύνης ἕνεκα καὶ τοῦ εἶναι τούτων μετέχουσιν. ἀλλὰ... σκοπεῖν. οὐ ταῦτα Πλάτωνος περὶ αὐτῶν ἠκούσαμεν λέγοντος, ἀλλὰ δοκιμάζοντος1 αὐτοῖς ἐν τοῖς περὶ θεῶν ἕπεσθαι λόγοις, καίπερ ἄνευ τε εἰκότων καὶ ἀποδείξεων λέγουσιν, ὡς συγγένειαν ἔχουσι πρὸς τὸ θεῖον περιττοτέραν ἢ κατὰ τοὺς ἄλλους ἀνθρώπους, ὅθεν καὶ θείους καὶ θειοτάτους αὐτοὺς εἴωθε προσαγορεύειν.

“然而……滋养。” 这些提问提得十分粗陋;但针对这些应当指出,所谓“滋养”乃是来自上位原因的辉映以及善的充沛赐予,而这些既使得因自身的构成即拥有善的事物变得更为完好,又将更为完满的永恒性赋予那些依自身本质而言是永恒的事物;因此它们分有这些既是为了欢愉,也是为了存在。但……考察。我们并未听见柏拉图对他们作此番言论,而是听见他赞同在关于诸神的论述中听从他们,尽管他们说话没有或然的理据和证明,因为他们拥有比其他凡人更为非凡的与神圣者的亲缘关系;由此他也惯常称他们为“神圣的”和“至为神圣的”。

