- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:31.21-32.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚诺阐释了亚里士多德关于“存在”与“一”不能是属的论证(因二者被述谓于种差,而属则不然),随后对漫步学派关于种差的学说以及亚历山大的问题解说进行了批判性考察。
" Οὐχ οἷόν τε... τὸ ὄν." Πῶς μὲν περιληπτικωτάτας τῶν ὄντων ἀρχὰς ἔλεγον οἱ πάλαι τὸ ἓν καὶ τὸ ὄν, εἴρηται· νυνὶ δὲ ὅτι τὴν τῶν γενῶν τῶν ἐπιγεννηματικῶν ἰδιότητα οὐ δέχεται ταῦτα, δείκνυσιν ὁ λόγος. ἐπιχειρεῖ δὲ οὕτω· τὸ ἓν καὶ τὸ ὄν τῶν διαφορῶν κατηγορεῖται, τὰ εἴδη καὶ τὰ γένη τῶν διαφορῶν οὐ κατηγορεῖται, τὸ ἓν καὶ τὸ ὂν οὔτε γένος οὔτε εἶδός ἐστιν. ἑρμηνεύει δὲ ταῦτα τοῦτον τὸν τρόπον. ἀνάγκη... ἑκάστην. τουτέστιν ἀνάγκη τὸ ἓν καὶ τὸ ὂν πάσης διαφορᾶς κατηγορεῖσθαι. ἀδύνατον... εἰδῶν. ὡς εἰ ἔλεγεν, ἀδύνατον δὲ ἢ τὸν ἄνθρωπον ὅλου τοῦ λογικοῦ κατηγορεῖσθαι (οἰκεία γὰρ αὐτοῦ καὶ εἰδοποιὸς αὕτη διαφορά· πῶς δ’ ἂν τοὔλαττον τοῦ ἐπὶ πλέον ἐκτεινομένου κατηγοροῖτο;) ἢ τὸ ζῷον ἔξω που τῆς ἀνθρώπου φύσεως κειμένου τοῦ λογικοῦ κατ’ αὐτοῦ ῥηθῆναι·1 οὔτ’ οὖν ἄνθρωπος, ὅς ἐστιν εἶδος γένους, κατὰ τῆς ἑαυτοῦ ῥηθείη ποτ’ ἂν διαφορᾶς, οὔτε τὸ ζῷον, μὴ κατηγορούμενον τοῦ ἀνθρώπου, ἰδίᾳ τοῦ λογικοῦ ποτε ἂν κατηγορηθείη. ἀλλὰ μὴν τὸ ἓν καὶ τὸ ὂν πάσης διαφορᾶς κατηγορεῖται· οὔτ’ ἄρα εἶδος τῶν ὄντων τινὸς οὔτε γένος τὸ ἓν καὶ τὸ ὄν· ὥστ’ εἴπερ γένος τὸ ἓν ἢ τὸ ὄν, οὐδεμία διαφορὰ οὔτε ὂν οὔτε ἓν ἔσται. εἰ δέ τις ἐκ παντὸς [εἰσὶ] γλίχοιτο λέγειν εἶναι γένη τό τε ἓν καὶ τὸ ὄν, ἕπεται αὐτῷ μηδεμιᾶς διαφορᾶς ταῦτα κατηγορεῖν· ὃ καὶ ἄτοπόν ἐστι καὶ τῆς ὑποθέσεως τῶν πρεσβευόντων αὐτὰ λίαν ἀνατρεπτικόν· οὐκέτι γὰρ ἔσται γενικώτατον τὸ ἓν καὶ τὸ ὄν, οὐδὲ πάντων κατηγορηθήσεται. ταῦτα μὲν ἐπιχειρηματικῶς νῦν ὁ Ἀριστοτέλης διαλέγεται. χρὴ μέντοι εἰδέναι, ὅτι πᾶς ὁ τῶν διαφορῶν λόγος