- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:39.29-41.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努斯结合《蒂迈欧篇》和《巴门尼德篇》探讨了质料与形式的混合和分有方式的难题(999b23),继而讨论了原理是在数量上还是在形式上被规定这第十个(陈述顺序中为第十一个)难题(999b24–27),从知识成立的前提以及元素性原因与动因性原因的区别对亚里斯多德的推论进行了批判性考察。
" Ἅμα... ταῦτα." Τῷ ὄντι † ἂν ἄπορος ὁ τρόπος τῆς τῶν εἰδῶν μίξεως· καὶ τοῦτο καὶ αὐτὸς ὁ θεῖος Πλάτων ἔν τε τῷ Τιμαίῳ φησὶ καὶ ἐν τῷ Παρμενίδῃ δείκνυσιν. ἆρα γὰρ μέρους ἕκαστον τῶν τῇδε μεταλαμβάνει; καὶ πῶς ἢ ἐκεῖνο μερίζεται ἢ ταῦτα ἀλλήλοις ἐστὶν ὁμοειδῆ, κατ’ ἄλλα καὶ ἄλλα μέρη τὴν ὑπόστασιν ἔχοντα; ἀλλ’ ὅλον ἑκάστῳ πάρεστι; καὶ πῶς πολλὰ μὲν τὸ ἓν γίγνεται, αὐτὸ δὲ ἑαυτοῦ χωριζόμενον ἀποδείκνυται; καὶ ὅλως ὅσα ὁ μέγας Παρμενίδης γυμνάζων τὸν Σωκράτην περὶ τὴν τῶν εἰδῶν θεωρίαν προτείνων πεποίηται.1 σχεδὸν οὖν ταὐτά ἐστιν ἃ ἠπόρησεν ἐν τούτῳ τῷ κεφαλαίῳ, ἃ καὶ οἱ τῶν εἰδῶν φίλοι ζητεῖν εἰώθασιν, εἰ ἔστιν εἴδη, τίνων ἐστὶν εἴδη, πῶς αὐτῶν ἡ ὕλη μετέχει, κράσει συνθέσει ἀλλοιώσει διαπλοκῇ, καὶ τί τὸ ἑνοποιοῦν αὐτὴν καὶ τὸ εἶδος· ταῦτα γὰρ εἴωθεν ἀπορεῖσθαι. λέγει δὲ αὐτὸς ἐν ταύτῃ τῇ πραγματείᾳ, ὅτι τὸ δυνάμει τελειούμενον καὶ εἰς ὃ πέφυκεν ἐρχόμενον οὐ δεῖται τοῦ συνδήσοντος αὐτὸ τῇ αὐτοῦ τελειότητι καὶ ἐνεργείᾳ.
“同时……这些事。” 事实上,形式的混合方式确实是一个难题;而神圣的柏拉图自己不仅在《蒂迈欧篇》中这样说,在《巴门尼德篇》中也表明了这一点。难道这里的每一事物都分有其一部分吗?那么,那个形式如何被分割,或者依照不同的部分具有其实存的这些事物又如何彼此同形式?抑或是全体临在于每一事物?那么,一如何变成多数,又如何被证明与自身分离?总之,伟大的巴门尼德在形式的沉思上训练苏格拉底时所提出的所有那些问题亦是如此。因而,他在这一章中所提出疑难的,与形式的朋友们惯常探究的几乎是同样的事情:形式是否存在,关于哪些事物有形式,质料如何分有形式(是通过混合、结合、变异还是交织),以及使质料与形式合而为一的是什么;因为这些惯常被作为疑难提出。但他自己在这一论著中说道,在潜能中趋于完满并达到其本性所趋之物,并不需要某种东西将其与自身的完满和现实结合在一起。
