- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:38.14-39.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努阐释《形而上学》卷B第4章(999b12–999b20),阐明若非生成的质料存在,则永恒且分离的形式之存在更是必然的,并阐述了柏拉图主义关于理念设定范围的传统立场(否定人工物与个别事物的理念),以及对形式之一与多的疑难的解答。
" Ἔτι... εἶδος." Ἔνατον τοῦτο ἐν τοῖς προβλήμασιν, ὥσπερ κἀνταῦθα, καὶ φαίνεται λαμπρῶς ἡ αἰτία τῆς μεταθέσεως· ἐπεὶ γὰρ ἔδειξεν ἐν τῷ δεκάτῳ μὲν ἐκεῖ, ὀγδόῳ δὲ ἐν τούτοις, ὅτι ἐστὶν ἀγένητος ὕλη, συνῆψεν εὐθέως τὸν περὶ τοῦ χωριστοῦ εἴδους λόγον·1 εἰ γάρ ἐστιν ἀεὶ ὕλη διὰ τὸ πρὸ πάσης ἐπινοεῖσθαι γενέσεως, πολὺ εὐλογώτερον ἀγένητον εἶδος προσεπινοεῖν, ὃ καὶ τὴν ὕλην δυνάμει καὶ ἀτελῆ καὶ σὺν στερήσει πάντων ἔχουσαν τὸ εἶναι εἰς ἐνέργειαν ἄξει καὶ εἰς τελείωσιν καὶ εἰς τὴν διὰ τῶν εἰδῶν ἐπικόσμησιν.2 ὁ λόγος οὖν τοιοῦτος· εἰ ἔστιν ὕλη ἀγένητος, πολλῷ πλέον ἐστὶν εἶδος χωριστὸν καὶ ἀίδιον· οὐ γὰρ δὴ ἡ ὕλη ἑαυτὴν εἰδοποιήσει, καθάπερ ᾤοντό τινες τῶν πάλαι φυσιολόγων· εἰ δὲ ἵνα μὴ ἀναγκάζηταί τις θεῖναι ἀγένητον εἶδος, ἀρνῆται καὶ ὕλην εἶναι ἀγένητον, ἀκούσεται ὅτι μηδετέρου ὄντος ἀγενήτου οὐδὲν ἔσται· δέδεικται γὰρ ὅτι χρή τι εἶναι ἀίδιον, εἰ γένεσις εἶναι μέλλοι· εἰ δὲ ἀδύνατον μηδὲν εἶναι (τί γὰρ τούτου ἀδυνατώτερον;), δεῖ τι εἶναι ἀίδιον· τοῦτο δὲ εἰ μὲν εἶδος εἴη, ἔχω τὸ ζητούμενον· εἰ δὲ ὕλη, πάλιν ἐρῶ ὅτι πολὺ εὐλογώτερον ὕλης οὔσης ἀγενήτου καὶ εἶδος εἶναι ἀίδιον. ὥστε ἐπειδὴ ἄμφω μὲν ἀδύνατον μὴ εἶναι, ὕλης δὲ οὔσης ἀγενήτου ἀνάγκη καὶ εἶδος εἶναι, ἄμφω ἀνάγκη εἶναι. ὅτι δὲ περὶ χωριστοῦ εἴδους ὁ λόγος, σαφῶς ἐδήλωσεν ἐπάγων ἀνάγκη τι εἶναι παρὰ τὸ σύνολον, τὴν μορφὴν καὶ τὸ εἶδος. εἰ δὲ αὖ τις τοῦτο θήσει, ἀπορία ἐπὶ τίνων