← 叙利亚努斯

亚里士多德《形而上学》注释

§41.4-42.16

可毁灭者与永恒者的原因及对神话的解释

针对亚里士多德在《形而上学》卷B(1000a5–1000a9)中就可毁灭者与永恒者的原因是否相同提出的第十二个疑难,叙利亚努引用柏拉图《蒂迈欧篇》中创世主的指令,论证该问题早已有人探究,并通过将仙馔与仙浆的神话诠释为三层存在的层级体系,为神学诗人(赫西俄德派)作了辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.55

" Οὐδενὸς... ἕτεραι." Δωδέκατόν ἐστι τοῦτο κατὰ τὴν ἔκθεσιν τῶν προβλημάτων· ἀπορεῖ γὰρ ἐν αὐτῷ, πότερον αἱ αὐταὶ τῶν ἀϊδίων εἰσὶ καὶ τῶν φθαρτῶν αἰτίαι, ἢ ἕτεραι μὲν τούτων ἕτεραι δὲ ἐκείνων· εἰ μὲν γὰρ αἱ αὐταί, πῶς τὰ μὲν ἀΐδια ποιοῦσι τὰ δὲ φθαρτά; εἰ δὲ ἕτεραι, ὅτι μὲν αἱ τῶν ἀϊδίων ἄφθαρτοι, πρόδηλον· εἰ δὲ καὶ αἱ τῶν φθαρτῶν ἄφθαρτοι, λόγου δεῖται· εἴτε γὰρ [αἱ] ἄφθαρτοι, πῶς φθαρτὰ ποιοῦσιν, ἀλλ’ οὐχ ὁμοίως ταῖς πρὸ αὐτῶν ἀΐδια; εἰ δὲ φθαρταί, πῶς ἀρχῶν ἀπολομένων οὐ πᾶσα ἡ γένεσις πεσοῦσα στήσεται; ἔχει μὲν οὖν ὁ λόγος σκέψιν φιλόσοφον· διὰ τί δὲ καταλελεῖφθαί φησι τοῦτο πᾶσι τοῖς πρὸ αὐτοῦ ἀδιερεύνητον, ὃ σαφῶς ὁ Πλάτων μετὰ τὴν τῶν ἀϊδίων δημιουργίαν πρὸς τοὺς ἐγκοσμίους θεοὺς παραδίδωσι τὸν δημιουργὸν λέγοντα;1 ‘θνητὰ ἔτι τρία λοιπὰ γένη ἀγένητα. τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ πάντα ἐν ἑαυτῷ γένη ζῴων οὐχ ἕξει· δεῖ δέ, εἰ μέλλει τέλεος ὄντως εἶναι. δι’ ἐμοῦ δὲ γενόμενα ταῦτα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν. ἵν’ οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν’ καὶ τὰ ἑξῆς περί τε γενέσεως τῶν ζῴων καὶ τροφῆς καὶ αὐξήσεως καὶ φθίσεως ἀναδιδάσκοντα. σαφῶς οὖν εἶπεν ὁ Πλάτων, ὅτι καὶ τὰ πρώτιστα τῶν πάντων ἐστὶν αἴτια καὶ οἱ κατ’ οὐρανὸν τὴν γένεσιν ἐπιτροπεύουσι καὶ ὅτι τὰ θνητά, εἰ μὴ εἶχε προσεχῆ αἴτια καὶ φθαρτὰ καὶ μεταβάλλοντα, οὐκ ἂν ἦν θνητά, νοητὴν μόνην ἀρχὴν ἔχοντα, ὡς τὰ τῶν πραγμάτων ἀΐδια.2

