- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:33.1-34.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努斯注解了亚里士多德指出将最高属(一与存在)、中介属或种差作为原理所带来的荒谬之处,随后驳斥了认为最高特殊种比属更是单一与原理的论点,揭示其小前提的谬误,维护了真正的属作为超越且具包揽性的原理地位。
" Ἀλλὰ.... γένη." Εἰ μόναι ἀρχαὶ τὰ γένη, συνάγεται ἐν δευτέρῳ σχήματι·1 πᾶσα ἀρχὴ γένος, τὸ ἓν καὶ τὸ ὂν οὐ γένος, τὸ ἓν καὶ τὸ ὂν οὐκ ἔστιν ἀρχή. εἰ μέντοι μὴ πᾶσα ἀρχὴ γένος, ἀλλὰ τὶς ἀρχὴ γένος, μερικὸν ἔσται καὶ τὸ συμπέρασμα. ἔτι... οὐ δοκεῖ. εἰ τὰ πάντα, φησί, κατηγορούμενα οἷον τὸ ἓν καὶ τὸ ὂν γένη καὶ διὰ τοῦτο ἀρχαί, καὶ πάντα τὰ μεταξὺ αὐτῶν καὶ τῶν ἀτόμων εἰδῶν, ἃ δὴ καὶ ὑπάλληλα καλοῦμεν, δίκαιον γένη καὶ ἀρχὰς προσαγορεύειν· νυνὶ δὲ οὐ πάντα τὰ μεταξὺ γένη καλεῖν ἀξιοῦσι· τὰ μὲν γὰρ ὠνομασμένα γένη προσαγορεύουσιν, ὄρνιν ζῷον σῶμα, τὰ δὲ ἀνώνυμα, οἷον ἐστὶ τὸ ζῷον πτηνὸν ἢ ζῷον ὑπόπουν, οὐκέτι γένη κεκλήκασιν, ἐπειδὴ διὰ δυοῖν ὀνομάτων σημαίνεται· πάλιν ὅταν ἀντιφάσει διαιρῶσι τὰ γένη, ἐκ μὲν τῆς καταφάσεως καὶ τοῦ γένους ποιοῦσιν εἶδος, ὅπερ ἐστὶ γένος τῶν μετ’ αὐτό, ἐκ δὲ τῆς ἀποφάσεως οὐκέτι· διελόντες γὰρ εἰ τύχοι τὸ ζῷον τῷ ἄποδι καὶ ὑπόποδι ζῷον μὲν ὑπόπουν ἀναμφισβητήτως ἐποίουν, εἰ δὲ καὶ τὸ ἄπουν ἠδύνατο εἶναι εἰδοποιόν, 〈οὐκ〉 ἐπεσκέπτοντο·2 πῶς οὖν οὐχὶ μαχόμενα πρὸς ἑαυτοὺς διατάττονται; ταῦτα δὲ ἐπὶ μὲν τοῦ παρόντος εἴτε σπουδάζων εἴτε λογικῶς ἐπιχειρῶν ὁ Ἀριστοτέλης λέγει, σκοπεῖν ἔξεστι μὲν κοινῶς. ὅτι δὲ καὶ ἐν τῷ πρώτῳ τῆς περὶ μορίων ζῴων τὰ αὐτὰ ταῦτα τῇ Πλάτωνος ἐγκαλεῖ διαιρετικῇ, σαφές ἐστι τοῖς ἐκείνων μὴ ἐπιλελησμένοις.