τε θήσει τοῦτο καὶ ἐπὶ τίνων οὔ· ὅτι μὲν γὰρ ἐπὶ πάντων οὐχ οἷόν τε, φανερόν· οὐ γὰρ ἂν θείημεν εἶναί τινα οἰκίαν παρὰ τὰς τινὰς οἰκίας. ὅπερ εἰώθει παρὰ τοῖς ἀμφὶ τὸν Παρμενίδην ἀπορεῖσθαι, τοῦτο καὶ αὐτὸς ζητεῖ, τίνων ἦν ἰδέα καὶ τίνων οὔ. δι’ ἀκριβείας μὲν οὖν ἐν τοῖς εἰς τὸν Παρμενίδην ὑπομνήμασιν Ἰαμβλίχῳ τῷ θείῳ περὶ τούτων εἴρηται· κεῖται δὲ καὶ παρὰ Πλωτίνῳ ἐν τῷ περὶ νοῦ καὶ ἰδεῶν καὶ τοῦ ὄντος σκέμματι. ὡς δὲ δι’ ἐλαχίστων εἰπεῖν ἐν τῷ παρόντι, οὔτε τῶν τεχνητῶν ἰδέας ὑποθετέον (καὶ ὀρθῶς ἀπογιγνώσκει νῦν Ἀριστοτέλης εἶναί τινα οἰκίαν παρὰ τὰς πολλὰς οἰκίας), οὔτε τῶν παρὰ φύσιν οὔτε τῶν κακῶν ἢ αἰσχρῶν οὔτε τῶν καθ’ ἕκαστα γενητῶν· τῶν δὲ ὅλων εἰδῶν τῆς γενέσεως καὶ τῶν ἐν τῷ παντὶ κόσμῳ καὶ τῶν ἀύλων τῆς ψυχῆς λόγων προεστάναι φαμὲν ἀίδια παραδείγματα νοερὰ γεννητικὰ καὶ προνοητικά.
“再者……形式[存在]。” 这是诸难题中的第九个,正如在这里一样,而且位置倒换的原因显而易见;因为既然他在那里的第十个、而在这里的第八个中表明了质料是非生成的,他便立即将关于分离形式的论述与之相连;因为如果质料由于在一切生成之前被设想而总是存在,那么附带设想一个非生成的形式就合理得多,正是这一形式把在潜能中、不完全且伴随着一切事物的匮乏而拥有存在的质料,引向现实、引向完满以及引向通过形式的装饰安排。因此论述是这样的:如果质料是非生成的,那么分离且永恒的形式的存在就更有说服力得多;因为质料决不会像昔日某些自然哲学家所认为的那样自己形式化自身。但是,如果有人为了不被迫设定非生成的形式,甚至否认质料是非生成的,他就会被告知,若两者都不是非生成的,就没有任何东西会存在;因为已经表明,如果生成将要存在,就必须有某种永恒之物存在;而如果不可能没有任何东西存在(因为有什么比这更不可能的呢?),就必须有某种永恒之物存在;如果这是形式,我就得到了所寻求之物;但如果是质料,我将再次说,既然质料是非生成的,那么形式也是永恒的就合理得多。从而,既然两者都不存在是不可能的,而且在质料是非生成的时形式也必然存在,那么两者就必然存在。至于论述是关于分离形式的,他通过接着说“在复合体之外必然存在某种东西,即形态和形式”而清楚地表明了。 “但是,如果有人反过来设定这一点,就会产生疑难:关于哪些事物他将设定这一点,而关于哪些事物则不设定;因为显然不可能关于所有事物;因为我们不会设定在个别的房屋之外存在某种房屋”。凡是在巴门尼德周围的人那里惯常被提出疑难的,即关于哪些事物有理念、关于哪些事物没有,他自己现在也进行探讨。因而,关于这些事情的精确论述,神圣的杨布里柯在其对《巴门尼德篇》的注解中已经道明;在普罗提诺关于理智、理念和存在的探讨中也有所载述。但眼下用极简短的话来说:既不应假定人工物的理念(亚里斯多德现在否认在许多房屋之外存在某种房屋是正确的),也不应假定反常事物、恶或丑陋之物的理念,亦不应假定个别的生成之物的理念;但是对于生成的全部形式、宇宙全体中的形式以及灵魂的非质料性理性原则,我们说永恒的、理智性的、具有生成力和预见性的范型统摄着它们。