“没有任何人……各不相同。” 按照诸难题的陈述,这是第十二个;因为他在其中提出疑难:永恒事物的诸原因与可毁灭事物的诸原因究竟是相同的,还是前者与后者各不相同?因为如果是相同的,它们如何使一些事物永恒而使另一些事物可毁灭?但如果是不同的,永恒事物的原因是不可毁灭的,这一点显而易见;但如果可毁灭事物的原因也是不可毁灭的,这就需要说明了;因为如果它们是不可毁灭的,它们又如何生成可毁灭的事物,而不像排在它们前面的原因那样生成永恒的事物呢?但如果它们是可毁灭的,当原理毁灭时,整个生成怎能不崩溃停顿呢?因此这一论述包含了哲学的考量;但他为何说这件事情在他之前的所有人那里都未被探究过呢?而柏拉图在永恒事物的造作之后,分明明确地记载创世主对宇宙内的诸神说道:“还有剩下的三个必死种族尚未生成。如果这些不生成,天就将是不完全的;因为它将不能在自身中囊括所有的动物种族;但天若要真正完全,就必须拥有它们。如果这些由我生成并分有生命,它们就将与神平等。因此,为了使它们成为必死的,并且为了使这个全真正成为全,你们要依自然致力于动物的造作,”并且在下文中继续教导关于动物的生成、滋养、增长和衰减。因此柏拉图明白地说过,最原始者是一切的原因,在天者掌管生成,并且必死的事物如果不是具有既可毁灭又发生变化的近邻原因,而只具有理智的原理(如事物中的永恒者那样),它们就不会是必死的。

§1.56

"Οἱ μὲν... αὐτοῖς." Τί γὰρ ἂν ἄλλο τις τὰς ἀρχὰς ἢ θεοὺς εἶναι νομίσειεν; οὔτε γὰρ ἀρχῆς πρεσβύτερον οὐδὲν οὔτε θεοῦ καὶ θεῶν. ὥστε τοῦτο μὲν ἀνάγκη λέγειν τοῖς θεολόγοις καὶ ἐκ θεῶν πάντα γεννᾶν, νοῦς ψυχὰς φύσεις τῶν σωμάτων, τά τε ἀΐδια καὶ 〈τὰ〉 φθαρτά. ἐπεὶ οὖν τὰ μὲν αὐτοῖς ἥνωται τοῖς θεοῖς τῶν ἀπογεννωμένων,3 τὰ δὲ οὐδέποτε αὐτοῖς ἀμέσως συνάπτεσθαι πέφυκε, τὰ δὲ ποτὲ μὲν οὕτω ποτὲ δὲ ἐκείνως, ἐν οἷς καὶ τὸ ἡμέτερον τέτακται, τὰ μὲν ἀεὶ πρὸς θεοὺς ὁρῶντα τρέφεσθαί φασιν ἐκεῖθεν ἀμβροσίᾳ καὶ νέκταρι· παρέχει δὲ αὐτοῖς ἡ μὲν ἀμβροσία τὸ χωριστὸν ἀπὸ τῆς γενέσεως, ἐν ᾗ ὁ βρότος καὶ ἡ αἱματώδης ἀκαθαρσία, τὸ δὲ νέκταρ τὸ μὴ θέλγεσθαι κατὰ τὴν τῶν τελευταίων προμήθειαν, ἀλλὰ ἀμειλίκτως καὶ ἀτρέπτως τῶν ὅλων προνοεῖν· τὰ δὲ ποτὲ μὲν πρὸς αὐτοὺς ἀνατεινόμενα, πεφυκότα δὲ ἐκεῖθεν καὶ ἀφίστασθαι, ἀληθεύοντα μὲν καὶ εὐορκοῦντά φασι τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος μεταλαμβάνειν, τοῦτ’ ἔστι πρὸς τὸ ὄντως ὂν τεταμένα καὶ τὸ θεῖον σεβόμενα, ψευδόμενα δὲ καὶ ἐπιορκοῦντα, τοῦτ’ ἔστιν ἐπὶ τὸ μὴ ὂν καὶ τὴν γένεσιν ἀποκλίναντα καὶ τοῦ θείου καταφρονητικῶς ἔχοντα στερίσκεσθαι τῶν ἐκ τοῦ νοητοῦ τροφῶν· τὰ δὲ θνητὰ καὶ ἐπίκηρα μηδὲ μεταλαμβάνειν αὐτῶν ποτε. τίς ἂν οὖν γένοιτο ταύτης ἀληθεστέρα διάταξις ἢ περὶ ἀρχῶν ἢ περὶ τῶν ἀπ’ αὐτῶν ὑποστάντων, ἐγὼ μὲν οὐδ’ εἰς ἐπίνοιαν ἐλθεῖν δυνήσομαι· εἰ δὲ μὴ πᾶσι δῆλα τὰ παρ’ αὐτῶν λεγόμενα, ἴσως μὲν καὶ κατ’ ἐπιτήδευσιν ἡ ἀσάφεια παρ’ αὐτοῖς διὰ τὴν τῶν πολλῶν πρὸς τὰ θεῖα τῶν δογμάτων ἀλλοτριότητα· ἴσως δὲ καὶ τὸ ἐνθεαστικὸν γένος οὕτω πέφυκε λέγειν αἰνιττόμενον μᾶλλον ἢ διεξοδικώτερον ἀναδιδάσκον.