“然而……诸属。” 如果唯有属是原理,则在第二格中推导得出:所有原理都是属,“一”与“存在”不是属,因此“一”与“存在”不是原理。然而,如果并非所有原理都是属,而是某种原理是属,那么结论也将是特称的。 “再者……并不被认为。” 他说,如果被述谓于一切事物的东西,如“一”与“存在”,是属并因此是原理,那么将它们与不可分的种之间的所有中介物,即我们亦称之为相继下属的事物,合理地称为属和原理也是应当的;但如今他们并不认为有理由将所有中介物都称为属;因为他们将有名者称为属,如鸟、动物、物体,而对无名者,例如有翼动物或有足动物,却不再称为属,因为它们是由两个名称表示的。再者,当他们通过矛盾对立划分属时,从肯定与属之中造成一个种,而这又是其后诸事物的属,但从否定之中却不再造成;因为如果他们碰巧以无足和有足来划分动物,他们毫无争议地造成了有足动物,但无足是否也能构成形式,他们却没有考察;那么他们岂不是确立了与自身相冲突的事情吗?亚里士多德在当前究竟是严肃论述还是进行论辩性的反驳,固然可以共同考察;但他即使在《动物体躯论》第一卷中对柏拉图的划分法提出这完全相同的指责,对于未遗忘彼处论证的人而言也是显而易见的。
"Πρὸς δὲ.. τιθῇ ὡς ἀρχήν." * * καὶ τοῦ τὰ γενικώτατα φάσκοντος ἀρχὰς εἶναι δόγματος. εἰ γὰρ τὰ γένη ἀρχαί, πολλῷ πλέον αἱ διαφοραί· ὕλης μὲν γὰρ λόγον ἔχει τὰ γένη, τοῦ δὲ εἴδους αἱ διαφοραί, μᾶλλον δὲ τῆς ὕλης τὸ εἶδος ἀρχή· εἰ οὖν τὰ γένη, πολλῷ πλέον αἱ διαφοραί. εἰ δὲ καὶ αἱ διαφοραὶ ἀρχαί, σχεδὸν ἄπειροι αἱ ἀρχαί· ἐὰν γάρ τις ἐννοήσῃ τὰ ὑπὸ τὴν οὐσίαν εἴδη καὶ ὅτι τῶν εἰδῶν πλείους αἱ διαφοραί, εἴσεται ὅτι πάντως μὲν ἡμῖν ἄγνωστοι διὰ πλῆθος· τίς γὰρ βοτανῶν καὶ λίθων καὶ δένδρων καὶ ζῴων ἁπάντων ἐπεξελθεῖν ταῖς ἐξαλλαγαῖς δυνήσεται; κινδυνεύουσι δὲ καὶ τῇ οἰκείᾳ φύσει πλησίον εἶναι τοῦ ἀπείρου·3 χρὴ δὲ τὰς ἀρχὰς ἀριθμῷ μὲν ἐλαχίστας εἶναι, δυνάμει δὲ τῶν ὅλων γεννητικάς τε καὶ περιληπτικάς. ταῦτα μὲν ὁ τούτων ὕθλος· εἰ δὲ ἐν ταῖς γενικωτάταις αἰτίαις πάσας ἑνιαίως τὰς διαφορὰς περιέχεσθαι λέγοι τις, φεύξεται καὶ τὸ πλῆθος τῶν ἀρχῶν τὸ κατ’ ἀριθμὸν καὶ οὐδὲν ἀναίτιον ἐρεῖ τῶν ἐν τῷ κόσμῳ γίγνεσθαι.
“此外……设定为原理。” [……]亦针对主张最高普遍者是原理的教说。因为如果诸属是原理,诸种差就更是如此;因为诸属具有质料的规定,而诸种差具有形式的规定,形式比质料更是原理;因此如果诸属是原理,诸种差就更是如此。但如果诸种差也是原理,原理就几乎成了无限的;因为如果有人考虑到实体之下的诸种,并且种差多于诸种,他就会知道它们因繁多而对我们完全不可知;因为谁能穷尽所有草本、石头、树木和动物的变异呢?而且它们按其自身本性而言也处于接近无限的危险之中;然而原理必须在数目上最少,在能力上能生成并包揽全体。这些乃是他们的胡言乱语;但若有人主张一切种差以单一的方式包含在最高普遍的原因之中,他就既能避免原理在数目上的众多,也不会说宇宙中生成的任何事物是无因产生的。
"Ἀλλὰ... ἀνθρώπων." Ὁ λόγος τὸ εἶδος τὸ ἄτομον ὡς ἀδιαίρετον ὂν καὶ μᾶλλον ἓν βούλεται λέγειν ἀρχὴν ἤπερ τὸ γένος· διαιρετὸν γάρ φησι τοῦτο καὶ οὐ μᾶλλον ἓν ἢ πολλά· διχῶς γὰρ γιγνομένης τῆς διαιρέσεως καὶ προτέρας γε τῆς κατ’ εἴδη (καὶ γὰρ τῶν πάντῃ ἀσωμάτων αὕτη οὐσιῶν καὶ τῶν δέκα κατηγοριῶν, ἡ δὲ λοιπὴ ποσῶν μόνων), καθ’ ἑκατέραν μὲν τὸ διαιρούμενον ἧττόν ἐστιν ἓν τοῦ διαιρετοῦ, μάλιστα δὲ τὰ κατ’ εἶδος τεμνόμενα· πολλὰ γὰρ ὅλα ποιεῖ. τὰ μὲν οὖν γένη εἰς εἴδη διαιρούμενα πλῆθος ἐν ἑαυτοῖς ἔχει, τὸ δὲ εἰδικώτατον οὐχ ὡς 〈γένος〉 τῶν καθ’ ἕκαστα κατηγορεῖται (διὸ μηδὲ τέμνεται εἰς αὐτά), ἀλλ’ ὡς εἶδος αὐτῶν ἄτομον * * * συντίθησιν οὕτως· τὸ εἰδικώτατον τοῦ γένους μᾶλλον ἕν· τὸ μᾶλλον ἓν μᾶλλον ἀρχή, τὸ εἰδικώτατον τοῦ γένους μᾶλλον ἀρχή. παραλογίζεται δὲ ὁ λόγος κατὰ τὴν ἐλάττονα πρότασιν·4 οὐ γὰρ δύναται τὸ πλησίον τῶν ἀπείρων μᾶλλον ἓν εἶναι τοῦ πορρωτέρω αὐτῶν ἱδρυμένου· ὅλως δὲ οὐδ’ οὕτω διαιρεῖται τὸ γένος εἰς εἴδη ὡς δαπανηθῆναι εἰς τὴν τούτων ὑπόστασιν,5 ἀλλὰ μένον ὃ ἔστι τὸ ἀληθὲς γένος ὑφίστησι τὰ εἴδη. δυνάμει μὲν οὖν περιληπτικώτερον αὐτῶν ἐστι τὸ γένος, ἀριθμῷ δὲ ἑνικώτερον· τοῦτο δέ φαμεν προσήκειν ταῖς ἀρχαῖς.