"Πρὸς δὲ... ἄλογον." Καὶ τοῦτο δέ τις 〈ἂν〉 ἀπορήσειε πρὸς τοὺς εἰσάγοντας τὰ εἴδη, πότερον ἓν εἶδός ἐστι πάντων ἀνθρώπων, ὃ δηλοῦσιν αὐτοάνθρωπον· ἀλλ’ ἄτοπόν φησιν· ἔδει γὰρ καὶ τοὺς ἐνταῦθα πάντας ἀνθρώπους ἓν εἶναι, ἅτε πρὸς ἕν· [εἶναι!] ἓν γὰρ πάντα ὧν ἡ οὐσία μία.3 ποία οὐσία, ἐρωτήσομεν, ἡ κατὰ τὸ ἀχώριστον εἶδος ἢ 〈ἡ〉 κατὰ τὸ χωριστόν; 〈εἰ μὲν γὰρ ἡ κατὰ τὸ ἀχώριστον,〉 ἀληθῆ μὲν τὴν ἐπιτίμησιν εἶναί φαμεν· οὐκ ἦν δὲ ὁ λόγος ὁ νῦν περὶ τοῦ ἀχωρίστου εἴδους· εἰ δὲ ἡ κατὰ τὸ χωριστόν, οὐδὲν ἄτοπον εἶναι φήσομεν ἐξ ἑνὸς αἰτίου πολλὰ καὶ ἄπειρα γεννᾶσθαι, ὁμοειδῆ μέντοι ἀλλήλοις, εἰ κατ’ ἐκεῖνο γίγνοιτο. ὥστε εἴθ’ οὕτως ἔχει ἡ γραφή, οὐδὲν ἄτοπον ἕπεται· εἴτε γράφειν αἱροῖτό τις ἀλλ’ ἄτοπον· οὐ γὰρ πάντων ἡ οὐσία μία, τὰ αὐτὰ πάλιν ἐροῦμεν,4 ὅτι ἡ μὲν χωριστὴ οὐσία αὐτῶν καὶ αἰτία οὐ κωλύεται εἶναι μία, ἡ δὲ ἀχώριστος εἴδει μὲν μία, πολλὴ δὲ καὶ ἄπειρος τῷ ἀριθμῷ. τὸ 〈δὲ〉 πολλὰ τοῦ αὐτοῦ αἴτια χωριστὰ καὶ διάφορα ὑποτίθεσθαι, πῇ μὲν ἄλογον πῇ δὲ ἀναγκαῖον· ἐν τῷ δημιουργικῷ μὲν γὰρ νῷ ἓν ἀρκεῖ τῶν ἀνθρώπων εἶναι παράδειγμα καὶ ἄτοπον ὑποτίθεσθαι πλείω, ἀρκοῦντος τοῦ ἑνὸς πάντας ἀνθρώπους γεννᾶν· ἐπεὶ καὶ τί νῦν διοίσει ἀλλήλων ἐν ταὐτῷ ὄντα; δεῖ δὲ καὶ ἐν τῇ ψυχῇ εἶναι τοῦ παντὸς τῶν τῇδε ἀνθρώπων αἰτίαν καὶ ἐν τῇ φύσει τῶν ὅλων· καὶ ὅλως καθ’ ἑκάστην τάξιν τῶν ὄντων τὰ εἴδη, ὡς ἐν ἄλλοις δέδεικται. ὅλη δὲ ἡ ζήτησις αὕτη παρ’ ἐκεῖνο τὸ πρόβλημα γέγονε, πότερόν ἐστι καὶ τῶν καθ’ ἕκαστα εἴδη ἢ οὐδενὸς τῶν ἀτόμων γενητῶν.