"Ἔτι δὲ... πάντων." Ἔστι μὲν τοῦτο ἑνδέκατον ἐν τῇ τῶν προβλημάτων ἐκθέσει, δέκατον δὲ νῦν γυμνάζεται διὰ τὸ παραλελεῖφθαι τελέως τὸ ἐν ἐκείνοις ἕκτον. ζητεῖ δὲ δι’ αὐτοῦ, πότερον εἴδει αἱ ἀρχαί εἰσιν ὡρισμέναι ἢ ἀριθμῷ· εἰ μὲν γὰρ εἴδει, φησίν, οὐδὲν τῶν τῇδε ἀριθμῷ ἓν ἀλλ’ εἴδει, ἐπειδὴ κατ’ ἐκείνας τὰ τῇδε πάντα γέγονεν. ἔτι δὲ οὐδ’ ἐπιστήμη τῶν πραγμάτων ἔσται· δεῖ γὰρ ἓν εἶναι ἀριθμῷ τὸ κατὰ πολλῶν ὁμοειδῶν θεωρούμενον, εἰ μέλλοι τις ἐπιστήμην ἀναλήψεσθαι, τά τε πολλὰ τοιαῦτα εἶναι ὥστε ἕκαστον αὐτῶν ἓν εἶναι τῷ ἀριθμῷ, ἵνα καὶ ὁμοειδῆ ἀλλήλοις ᾖ· οὐδὲν δὲ τούτων ἔσται, εἰ αἱ ἀρχαὶ μὴ ἀριθμῷ ἓν ἀλλ’ εἴδει εἰσὶν ὡρισμέναι. πᾶσα οὖν ἡ ἀκολουθία τοῦ λόγου τοιαύτη· εἰ μὴ αἱ ἀρχαὶ ἀριθμῷ ἕν, οὐδὲ τὰ ἀπ’ αὐτῶν, εἰ μηδὲν ἀριθμῷ ἕν· οὐδὲ τὸ ἐπὶ πᾶσι τοῖς ὁμοειδέσιν ἕν ἔστι λαβεῖν2 (τοῦτο γὰρ ἀριθμῷ ἕν), ἵνα μὴ καὶ τούτου ἄλλο ἐπαναβεβηκὸς ἓν ζητῶμεν, καὶ τοῦτο ἐπ’ ἄπειρον· εἰ δὲ ἐπὶ πᾶσι τοῖς ὁμοειδέσιν ἓν μὴ ἔστι λαβεῖν, οὐδ’ ἂν ἐπιστήμη εἴη.
“再者……一切。” 这在诸难题的陈述中是第十一个,但现在作为第十个来讨论,乃是因为其中的第六个完全被略去了。他通过这一难题探究原理是在形式上被规定,还是在数量上被规定;因为他说,若是在形式上,这里的任何事物就不是在数量上为一,而是在形式上为一,既然这里的所有事物都是依那些原理生成的。再者,事物的知识也将不复存在;因为若有人要获得知识,在许多同形式的事物之上被沉思的东西必须在数量上为一,并且多数事物也必须是这样的,使得它们中的每一个都在数量上为一,从而它们彼此之间也是同形式的;但如果原理不是在数量上为一而是在形式上被规定,那么这些情况都将不存在。因而论述的整个推导如下:如果原理在数量上不为一,源于它们的事物也不在数量上为一;如果没有任何事物在数量上为一,就不可能把握在所有同形式的事物之上的一(因为这在数量上是一),以免我们再去寻找高于这一的另一个一,以至无穷;但如果不可能把握在所有同形式的事物之上的一,知识也就不会存在了。
"Ἀλλὰ μὴν εἰ ἀριθμῷ ἓν καὶ μία ἑκάστη τῶν ἀρχῶν ἕως τοῦ μὴ ὄντων γε δύο τῶν αὐτῶν μηδὲ πλειόνων." Εἰ δὲ μὴ τοῖς εἴδεσιν ἀλλ’ ἀριθμῷ, φησίν, αἱ ἀρχαὶ τὸ ἓν ἔχουσι, τοσαῦτα ἔσται τὰ ἐξ αὐτῶν ὅσαι καὶ αὐταί· ὥσπερ γὰρ τὰ κδ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς, εἰ μὴ εἴδει τοσαῦτα ἦν ἀλλ’ ἀριθμῷ, τοσαῦτα ἂν ἐποίησε τὰ λεγόμενα ὅσα αὐτά ἐστιν (ἅπαξ γὰρ αὐτὰ παραλαμβάνεσθαι ἦν ἀνάγκη), καὶ ὥσπερ οἱ λίθοι εἰ τῷ ἀριθμῷ ἦσαν ὡρισμένοι, ἀναγκαῖον ἦν τὰ ἐξ αὐτῶν οἰκοδομήματα τοσαῦτα