← 叙利亚努斯

亚里士多德《形而上学》注释

§35.20-36.30

作为分离原理的属与普遍者的存立难题

叙利亚努首先确认了亚里士多德在假设原因具有分离性的前提下属比种更应当作为原理的论证,指出这是健全的假言推论。随后他转向关于普遍者是否成立的第八项探讨(即《问题篇》的第十个难题),主张为了使认识与无限事物的生成成为可能,必须设立具有无限能力的统一次序以及纯粹现实性的形式与属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.45

" Πάλιν... εἰπεῖν." Βούλεται μὲν πάλιν τῷ ἀντικειμένῳ συνηγορῆσαι καὶ δεῖξαι, ὅτι οὐ τὰ ἄτομα εἴδη ἀρχαὶ ἀλλὰ 〈τὰ〉 γενικώτατα. κατασκευάζει δὲ οὕτως· ἡ ἀρχὴ τῶν ὄντων καὶ ἡ ἀληθὴς αἰτία χωριστὴ τῶν ὄντων ὀφείλει εἶναι· διὰ τί οὖν τὸ ἄτομον εἶδος χωριστὸν τῶν καθ’ ἕκαστον; ἢ ὅτι καθόλου τέ ἐστι καὶ κατὰ πάντων λέγεται; ἀλλ’ εἰ τοῦτο, τὰ γένη, ἐπεὶ καθολικώτερά τέ ἐστι καὶ κατὰ πάντων κατηγορεῖται, καὶ ἐπὶ πλέον κεχώρισται τῶν αἰσθητῶν· ὥστε μᾶλλον ἀρχαὶ τὰ γένη. καὶ ἔστι καὶ τὸ ἀξίωμα πανάληθες, ὅτι χωριστὰ εἶναι ὀφείλει τὰ αἴτια καὶ ἡ πᾶσα πρόοδος ὑγιὴς τοῦ λόγου, καὶ ἀποδέδεικται μέν, ἐξ ὑποθέσεως δὲ ἀποδέδεικται· καὶ γὰρ τὰ ἄτομα εἴδη ἀρχαί, μᾶλλον δὲ ἀρχαὶ τὰ γένη·1 ὅλως γὰρ ὁ ὁτιοῦν ἀξίωμα τοῖς εἴδεσι περιτιθεὶς μειζόνως τὰ γένη σεμνύνειν ἀναγκασθήσεται, ὥσπερ ὁ ἀνούσια λέγων εἶναι τὰ εἴδη καὶ ὑστερογενῆ μετ’ ἐπιτάσεως ταῦτα περὶ τῶν γενῶν ἐρεῖ. διὸ καὶ ἐν Κατηγορίαις ἀνούσια μὲν ἀμφότερα, μᾶλλον δὲ τοῦ εἴδους τὸ γένος.

“再次……说。” [亚里士多德]这次意图为相反的观点辩护,并表明并非不可分的种而是最高普遍者才是原理。他如下构建论辩:实存者的原理与真正原因应当与实存者相分离;那么不可分的种为何与个别事物相分离?抑或因为它是普遍的且述说于所有事物?但若是如此,属既然更加普遍且述谓于所有事物,也就更进一步与感觉事物相分离;从而属更加是原理。原因应当是分离的这一公理确实完全真实,论证的整个推进过程也是健全的,它固然得到了论证,却是基于假定而得到论证的;因为[假定]不可分的种是原理,属就更是原理。因为一般而言,无论何人将何种尊荣赋予诸种,都将被迫更极大地尊崇诸属,正如说诸种非实体且后生的人,将以更强的语气就诸属说这些话一样。因此在《范畴篇》中两者虽均非实体,但属比较于种甚至更是如此。

