- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:36.31-38.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努注解了亚里士多德关于普遍者是否与个别事物分离存在之困惑(999a32–999b8),阐明全盘否定普遍与理智对象将摧毁认识与永恒性,并依据质料分析的终极停止与天体永恒运动,论证了非生成且不动的理智实存之必然性。
" Ἔτι... οὐθέν." Σύνολον μὲν τὰ καθ’ ἕκαστα λέγει, οἷον τὸ εἰδοπεποιημένον καὶ ἔχον εἶδος ἐν ὑποκειμένῳ, ὅ φησι κατηγορεῖσθαι τῆς ὕλης ἔθος γὰρ αὐτῷ τὸ ἐν ὑποκειμένῳ καθ’ ὑποκειμένου καλεῖν. διαιρεῖ δὲ τελείως ἢ γὰρ παρὰ πάντα τὰ αἰσθητά ἐστι τὰ καθόλου ἢ παρ’ ἔνια ἢ παρ’ οὐδέν. ἐπειδὴ δὲ ἐξ ὑποθέσεως προάγει τὴν διαίρεσιν (εἰ γὰρ ἔστι, φησί, τὰ καθόλου), γίγνεται τὸ τρίτον ἀναιρετικὸν τῆς ὑποθέσεως,1 καθὰ πρὸ ἡμῶν καὶ ὁ Ἀλέξανδρος ἐπεσημήνατο. μήποτε οὖν οὕτω χρὴ ἀκούειν τῆς ὑποθέσεως· εἰ δεῖ ὅλως θεωρεῖν ἡμᾶς, εἴπερ ἔστι τὰ καθόλου, ἢ ἐπὶ πάντων αὐτὰ εἶναι φήσομεν ἢ ἐπὶ ἐνίων ἢ ἐπ’ οὐδένων. εἶτα δείκνυσιν ὅτι τὸ πάντῃ αὐτὰ ἀναιρεῖν τῶν ὅλων ἐστὶν ἀνατρεπτικώτατον. εἰ μὲν... ἐπιστήμην. ταχὺ ταύτῃ τῇ ὑποθέσει τὰ θειότατα τῶν ὄντων ἀνάστατα γέγονε καὶ ἡμεῖς ὡς ἔοικε μάτην παρὰ τοῦ θεοῦ τὸν νοῦν εἰλήφαμεν, ἐπιστήμη τε οὐκ ἔστιν οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς θεοῖς, εἰ μή τις κατὰ τὸν Θεαίτητον ἢ κατὰ τὸν Πρωταγόραν τὴν αἴσθησιν ἐπιστήμην ὀνομάζειν ἐπιθυμεῖ· τοῦτο δὲ σκῶμμά που ἂν εἴη καὶ οὐ σπούδασμα. ἔτι... κινήσει ἐστίν. ὁ ἀναιρῶν τὰ νοητὰ καὶ τὰ διανοίᾳ θεωρητὰ οὐ μόνον νοῦν καὶ νοητὸν καὶ ἐπιστήμην ἀναιρεῖ, ἀλλὰ καὶ πᾶν ἀΐδιον. τί δέ; οὐρανὸς οὐκ ἀΐδιος; ἢ ἀΐδιος τῷ εἶναί τι νοητὸν ἀκίνητον αἴτιον αὐτῷ τῆς ἀεικινησίας;2 ὃ εἰ μὴ εἴη, τί λείπεται ἢ πάντα τε οὐρανὸν πᾶσάν τε γένεσιν συμπεσοῦσαν στῆναι καὶ μή ποτε ἔχειν αὖθις ὅθεν κινηθέντα γενήσεται; ἀμέλει καὶ ἀλλαχοῦ μὲν τοῦτο κατεσκεύασεν, ὅτι πᾶν μὲν σῶμα ὥρισται· καὶ νῦν δὲ σαφῶς ἡμῖν ἐπιδείξει, ὅτι εἰ μή τι εἴη τῇ ἑαυτοῦ φύσει ἀΐδιον, οὐδ’ ἡ γένεσις ὑποστήσεται.