“那些……对他们。” 人究竟还能把诸原理看作神以外的什么呢?因为没有任何东西比原理更古老,也没有任何东西比神和诸神更古老。因此神学家们必然作此主张,并从诸神生成一切——理智、灵魂、物体的自然,永恒之物以及可毁灭之物。因此,在被生成的事物中,既然有些与诸神自身结合,有些则在本性上决不直接与诸神连结,另一些则有时处于前者、有时处于后者的状态(我们的等级也位列其中),他们便说,那些始终注视诸神的事物,由那里的仙馔和仙浆所滋养;而仙馔赋予它们脱离生成的超脱性(在生成中存在着血迹和带血的不洁),仙浆则赋予它们在对末梢事物的预先照料中不受蛊惑,而是无情且不可动摇地统观整体的照料;至于那些有时向上迎向诸神、但在本性上也脱离彼处的事物,他们说,在说真话和守誓言时(即朝向真正存在之物并敬重神圣之物时),它们分有仙馔和仙浆,但在说谎和违背誓言时(即偏向非存在与生成并蔑视神圣之物时),它们被剥夺了源自理智界的滋养;而必死和易逝的事物则从未分有它们。那么,无论是关于诸原理,还是关于由它们而获得实存的事物,还有什么编排能比这更为真实呢?我反正是连想象都无法想到的;即便由他们所说的言论并不对所有人都显明,他们那里的晦涩或许也是故意为之,因为大众对神圣教义向来疏离;或许也是因为受到神明附体的这一族类在本性上就是这样说话的,宁可隐语式地表达,也不作系统详尽的教导。

语法注3 条
  1. 1.55ὃ σαφῶς ὁ Πλάτων μετὰ τὴν τῶν ἀϊδίων δημιουργίαν πρὸς τοὺς ἐγκοσμίους θεοὺς παραδίδωσι τὸν δημιουργὸν λέγοντα

    关系代词 ὃ 为宾格宾语,指涉前文的 τοῦτο(即被认为前人未曾探究的问题)。主要动词 παραδίδωσι 支配“宾格加分词”结构(τὸν δημιουργὸν λέγοντα),意为“记载/传达创世主说道”。紧接引文之后的分词 ἀναδιδάσκοντα 同样为阳性单数宾格,修饰 τὸν δημιουργόν。

  2. 1.55νοητὴν μόνην ἀρχὴν ἔχοντα, ὡς τὰ τῶν πραγμάτων ἀΐδια

    该分词短语附属于与过去事实相反的虚拟条件句归结从句(εἰ μὴ εἶχε ..., οὐκ ἂν ἦν θνητά)。ἔχοντα 为中性复数主格,与 τὰ θνητά 一致,作为表假定情况的伴随/条件分词(“如果仅拥有理智的原理”)。ὡς τὰ τῶν πραγμάτων ἀΐδια 属于省略形式的比照句:“犹如事物中的永恒者[仅拥有理智原理]那样”。

  3. 1.56ἐπεὶ οὖν τὰ μὲν αὐτοῖς ἥνωται τοῖς θεοῖς τῶν ἀπογεννωμένων

    由句首 ἐπεὶ οὖν 引出的从句是交代前提的原因/条件句,将被生成之物(τῶν ἀπογεννωμένων)划分为三个层级(1. τὰ μέν 与诸神常合;2. τὰ δέ 决不直接相连;3. τὰ δέ 介于二者之间摇摆)。主句则由 τὰ μὲν ἀεὶ πρὸς θεοὺς ὁρῶντα τρέφεσθαί φασιν ...(“他们说那些始终注视诸神的事物……受到滋养”)展开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:41.4-42.16