§1.58

"Παρὰ δὲ... ὄντων." Εἴρηται μὲν ὅτι καὶ αὐτὸ τοῦτο τῆς περιουσίας ἐστὶ τῶν ἀρχῶν ἔργον, τὸ μὴ πρότερον λῆξαι τῆς ἀπογεννήσεως, πρὶν ἂν πρὸς τοῖς ἀϊδίοις καὶ τὰ θνητὰ συνυποστήσωσιν. εἴρηται δὲ καὶ ὅτι τὸ πᾶν οὐκ ἠδύνατο τέλειον εἶναι μὴ πάντα ἐν ἑαυτῷ ζῷα περιέχον, καὶ μὴν ὅτι καὶ οἱ κατ’ οὐρανὸν τῷ ἑνὶ δημιουργῷ τὰ γενητὰ ζῷα συναπογεννῶντες ἀναγκαίως αὐτὰ θνητὰ ἐποίουν· τὰ γὰρ ἀπὸ κινουμένων αἰτίων γιγνόμενα διὰ παντὸς μένειν οὐ δύνανται. ἐπὶ τούτοις τὸν Ἐμπεδοκλέα τῶν ἄλλων ἐν τούτῳ προθεὶς τῷ σκέμματι ὡς ἑαυτοῦ κατά γε τοσοῦτον μὴ διαφερόμενον, ὅτι τὰς αὐτὰς τῶν ὅλων ἀρχὰς ὑποστησάμενος πάντα φθαρτὰ ποιεῖ καὶ οὐ τὰ μὲν ἀΐδια τὰ δὲ φθαρτά, πάλιν αὐτὸν αἰτιᾶται2 ὡς ταῖς ἑαυτοῦ διαμαχόμενον ὑποθέσεσιν· αἰτίοις γὰρ δύο, φησί, χρώμενος ἑνὶ μὲν ποιητικῷ τῇ φιλίᾳ, τῷ λοιπῷ δὲ φθαρτικῷ τῷ νείκει, πολλὰ μὲν φθείρει διὰ τῆς φιλίας, πολλὰ δὲ γεννᾷ διὰ τοῦ νείκους· ἔτι δὲ κρατεῖν αὐτὰ παρὰ μέρος λέγων τὴν αἰτίαν οὐ λέγει τῆς μεταβολῆς τῶν ἀρχῶν. ἀλλ’ οὔτε πάντα φθείρειν φήσομεν Ἐμπεδοκλέα (οὐ γὰρ δεῖται τῆς τοιαύτης πρὸς ἑαυτὸν συμφωνίας), ἀλλ’ ὥσπερ τοὺς ἄλλους Πυθαγορείους οὕτω καὶ αὐτὸν εἰδέναι τὰς μὲν3 νοητὰς οὐσίας τὰς δὲ αἰσθητάς, οὔτε φθαρτικὴν μὲν ὑποτίθεσθαι τὸ νεῖκος ἀρχήν, μόνην δὲ τὴν φιλίαν ποιητικήν, οὔτε τὴν αἰτίαν τῆς δοκούσης αὐτῶν εἶναι παρὰ μέρος ἐπικρατείας ἀποσεσιωπηκέναι, ἀλλὰ γὰρ Πυθαγόρειον ὄντα καὶ Ὀρφικὸν ὑποθέσθαι μὲν μετὰ τὴν μίαν τῶν ὅλων ἀρχήν, περὶ ἧς οὔτ’ αὐτὸς οὔτε Παρμενίδης οὔτε Πυθαγόρας ἐπέτρεπον ἑαυτοῖς λόγους καταβάλλεσθαι πλείονας, τὰς δύο ταύτας ἀρχάς, φιλίαν καὶ νεῖκος, ἃς οἱ Πυθαγόρειοι μονάδα καὶ δυάδα κατωνόμαζον, ἀόριστον αὐτὴν καλοῦντες διὰ τὴν ἐπὶ πᾶν ὑποφθάνουσαν δύναμιν· ἐκ δὲ τούτων τῶν ἀρχῶν τόν τε νοητὸν κόσμον ἀναφαίνεσθαι καὶ τὸν αἰσθητόν· ἐν μὲν οὖν τῷ νοητῷ, σφαίρῳ προσαγορευομένῳ κατὰ τὴν ποίησιν, ἐπικρατεῖν τὴν φιλίαν διὰ τὴν ἕνωσιν τῶν ἀύλων καὶ θείων οὐσιῶν, ὡς αὐτῆς εἶναι δοκεῖν τὸ πᾶν γέννημα, ἐν δὲ τῷ αἰσθητῷ τὸ νεῖκος. τοῦ δὲ κρατεῖν ἑκατέραν τῶν ἀρχῶν ἐν ἑκατέρῳ, καίπερ ἀμφοτέρων οὐσῶν πανταχοῦ, ἡ ἐκ τοῦ ἑνὸς τοῦ ἀμφοῖν ἐξῃρημένου καθήκουσα τελειότης εἰς αὐτὰ αἰτία,4 ἣν τελειότητα χρόνου καλεῖ, τελείωσιν ἀπὸ τοῦ φρουροῦντος τὰ ὅλα καὶ συνέχοντος προϊοῦσαν· χρόνον δὲ καὶ Ὀρφεὺς τὸ πρῶτον ἐκάλει· ὁ δὲ ὅρκον μὲν τὸ πρῶτον ὡς ἕρκος καὶ φρουρὰν τῶν ἄλλων, τὴν δὲ ἀπ’ αὐτοῦ προϊοῦσαν εἰς τὰς δύο τῶν ὅλων ἀρχὰς τελειότητα τὴν μετροῦσαν αὐτῶν τὰς δυνάμεις καὶ τὰς ἐπικρατείας τελείωσιν ὠνόμασε χρόνου, ὡς εἰ ἔλεγε τὴν ἀπὸ τοῦ χρόνου τελείωσιν.