“再者……没有任何东西。” 他用“复合体”指称个别事物,比如被赋予了形式并在基底中拥有形式的事物,他说该形式述谓于质料;因为他习惯把“在基底中的”称为“关于基底而说的”。他作了完备的区分:要么在所有感觉事物之外存在普遍者,要么在某些事物之外存在,要么在任何事物之外均不存在。但是既然他是基于假定来推进这一区分的(他说,“因为如果普遍者存在”),那么第三项就成了对假定的否定,正如在我们之前亚历山大也指出的那样。那么,也许应当这样来理解这一假定:如果我们从整体上必须考察普遍者是否存在,我们将要么说它们存在于所有事物之上,要么存在于某些事物之上,要么在任何事物之上均不存在。接着他表明,彻底否定它们乃是对整体最为颠覆的。 “若是……认识”。借助这一假定,实存者中最神圣的事物迅速被颠覆,我们似乎也徒然从神那里领受了理智,而且无论在我们这里还是在诸神那里都不存在认识,除非有人愿意按照泰阿泰德或普罗泰戈拉的方式把感觉称为认识;但这大概是句玩笑话,而非严肃的探讨。 “再者……处于运动之中”。否定理智对象和经由思维观照之物的人,不仅否定了理智、理智对象和认识,而且否定了每一个永恒之物。那么怎样呢?天体难道不是永恒的吗?抑或是由于存在某种作为其永恒运动之原因的不动的理智对象,它才是永恒的?如果这一对象不存在,除了整个天体和整个生成一同崩溃停滞、再也没有使之受动而生成的来源之外,还剩下什么呢?事实上,他在别处也确立了这一点,即每一个物体都是有限的;而现在他将向我们清楚地表明,若不存在某种依其自身本性永恒的事物,生成甚至无法存立。
"Ἀλλὰ.... δυνατόν." Διὰ τί καὶ διὰ ποίαν ἀνάγκην, ἀκούσωμεν αὐτοῦ γενναίως ἐπιδεικνύντος· ἀνάγκη... ἀγένητον. εἰ ἔστι γένεσις, ἔσται μέν ποτε τὸ γιγνόμενον (οὐ γὰρ ἀτελεύτητος ἡ κατὰ τὴν γένεσιν μεταβολή), ἔσται δὲ καὶ τὸ ὑλικὸν αἴτιον, ὃ κατὰ μὲν τὸ προσεχὲς θεωρούμενον οὐ κωλύεται εἶναι γενητόν (καὶ γὰρ τοῦ ἡμετέρου σώματος ἡ προσεχὴς ὕλη γενητή), ἀναλυόμενον δὲ εἰς ἔσχατον καὶ εἰς τὴν πρώτην ὕλην ἀναπεμπόμενον ἀγένητον εἶναι ἀνάγκη· διὰ τί; ὅτι μήτε ἐπ’ ἄπειρον ἡ ὑλικὴ αἰτία πέφυκεν ἀναλύεσθαι μήτ’ ἐκ τοῦ μὴ ὄντος γένοιτο ἄν τι. καὶ ταῦτα δηλοῖ διὰ τῶν εἴπερ ἵσταται καὶ ἐκ μὴ ὄντος γενέσθαι ἀδύνατον. ὅτι μὲν οὖν ἵσταται καὶ οὐκ ἐπ’ ἄπειρον ἡ ἀνάλυσις, ἔδειξεν ἐν τῷ ἐλάττονι τῶν α, λαβὼν ὅτι οὐδ’ ἂν αἴτιον3 εἴη, εἰ μὴ πρῶτον εἴη αἴτιον· εἰ δὲ πρῶτον εἴη, ἔστι καὶ ἡ ἐπὶ τὸ ἄνω στάσις καὶ οὐκ ἐπ’ ἄπειρον ἡ τῶν αἰτίων ἀνάλυσις. ὅτι δὲ τῶν φυσικῶν οὐδὲν ἐκ τοῦ μὴ ὄντος, κοινὸν ἀξίωμα τῶν περὶ φύσεως δεινῶν.
“但是……可能的。” 究竟为何以及出于何种必然性,让我们听他卓越地论证:“必然……非生成的”。如果生成存在,生成的事物固然终究会存在(因为依生成的转变并非没有终点),质料原因也必定存在,当就近取之被考察时,它固然不妨碍是生成的(因为我们身体的邻近质料也是生成的),但当被分析到终极并被归结至第一质料时,它必然是非生成的;为何?因为质料原因天然既不至于无限被分析,任何事物也不可能从非存在中生成。他通过“若是终止,且不可能从非存在中生成”这些文句表明了这些意思。至于确实存在终止、分析并非走向无限,他在第一卷的小卷中已经指出,并假定了若不存在第一原因,也就根本不会有原因;而如果存在第一者,也就存在向上攀升的终止,诸原因的分析并非走向无限。至于在自然事物中没有任何东西来自非存在,则是通晓自然之理者的共同公理。