εἶναι ὅσοι καὶ οὗτοι· οὕτω καὶ τῶν ὄντων αἱ ἀρχαὶ εἴπερ ἀριθμῷ εἰσιν ὡρισμέναι, τοσαῦτα ποιήσουσιν ὅσαι αὐταί εἰσιν· εἴπερ ὡς στοιχεῖα, φαίης ἄν, ἀρχαὶ εἶεν, ἀλλὰ μὴ ὡς γεννητικαὶ καὶ ποιητικαί·3 εἰ γὰρ οὕτως, οὐ κωλύονται καίπερ ὡρισμέναι τῷ ἀριθμῷ γεννᾶν ἄπειρα. ἀλλ’ οὐδὲ ὁ πρὸς τὰς εἴδει ὡρισμένως ἐχούσας ἀρχὰς ἠρωτημένος λόγος ὑγιῶς πάντῃ προελήλυθεν· οὐ γὰρ εἰ αἱ ἀρχαὶ τοιαῦται, καὶ τὰ ἀπ’ αὐτῶν· ἀποτεμαχίζει γὰρ ἡ ὕλη καὶ ἀπομερίζει τὴν τῶν ἀΰλων καὶ νοερῶν εἰδῶν ἰδιότητα· εἴρηται δὲ περὶ τούτων ἐν τοῖς προτέροις, καὶ ὅπως αἱ μὲν νοεραὶ καὶ εἴδει καὶ ἀριθμῷ εἰσιν ὡρισμέναι, αἱ δὲ καὶ τούτων ὑπέρτεραι κρείττους ἢ κατὰ τοῦτο τὸ συναμφότερον.
“然而,如果各原理在数量上为一且为单一的……只要相同的没有两个或更多。” 他说,但如果原理拥有一不是在形式上而是在数量上,源于它们的事物就将与原理自身一样多;因为犹如可书写语音的二十四个元素,如果不是在形式上而是数量上只有这么多,它们所构成的言语就将与它们自身一样多(因为它们必然只能被采用一次),又犹如石块若在数量上是规定的,由它们构成的建筑物必然与石块自身一样多;同样,实存者的诸原理如果是在数量上被规定的,它们所构成的就将与它们自身一样多——有人也许会说,只要原理是作为元素,而不是作为生成性和动因性的存在;因为若是后者,即便在数量上是规定的,它们也决不妨碍生成无限的事物。但是,针对在形式上被规定的原理所提出的论述,也并非完全健全;因为即使原理是这样的,源于它们的事物也并不必然如此;因为质料切碎并分割了非质料的和理智的形式的特质;关于这些,在前文中已经述及,并且也论述了理智的原理如何在形式上和数量上皆被规定,而甚至高于这些原理的原理则超越了这一结合体。
- 1.52καὶ ὅλως ὅσα ὁ μέγας Παρμενίδης γυμνάζων τὸν Σωκράτην περὶ τὴν τῶν εἰδῶν θεωρίαν προτείνων πεποίηται
由 ὅσα 引导的从句在句首缺少明确的主动词,承接前文的一系列疑问句(ἆρα γάρ..., ἀλλ' ὅλον...),作为概括性的独立承接结构,省略了谓语,意即“总而言之,伟大的巴门尼德所提出的所有事情也是如此”。
- 1.53εἰ μὴ αἱ ἀρχαὶ ἀριθμῷ ἕν, οὐδὲ τὰ ἀπ’ αὐτῶν, εἰ μηδὲν ἀριθμῷ ἕν· οὐδὲ τὸ ἐπὶ πᾶσι τοῖς ὁμοειδέσιν ἕν ἔστι λαβεῖν
连环论证(sorites)中系动词 ἐστί 的连续省略:前半句为“如果原理在数量上不为一,源于它们的事物也不[在数量上为一]”,紧接着“如果没有任何东西在数量上为一,那么甚至不可能把握……之一”,结构紧凑地层层推进。
- 1.54εἴπερ ὡς στοιχεῖα, φαίης ἄν, ἀρχαὶ εἶεν, ἀλλὰ μὴ ὡς γεννητικαὶ καὶ ποιητικαί
带有插入成分 φαίης ἄν(“有人也许会说”)的潜在条件从句。此处仅给出了条件从句(εἴπερ ... εἶεν),其主句(“那么它们所造之物就与自身同数”)从前文直接承袭而省略。