“但从那些……存在者中。” 诚然,此前已经说过,生成并不止步,直到它们在永恒之物之外也共同建立起必死之物,这本身就是诸原理富足完满的功用。并且也说过,全若不在自身中囊括所有的动物,就不可能是完全的,而且,在天者与唯一的创世主共同生成被生成的动物时,必然地将它们造成必死的;因为由被推动的原因所生成的事物不能始终持存。除此之外,他在这一考察中将恩培多克勒置于其他人之上,理由是在这方面恩培多克勒至少与他自己没有分歧,即设定了全体的相同原理,将一切都作为可毁灭的,而不是将一些作为永恒而另一些作为可毁灭;但他又指责恩培多克勒与其自身的假定相冲突;因为他说,恩培多克勒使用了两个原因,即以爱为促成的原因,以剩下的争为毁灭的原因,却通过爱毁灭了许多事物,通过争生成了许多事物;而且在说它们交替主宰时,并未说出原理发生变化的原因。但是我们既不能说恩培多克勒让一切都毁灭(因为他并不需要这样一种与自身的一致),而是如同其他毕达哥拉斯主义者一样,他也认识到有理智的实体,有感性的实体;我们也不能说他把争假定为毁灭性的原理,而把爱单独作为促成性的原理;我们也不能说他对自己似乎主张的它们交替得势的原因缄口不谈;而是说,作为一个毕达哥拉斯主义者和奥菲斯主义者,他在全体的独一原理(关于该原理,他自己、巴门尼德和毕达哥拉斯都不容许自己陈述更多言论)之后,假定了这两个原理,即爱与争——毕达哥拉斯主义者将其命名为单子与双子,由于双子的力量预先通达一切,因而称其为不定者;并且从这些原理中彰显出理智世界与感性世界;因此在理智界中(依其诗作被称为“圆球”),爱因非质料的、神圣的实体们的统一而占优势,以致整个造化似乎都是它的产物;而在感性界中则是争占优势。至于尽管二者无处不在,却各自在各界占支配地位的原因,乃是从超越于二者的独一者降临到它们那里的圆满性,他将这一圆满性称为“时间的圆满性”,即从守护并凝聚全体者出发的成全;而奥菲斯也曾将第一者称为“时间”;而他〔恩培多克勒〕将第一者称为“誓言”,视其为其他事物的栅栏与护卫,而将从它出发进而降入全体之两原理中、衡量其力量与支配地位的圆满性,命名为“时间的成全”,犹如在说“源自时间的成全”。

语法注4 条
  1. 1.57οὐ ταῦτα Πλάτωνος περὶ αὐτῶν ἠκούσαμεν λέγοντος, ἀλλὰ δοκιμάζοντος

    感知动词 ἠκούσαμεν 支配属格名词 Πλάτωνος 及其分词补足语(λέγοντος 与 ἀλλὰ δοκιμάζοντος),构成“我们未曾听见柏拉图说……而是听见他赞同……”的对照结构。

  2. 1.58τὸν Ἐμπεδοκλέα τῶν ἄλλων ἐν τούτῳ προθεὶς τῷ σκέμματι ... πάλιν αὐτὸν αἰτιᾶται

    亚里士多德为省略的主语。直接宾语 τὸν Ἐμπεδοκλέα 由分词 προθείς(置于其他人之上/偏好)支配,随后在主动词 αἰτιᾶται 前被代词 αὐτόν 照应性地再次承接。

  3. 1.58ἀλλ’ οὔτε πάντα φθείρειν φήσομεν Ἐμπεδοκλέα ... ἀλλὰ γὰρ Πυθαγόρειον ὄντα καὶ Ὀρφικὸν ὑποθέσθαι μὲν

    由动词 φήσομεν(我们将主张)统领的间接引语不定式链。在连续的否定并列(οὔτε ... φήσομεν Ἐμπεδοκλέα φθείρειν、οὔτε ... ὑποτίθεσθαι、οὔτε ... ἀποσεσιωπηκέναι)之后,通过 ἀλλὰ γάρ ... ὑποθέσθαι 引出肯定的对照观点。

  4. 1.58τοῦ δὲ κρατεῖν ἑκατέραν τῶν ἀρχῶν ἐν ἑκατέρῳ, καίπερ ἀμφοτέρων οὐσῶν πανταχοῦ, ἡ ἐκ τοῦ ἑνὸς τοῦ ἀμφοῖν ἐξῃρημένου καθήκουσα τελειότης εἰς αὐτὰ αἰτία

    句首带冠词的属格不定式短语 τοῦ δὲ κρατεῖν ἑκατέραν τῶν ἀρχῶν ἐν ἑκατέρῳ 语法上依附于表语名词 αἰτία(……的原因)。句子的主语是带长定语的 ἡ ... καθήκουσα τελειότης(降临的圆满性),系动词 ἐστί 被省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:42.17-43.28