“然而……人们的。” 论证试图将不可分的种称为原理而非属,理由是它是不可分的且更为单一;因为他说后者是可分的,且单一并不甚于繁多;因为划分有二重,且按种的划分更为先在(因为按种的划分属于完全非物体的实体和十个范畴,而其余的划分仅属于量),而在每一种划分中,被划分者都逊于可分者之单一,但按种被切割者尤为如此;因为它造成了许多全体。因此,诸属在被划分为诸种时,自身之内便拥有众多,而最高特殊种并不是作为个别事物的[属]被述谓的(因此也不被切割成它们),而是作为它们的不可分的种[被述谓][……]他这样构架:“最高特殊种比属更为单一;更为单一者更是原理;因此最高特殊种比属更是原理”。但论证在小前提上犯了谬误;因为邻近无限事物者,不可能比确立在远离它们之处者更为单一;总体而言,属也决不是以被消耗进诸种的成立之中的方式划分为诸种的,而是真正的属在保持其自身所是的同时使诸种得以成立。因此,在能力上属对它们更具包揽性,而在数目上则更为单一;而我们主张这正是原理所应具备的。
- 1.41Εἰ μόναι ἀρχαὶ τὰ γένη, συνάγεται ἐν δευτέρῳ σχήματι
第二格三段论(Camestres)的公式化:大前提“所有原理都是属”(全称肯定),小前提“‘一’与‘存在’不是属”(全称否定),结论“‘一’与‘存在’不是原理”(全称否定)。后文指出,若并非所有原理都是属,大前提降为特称肯定(τὶς ἀρχὴ γένος),结论也随之变为特称(μερικόν)。
- 1.41εἰ δὲ καὶ τὸ ἄπουν ἠδύνατο εἶναι εἰδοποιόν, 〈οὐκ〉 ἐπεσκέπτοντο
由 εἰ 引导的间接疑问从句充当主动词 ἐπεσκέπτοντο 的宾语。底本增补的否定词 〈οὐκ〉 确立了上下文的对比意义:他们毫无疑义地承认了肯定肢(有足),却“没有考察”否定肢(无足)是否也能构成种的形式。
- 1.42κινδυνεύουσι δὲ καὶ τῇ οἰκείᾳ φύσει πλησίον εἶναι τοῦ ἀπείρου
动词 κινδυνεύω 搭配不定式(εἶναι)构成的结构,意为“面临……的危险”或“很可能……”。主语承前指诸种差(αἱ διαφοραί),属格补足语 τοῦ ἀπείρου 由介词性副词 πλησίον 所支配。
- 1.43παραλογίζεται δὲ ὁ λόγος κατὰ τὴν ἐλάττονα πρότασιν
介词 κατά 接宾格(τὴν ἐλάττονα πρότασιν)表示基准或方面(“在小前提上”)。叙利亚努斯指出该推论在小前提(最高特殊种比属更为单一)上存在谬误,而非大前提(更为单一者更是原理)。
- 1.43οὐδ’ οὕτω διαιρεῖται τὸ γένος εἰς εἴδη ὡς δαπανηθῆναι εἰς τὴν τούτων ὑπόστασιν
οὕτω... ὡς 搭配不定式(δαπανηθῆναι)表示结果:“属并不是以此种方式——即消耗在诸种的存立中——划分为诸种的”。这与后文的伴随分词短语 μένον ὃ ἔστι(“保持其自身所是”)构成强烈的对比。