“除这些之外……是不合常理的。” 有人也可能会向引入形式的人提出这样一个疑难:是否存在所有人的单一形式,他们将其表示为“人自身”;但是他说这很荒谬;因为这里的全体人类也必须是一,既然他们朝向于一;因为凡实体为一的,其全体皆为一。我们将问,是哪种实体?是依不可分离形式的实体,还是依分离形式的实体?因为若是依不可分离形式的实体,我们说这种指责是真实的;但当下的论述并非关于不可分离的形式;而若是依分离形式的实体,我们将说,从单一的原因中生成许多乃至无限的事物并非荒谬,只要它们是依据该原因而生成的,它们彼此之间便是同形式的。从而,即使文本是这样,也没有任何荒谬的结果相随;或者如果有人宁可读作“但这很荒谬;因为并非一切事物的实体都是一”,我们将再次说同样的话:它们的分离实体和原因并不妨碍是一,但不可分离的实体在形式上是一,在数量上则是多数乃至无限的。但是设定同一事物的多个且不同的分离原因,在一种意义上是不合常理的,在另一种意义上则是必然的;因为在造物主理智中,人类的一个范型就足够了,设定更多则是荒谬的,因为这一个就足以生成所有人类;因为事实上,既然在同一处,它们现在彼此之间又有何区别呢?但不仅如此,在宇宙灵魂中以及在全自然中,也必须存在这里人类的原因;一般而言,正如在其他地方所表明的那样,形式依实存者的每一个位阶而存在。而这整个探讨乃是由那个难题衍生出来的:究竟个别事物也有形式,还是任何不可分的生成事物都没有形式。
- 1.50ἐπεὶ γὰρ ἔδειξεν ἐν τῷ δεκάτῳ μὲν ἐκεῖ, ὀγδόῳ δὲ ἐν τούτοις, ὅτι ἐστὶν ἀγένητος ὕλη, συνῆψεν εὐθέως τὸν περὶ τοῦ χωριστοῦ εἴδους λόγον
主句的主动词为 συνῆψεν,前面是由 ἐπεί 引导的原因/时间从句(ἔδειξεν... ὅτι...)。副词 ἐκεῖ(“在那边”)指第1章的难题汇编,而 ἐν τούτοις(“在此处”)指第4章的具体展开。叙利亚努指出亚里士多德调整论题顺序的动机在于质料的非生成性与形式的非生成性之间的严密逻辑联系。
- 1.50ὃ καὶ τὴν ὕλην δυνάμει καὶ ἀτελῆ καὶ σὺν στερήσει πάντων ἔχουσαν τὸ εἶναι εἰς ἐνέργειαν ἄξει καὶ εἰς τελείωσιν καὶ εἰς τὴν διὰ τῶν εἰδῶν ἐπικόσμησιν
关系代词 ὃ 的先行词是前文的 ἀγένητον εἶδος。关系从句的主动词为 ἄξει,支配宾语 τὴν ὕλην,分词短语 δυνάμει καὶ ἀτελῆ καὶ σὺν στερήσει πάντων ἔχουσαν τὸ εἶναι(“在潜能中、不完全且伴随着一切事物的匮乏而拥有存在”)作其宾语补足/修饰语,其后并列了三个以 εἰς 引导的介词短语表达引向的目标。
- 1.51ἔδει γὰρ καὶ τοὺς ἐνταῦθα πάντας ἀνθρώπους ἓν εἶναι, ἅτε πρὸς ἕν· [εἶναι!] ἓν γὰρ πάντα ὧν ἡ οὐσία μία
ἔδει 是非人称动词,用于引出与事实相反的推论(“本应是……”)。方括号中的 [εἶναι!] 属于抄写重文(dittography),校勘中应予剔除。ἅτε πρὸς ἕν(“既然指向一/朝向于一”)作原因状语。ὧν 是属格关系代词,其先行词是 πάντα,在从句中修饰 ἡ οὐσία(“其实体为一的那些事物”)。
- 1.51ὥστε εἴθ’ οὕτως ἔχει ἡ γραφή, οὐδὲν ἄτοπον ἕπεται· εἴτε γράφειν αἱροῖτό τις ἀλλ’ ἄτοπον· οὐ γὰρ πάντων ἡ οὐσία μία, τὰ αὐτὰ πάλιν ἐροῦμεν
由 εἴτε... εἴτε... 构成的并列条件句。前一条采用直陈式现在时(εἴθ’ οὕτως ἔχει ἡ γραφή)指抄本的标准读法,后一条采用祈愿式(εἴτε γράφειν αἱροῖτό τις)提出文本的备选异文方案。叙利亚努论证无论采取哪种读法,柏拉图学派的学说都不会导致荒谬。
