- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:34.19-35.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于在先在后之物不存在分离的共同属的主张,叙利亚努驳斥了取消属之存立的论点,论证了同属的种之间亦可存在先后与优劣,而属正是包揽并产生这一切的统一原理。
" Ἔτι... ὕστερον." Τὸ ἐπιχείρημα δοκεῖ μὲν ἀναιρεῖν καὶ τὴν ὑπόστασιν τῶν γενῶν, ἵνα δὴ μόνα τὰ ἄτομα εἴδη καὶ ᾖ καὶ εἰς ἀρχῆς λόγον1 παραλαμβάνηται. οὔτε μέντοι δρᾷ τοῦτο, καὶ εἴπερ οἷόν τε ἦν, συνανῄρητο ἂν εὐθὺς [ἔστι] καὶ τὰ εἴδη τοῖς γένεσι·2 προσάλληλα γὰρ ταῦτ’ ἐστί τε καὶ λέγεται. πῇ οὖν κατορθοῖ καὶ πῇ παραλογίζεται; ὅτι μὲν ἐπὶ τῶν ὁμογενῶν εἰδῶν ἔστιν ἰδεῖν τό τε πρότερον καὶ τὸ ὕστερον καὶ τὸ βέλτιον καὶ τὸ χεῖρον, σχεδὸν ὁμολογούμενον ἂν εἴη καὶ πρὸς ἡμῶν· καὶ ἵνα μὴ νῦν τὰ οὐράνια καὶ θεῖα καὶ ἀθάνατα καὶ νοερὰ ζῷα τοῖς χερσαίοις καὶ ἐπικήροις καὶ φθαρτοῖς καὶ ἀλογωτάτοις παραβάλλων ὄχλον συνεισφέρω τῷ σκέμματι, περὶ πάντων ἐκείνων ἀξιῶ σκοπεῖσθαι τὸν λόγον. εἴπερ αἱ διαφοραί, καθ’ ἃς τὰς δυνάμεις διακρίνομεν τῶν εἰδῶν πρὸς τὴν τῶν γενῶν ὑπόστασιν, οὔτε ἰσότιμοί εἰσι καὶ τὰ πολλὰ τοῦ εἴδους καὶ στερήσεως ἔχουσι τάξιν πρὸς ἑαυτάς, πᾶσα ἀνάγκη καὶ τὰ εἴδη διαφέρειν ἀλλήλων τῷ βελτίονι καὶ χείρονι καὶ τῷ προτέρῳ καὶ ὑστέρῳ. τιμιώτερος γοῦν παρὰ τοῖς Πυθαγορείοις ὁ περιττὸς τοῦ ἀρτίου καὶ ὁ κύκλος τῶν εὐθυγράμμων, ἔτι δὲ τὸ κυκλοφορούμενον σῶμα τοῦ εὐθυφορουμένου, καὶ τὰ ἄλλα πάντα σχεδὸν οὕτως· οὐ μὴν διὰ τοῦτο τὰ εἴδη ταῦτα οὐ τάττεται ὑφ’ ἓν γένος· εἴτε γὰρ μὴ ἐν τῷ γένει 〈αἱ〉 διαφοραὶ ἀλλ’ ἔξωθεν ἐπεισίασι τοῖς εἴδεσι, δύναται τὰ εἴδη τὸ μὲν ταὐτὸν καὶ ὅμοιον ἔχειν ἐκ τοῦ γένους, τὸ δὲ πρότερον καὶ ὕστερον καὶ βέλτιον καὶ χεῖρον ἐκ τῶν διαφορῶν· εἴτε τὸ γένος καὶ τὰς διαφορὰς πάσας τῶν ἐν ἑαυτῷ περιέχοι, παράγει μὲν πολλὰ εἴδη τὰ μὲν ἑαυτῷ προσεχέστερα, τὰ δὲ μέσην ἔχοντα τάξιν ἐν τοῖς προϊοῦσιν ἀπ’ αὐτοῦ, τὰ δὲ καὶ πρὸς τῇ τελευτῇ τῶν παρ’ αὐτοῦ γεννωμένων διακοσμήσεων ἀναφαινόμενα, πᾶσί γε μὴν ἴνδαλμα ἑαυτοῦ ἐντίθησι καὶ χαρακτῆρα καὶ ἔμφασιν, δι’ ἧς ἐπὶ τὴν μίαν αὐτῶν καὶ γενικωτάτην ἀρχὴν ἀναπέμπεσθαι δύναται. κατὰ δὴ τὴν μίαν ταύτην ἔμφασιν καὶ συνώνυμα εἶναι ἀλλήλοις οὐ κωλύεται, καίτοι κατ’ ἄλλας αἰτίας πολλὴν ἔχοντα πρὸς ἑαυτὰ διαφορὰν καὶ ἑτερότητα. σχεδὸν οὖν εἰς τοὐναντίον ὁ λόγος περιέστη τοῖς ἐπιχειρήμασι σπουδάσασιν ἀνελεῖν τὴν τῶν γενῶν ὑπόστασιν· τὰ μὲν γὰρ δέδεικται δι’ ὑπερβάλλουσαν δύναμιν γονιμωτάτην 〈τε〉 αἰτίαν καὶ πρῶτα καὶ μέσα καὶ τελευταῖα παράγοντα τῶν εἰδῶν· τὰ δὲ κατὰ τῶν ἀτόμων εἴδη λεγόμενα μικροῦ καὶ αὐτὰ ἄτομα γεγενῆσθαι3 διὰ τὸ μὴ πόρρω τῆς ὕλης τετάχθαι, φύσει οὔσης ἀγόνου καὶ τὰ πλησιάσαντα αὐτῇ στενοχωρούσης καὶ ἐπὶ πλῆθος εἰδητικῶν δυνάμεων οὐ συγχωρούσης ἐκτείνεσθαι· διόπερ οὐδὲ ἐπὶ προτέρων καὶ ὑστέρων οὐδὲ βελτιόνων καὶ χειρόνων τὸ ἄτομον εἶδος κατηγορεῖσθαι δεδύνηται διὰ σμικρότητα φύσεως καὶ περιγραφὴν ἰδιότητος.