§1.46

"Ἔστι δ’... διηπορήσαμεν." Καὶ τοῦδε ἡ τάξις τοῦ σκέμματος μετατέθειται δέκατον μὲν γάρ ἐστιν ἐν τοῖς προβλήμασιν, ὄγδοον δὲ ἐν ταῖς τῶν λόγων γυμνασίαις παραλαμβάνεται. ζητεῖ δὲ εἴτε ἔστι παρὰ τὰ αἰσθητὰ τὰ καθόλου λεγόμενα εἴτε οὔ εἰ μὲν γὰρ μὴ εἴη, φησίν, οἴχεται ἡ ἐπιστήμη τῶν ὄντων πῶς γὰρ τὰ ἐν τῷ ἀπείρῳ χρόνῳ ἀπειράκις γιγνόμενα μάθωμεν, οὐκ ἔσται2 νυνὶ μὲν γὰρ διὰ τῶν καθόλου περιλαμβάνειν αὐτὰ νομίζομεν εἰ δὲ ταῦτα εἴη ἀνυπόστατα, καὶ ὁριστικὴ καὶ ἀποδεικτικὴ καὶ διαιρετικὴ 〈καὶ〉 πᾶσα φιλοσοφία διακενῆς ὀνειροπεπολημέναι φροῦδοι γενήσονται. εἰ δὲ εἴη, φησί, τὰ καθόλου, πάλιν ἔσται τὰ γένη καὶ τὰ εἴδη, περὶ ὧν πεπαύμεθα λέγοντες ὅτι οὐκ ἔστι. καὶ φαίνεται, δι’ ἣν αἰτίαν συνῆψε τοῦτο τῷ ἑβδόμῳ προβλήματι, ἵνα ἐκ τοῦ σύνεγγυς ἡμᾶς ὑπομνήσῃ τῶν ἐν αὐτῷ ῥηθέντων. εἴπωμεν οὖν καὶ ἡμεῖς, ὅτι οὐδὲ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ δέδεικται μὴ ὄντα τὰ γένη καὶ τὰ εἴδη πῶς γὰρ τὸ ψεῦδος ἀποδειχθείη ποτ’ ἄν; εἰ μέντοι μὴ εἴη τὰ καθόλου, οἴχεται μὲν ἐκ τῶν πραγμάτων ἐπιστήμη καὶ γὰρ εὖ τοῦτο λέγεις πρόσθες δὲ ὅτι οὐδ’ ὑποστῆναι δύναται τὰ ἄπειρα μὴ ὄντος ἑνὸς ἀπειροδυνάμου αἰτίου, εἰ μὴ ἄρα ἐκ ταὐτομάτου πῶς δὲ τὰ φύσει ἐκ ταὐτομάτου; ὥστε εἰ οὕτως ἔχοι, ἄπειροι δὲ καὶ ἄνθρωποι καὶ ἵπποι καὶ πολλὰ τῶν συνωνύμων 〈ἐν〉 τῷ ἀπείρῳ γίγνεται χρόνῳ, καθ’ ἕκαστα τούτων ἐστὶν ἑνὰς ἀπειροδύναμος, καθ’ ἣν ταῦτα ὡρισμένως ἐπ’ ἄπειρον γίγνεται μὲν ἐν τῷ παντί, γνωρίζεται δὲ † αὐτοῖς ἐχόντων τὴν τῆς τὰ ἄπειρα ποιούσης αἰτίαν. ἔτι πάντα τὰ ἐν γενέσει ζῷα ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβάλλει εἰ δὲ τοῦτο, δεῖ τι ἐν τῷ παντὶ ἐνεργείᾳ εἶναι ζῷον, ὃ τὰ δυνάμει εἰς ἐνέργειαν ἄγει ἔστι δὲ τοῦτο οὔθ’ ἥλιος οὔτε σελήνη οὔτ’ ἄλλο τι τῶν ἤδη διωρισμένων ζῴων (συμβάλλεται μὲν γὰρ καὶ τὰ θεῖα ζῷα πρὸς ὑπόστασιν καὶ τελεσιουργίαν τῶν γενητῶν), ἀλλ’ ὑφ’ οὗ κυρίως καὶ πρὸς ὃ γίγνεται τὰ τῇδε, ζῷον ἔσται μόνον ἐνεργείᾳ καὶ οὐδὲν ἄλλο, τουτέστιν αἰτία τῶν ἐν τοῖς ἀτόμοις κατατεταγμένων ζῴων. οὕτω δή μοι καὶ περὶ ἀνθρώπου καὶ περὶ ἑκάστου τῶν ἄλλων σκόπει,3 καὶ ὄψει τὰ ἀληθῆ γένη γεννητικὰ ὄντα κατὰ φύσιν καὶ τὰ ἀληθῆ εἴδη μορφωτικὰ τῶν ἀπείρων ὄντα.