"Ἔτι δὲ... γέγονε." Πάσης γενέσεως ἀνάγκη πέρας εἶναι· οὐ γὰρ ἄσκοπος ἡ τῆς φύσεως κίνησις οὐδὲ ἀτελεύτητος ἡ παρ’ αὐτῇ ἀποτελουμένη γένεσις. εἰ δὲ πᾶσα πέρας ἔχει, πᾶν δὲ τὸ ἔχον πέρας ἔχει καὶ ἀρχήν (τοῦτο γὰρ δεῖ προσυπακοῦσαι), πάσης γενέσεως καὶ κινήσεώς ἐστιν ἀρχὴ καὶ πέρας. ἆρ’ οὖν καὶ τῆς οὐρανίας; δῆλον ὅτι καὶ ταύτης. ἀπειράκις δὲ γιγνομένης τῆς αὐτῆς καὶ τελευτὴν ἀρχῇ συναπτούσης4 διὰ τὴν τοῦ κινητικοῦ δύναμιν μένει ἀεικίνητος ὁ οὐρανός. ὅτι δὲ πᾶν τὸ γιγνόμενον πέρας ἔχει, καὶ οὕτω κατασκευάζει· τὸ δυνατὸν γίγνεσθαι γίγνεται· πᾶσα ἄρα γένεσις τοῦ πέρας ἔχοντος· εἰ δὲ τοῦ πέρας ἔχοντος, καὶ τοῦ ἀρχὴν ἔχοντος· πᾶσα ἄρα γένεσις καὶ κίνησις ἀρχὴν ἔχοντός ἐστι καὶ πέρας· τοῦ δὲ ἀιδίου πέρας οὐκ ἔστιν οὐδὲ ἀρχή· οὐδεμία ἄρα κίνησις οὐδὲ γένεσις τοῦ ἀιδίου ἐστίν. εἴ τι ἄρα ἐστὶν ἀίδιον, ἀγένητον αὐτὸ καὶ ἀκίνητον εἶναι δεῖ· νοητὸν ἄρα αὐτὸ ἢ διανοητὸν εἶναι χρή· ταῦτα γὰρ ἀγένητά τε καὶ ἀκίνητα· ἔστιν ἄρα τὰ νοητὰ καὶ τὰ διανοητά· τοῦτο δὲ ἦν τὸ ἐξ ἀρχῆς αὐτῷ προκείμενον. συνθετέον οὖν πάντα· εἰ γένεσίς ἐστιν (ἀνάγκη δὲ εἶναι), ἔστιν ἀίδιον· εἰ ἀίδιόν ἐστιν, ἔστιν ἀγένητόν τι καὶ ἀκίνητον· εἰ τοῦτο, ἔστι νοητόν· εἰ τοῦτο, οὐ μόνα τὰ αἰσθητὰ ὄντα.
“再者……已经生成。” 一切生成必然有其界限;因为自然的运动并非没有目标,由自然所成就的生成也并非没有终点。如果一切生成都有界限,而凡具有界限的也必定具有开端(因为必须补充理解这一点),那么一切生成与运动便都有开端和界限。那么天体的运动难道也是如此吗?显然这同样如此。但是由于同一种运动无限次生成,并因推动者的能力而将终点与开端相衔接,天体便保持着永恒运动。至于凡生成之物皆有界限,他也如下加以确立:能生成之物在生成;因此,一切生成均属于具有界限之物;如果属于具有界限之物,亦属于具有开端之物;因此,一切生成与运动均属于具有开端和界限之物;但对于永恒者而言,既无界限亦无开端;因此,没有任何运动或生成属于永恒者。因此,如果存在某种永恒之物,它就必须是非生成的且不动的;因此它必须是理智对象或思维对象;因为这些既是非生成的又是不动的;因此理智对象和思维对象是存在的;而这正是他从一开始就摆在面前的主题。因此应当综合全部环节:如果生成存在(并且它必然存在),永恒者就存在;如果永恒者存在,某种非生成且不动之物就存在;若是如此,理智对象就存在;若是如此,感觉事物就不是仅有的实存者。
- 1.47γίγνεται τὸ τρίτον ἀναιρετικὸν τῆς ὑποθέσεως
在句法上,紧接前述条件从句“εἰ γὰρ ἔστι... τὰ καθόλου”,三分肢中的第三项(παρ' οὐδέν)被表述为对该假定本身的否定(ἀναιρετικόν)。属格 τῆς ὑποθέσεως 作宾格性属格依附于谓语名词 ἀναιρετικόν。
- 1.47τῷ εἶναί τι νοητὸν ἀκίνητον αἴτιον αὐτῷ τῆς ἀεικινησίας
带冠词的与格不定式 τῷ εἶναι 表示原因,以宾格 τι νοητὸν ἀκίνητον αἴτιον 作其主语。αὐτῷ 为指代天体(οὐρανός)的与格,τῆς ἀεικινησίας 则是依附于 αἴτιον 的宾格性属格。
- 1.48λαβὼν ὅτι οὐδ’ ἂν αἴτιον εἴη, εἰ μὴ πρῶτον εἴη αἴτιον
分词 λαβών 意为“假定/设定……为前提”,修饰主动词 ἔδειξεν。ὅτι 引导的宾语从句内部包含一个虚拟条件句:归结从句采用带 ἄν 的希求法(οὐδ’ ἂν ... εἴη),条件从句采用希求法(εἰ μὴ ... εἴη)。
- 1.49ἀπειράκις δὲ γιγνομένης τῆς αὐτῆς καὶ τελευτὴν ἀρχῇ συναπτούσης
属格独立结构。其逻辑主语为承前省略的 τῆς αὐτῆς [κινήσεως](天体的圆周运动),由两个分词 γιγνομένης 和 συναπτούσης 构成,表示主句 μένει ἀεικίνητος ὁ οὐρανός 成立的原因。