“再者……在后者。” 这一论辩似乎意在连属的成立也取消,以便唯有不可分的种既存在又被作为原理的规定所接受。然而,它并未做到这一点,即使这原本是可能的,种也立时会与属一同被取消;因为这些事物既相互关联而存在,也被相互关联地述说。那么,它在何处是正确的,又在何处犯了谬误?在同属的种中能够看到既有在先者与在后者,又有较优者与较劣者,这一点即便由我们来看也几乎是公认的;为了不至于通过把天界的、神圣的、不朽的、理智的动物与陆生的、命定的、可朽的、最无理性的动物相比较而给考察带来困惑,我认为应当针对所有那些事物来审视这一论述。既然我们用以辨别诸种相对于属之成立的诸能力的那些种差,既不是同等受尊重的,而且大都相互处于形式与匮乏的次序中,那么诸种也必然由于较优与较劣以及在先与在后而相互区别。无论如何在毕达哥拉斯学派那里,奇数比偶数更受尊崇,圆比直线形更受尊崇,再者作圆周运动的物体比作直线运动的物体更受尊崇,其余几乎一切事物莫不如此;然而并非因此这些种就不被排列在一个属之下。因为无论诸种差并不在属内而是从外部附加于诸种,诸种能够从属那里获得相同与相似,而从诸种差那里获得在先与在后以及较优与较劣;抑或属自身包揽了其内事物的所有种差,它固然产生了许多种,有的更邻近自身,有的在其派生物中占据中间位次,有的甚至显现于由它生成的编排序列的末端,但它无论如何都在所有事物中注入了自身的影像、印记与显现,借助这一显现它们能够被引归于其单一而最高普遍的原理。正是按照这一单一的显现,它们相互之间成为同名物并不受阻碍,尽管按照其他原因它们彼此之间拥有巨大的差异与歧异。因此,对于那些急于通过论辩取消属之成立的人而言,论述几乎转到了相反的方向;因为一方面,属已被表明凭借其超绝的能力与最多产的原因产生诸种的最先者、中间者与最后者;另一方面,述谓于个别事物的种,由于被配置在距离质料不远之处,自身也几乎成了不可分者,而质料本性是不育的,会困厄邻近它的事物,不容许它们扩展到多种形式能力之上;因此,不可分的种由于其本性的微小与特异性的局限,既不能述谓于在先者与在后者,也不能述谓于较优者与较劣者。
- 1.44καὶ ἵνα μὴ νῦν ... παραβάλλων ὄχλον συνεισφέρω τῷ σκέμματι, περὶ πάντων ἐκείνων ἀξιῶ σκοπεῖσθαι τὸν λόγον
句式由表示否定目的的从句(ἵνα μὴ ... ὄχλον συνεισφέρω,“以免给考察带来困惑”,其中包含分词 παραβάλλων “通过比较……”)和主句 περὶ πάντων ἐκείνων ἀξιῶ σκοπεῖσθαι τὸν λόγον 构成。主句的 ἀξιῶ 引出宾格加不定式结构 τὸν λόγον σκοπεῖσθαι(被动,“论述被审视”)。ἐκείνων 指代前文所述一般的同属之种,而非此处插入的极端对比的例证。
- 1.44συνανῄρητο ἂν εὐθὺς [ἔστι] καὶ τὰ εἴδη τοῖς γένεσι
反事实条件句的归结节。过去完成时直陈式 συνανῄρητο 连同 ἄν 表示一种本会立时完成的非现实状态。底本中置于方括号内的 ἔστι 被视为衍字因而不参与句法构建。与格 τοῖς γένεσι 与复合动词连用表示伴随(与属一同)。
- 1.44τὰ δὲ κατὰ τῶν ἀτόμων εἴδη λεγόμενα μικροῦ καὶ αὐτὰ ἄτομα γεγενῆσθαι
此句承接上文的 τὰ μὲν γὰρ δέδεικται ...,构成 μέν...δέ 对比的后半部分。不定式 γεγενῆσθαι 承接前面表明论证结果的主动词(如 δέδεικται),构成间接引语或宾格不定式句式。短语 μικροῦ 为惯用省略(相当于 μικροῦ δεῖν),作副词用,意为“几乎/差一点”,修饰 καὶ αὐτά(“它们自身也”)。