“并且有……我们曾产生困惑。” 这一考察的顺序也被调换了;因为[这一问题]在诸问题中是第十个,但在诸论辩的操演中却作为第八个被采用。他探讨在感觉事物之外是否存在被称为普遍者的事物;他说,因为如果它们不存在,关于实存者的科学认识就化为乌有;因为我们在无限时间中如何能够认识无限次生成的事物,将是不可能的;因为当下我们认为是通过普遍者来把握它们;但如果这些普遍者是没有实在存立的,那么定义性的、论证性的、区分性的以及全部哲学都将徒然追逐幻梦而荡然无存。他说,如果普遍者存在,就又会有属和种,关于它们我们刚说完它们不存在。他之所以将此与第七个问题相连接的原因也是显而易见的:为了让我们就近想起在其中所说的话。因而我们也说,在前一章中也并未证明属和种不存在;因为虚妄之事怎可能被证明?然而如果普遍者不存在,科学认识固然从诸事物中消逝——因为你这话确实说得对——但请进一步补充:如果不存在一个具有无限能力的原因,无限的事物甚至无法成立,除非是出于偶然;但出于自然的事物怎会是出于偶然?因此,如果是这样,并且无限的人、马以及许多同名事物在无限时间中生成,那么在这些事物的每一类之下都存在一个具有无限能力的单一因,依据它,这些事物在宇宙中以确定的方式无限生成,并且被那些拥有产生无限事物的原因的人所认知。再者,在生成之中的所有动物都是从潜能向现实转化;若是如此,在宇宙中就必须存在某种现实的动物,将处于潜能的事物引导至现实;而这既非太阳,亦非月亮,亦非任何其他已被确定的动物(因为神圣动物对于生成者的成立与成全也有所贡献),相反,这里的事物主要由之生成并朝向之生成的原因,将仅仅是现实的动物而非别的任何东西,也就是在个别事物中被排列的那些动物的原因。故请务必依此就人以及就其他各个事物为我加以审视,你就会看到真正的属是依本性而多产的,真正的种是塑造无限事物的形式赋予者。

语法注3 条
  1. 1.45ἀποδέδεικται μέν, ἐξ ὑποθέσεως δὲ ἀποδέδεικται· καὶ γὰρ τὰ ἄτομα εἴδη ἀρχαί, μᾶλλον δὲ ἀρχαὶ τὰ γένη

    在主句断定论证是“基于假定而得到论证的”(ἐξ ὑποθέσεως)之后,καὶ γάρ 引领的从句充当包含隐含条件意义(εἰ)的解释性前提:“因为[假定]不可分的种是原理,属就更是原理”。καὶ γάρ 强调了在假设被承认的前提下推论结果的显然必然性。

  2. 1.46πῶς γὰρ τὰ ἐν τῷ ἀπείρῳ χρόνῳ ἀπειράκις γιγνόμενα μάθωμεν, οὐκ ἔσται

    πῶς ... μάθωμεν 为助动词性质的深思式虚拟语气,在逻辑上作为后文非人称动词 οὐκ ἔσται(表示可能性的 ἔστι 的将来时,意为“将是不可能的”)的从属主语。这是一个倒置的紧缩句构,意为“我们将绝无可能得知在无限时间中无限次生成的事物”。

  3. 1.46οὕτω δή μοι καὶ περὶ ἀνθρώπου καὶ περὶ ἑκάστου τῶν ἄλλων σκόπει

    附属于祈使语气动词 σκόπει 的与格 μοι 属于情态与格(伦理与格),表达了注解者对读者或听众殷切叮嘱、促其深入考察的亲切劝勉语气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:35.20-36.30