ἐπιδιορθώσεως χρήζει παρὰ τούτοις τοῖς ἀνδράσιν· οὔτε γὰρ πόθεν ἐπεισίασιν εἰς τὴν εἰδοποιίαν, ἐπειδὴ τοῖς γένεσιν οὔ φασιν ἐνυπάρχειν αὐτάς, διδάσκουσιν ἡμᾶς, οὔτε πῶς ἔτι δύναται τὸ γένος κατὰ παντὸς τοῦ εἴδους λέγεσθαι μὴ περιέχον τὰς διαφοράς, ἀξίως λόγου παρέστησαν, οὔτε τὰς διαφορὰς τῶν γενῶν ἐπισκεψάμενοι τάς τε κατὰ τὸ ἀκατάτακτον καὶ τὰς κατὰ τὸ κατατεταγμένον, τάς τε κατὰ τὸ πρεσβύτερον τῶν εἰδῶν καὶ τὰς κατὰ τὸ νεώτερον ἱκανῶς διείλοντο, ποῖα μὲν ἔχει2 τῶν γενῶν καὶ ἐνεργείᾳ τὰς διαφοράς, ποῖα δὲ ὡς ἐν ὕλης λόγῳ προυποβέβληται τοῖς εἴδεσι, καὶ ποῖα μὲν τὴν πρωτουργὸν αἰτίαν αὐτῶν προειληφότα πᾶσαν αὐτῶν παράγει τὴν σύστασιν, ποῖα δὲ μιμούμενα τὰς ὄντως αἰτίας τῶν εἰδῶν κατηγορεῖσθαι μόνον κατ’ αὐτῶν πέφυκεν. ἀλλὰ καὶ ἣν καθεὶς εἰς τὴν περὶ τούτων σκέψιν ὁ Ἀλέξανδρος δοκεῖ θεραπείαν ἐπινενοηκέναι τῷ δόγματι, πασῶν ἐστιν ὡς οἶμαι δοξῶν ἀλλοκοτωτάτη. φησὶ δὲ τῶν μὲν δένδρων εἰ τύχοι μὴ εἶναι τὰς διαφορὰς ἐν τῷ φυτῷ, μηδὲ τὰς 〈τῶν〉 φυτῶν ἐν τῷ ἐμψύχῳ σώματι μηδὲ τὰς τούτων ἐν σώματι, πάσας μέντοι ἐν τῇ οὐσίᾳ εἶναι τὰς τῶν οὐσιῶν, καὶ τὸ μὲν ζῷον μὴ ἔχειν τὰς ἀνθρώπου διαφορὰς μηδὲ τὰς ζῴου τὸ ἔμψυχον σῶμα, τὴν δὲ οὐσίαν πάσας τὰς τῶν ζῴων καὶ τῶν ἐμψύχων σωμάτων. καίτοι εἰ διὰ τοῦτο τὸ ζῷον οὐκ ἔχει τὰς τῶν ὑπ’ αὐτὸ εἰδῶν, ἵνα μὴ ἄλογον ἅμα καὶ λογικὸν ᾖ θνητὸν καὶ ἀθάνατον ἐνεργείᾳ,3 πῶς οὐχὶ περὶ τὴν οὐσίαν πάλιν ταὐτὰ συμβήσεται; πῶς δὲ διαιρῶν τὴν οὐσίαν οὐχὶ καὶ εἰς τὰς διαφορὰς αὐτὴν διαιρεῖς, ἀλλ’ εἰς μόνα τὰ εἴδη; διὰ τί οὐχ ἕξει τὸ ζῷον τοῦτον τὸν λόγον πρὸς ἄνθρωπον, ὃν ἡ οὐσία πρὸς αὐτό; ὥστε εἴπερ ἡ οὐσία κατηγορεῖται τῶν εἰδοποιουσῶν τὸ ζῷον διαφορῶν, καὶ τὸ ζῷον τῶν τοῦ ἀνθρώπου κατηγορηθήσεται. ἔτι δὲ εἰ κατὰ τῶν διαφορῶν ἡ οὐσία, εἴδη αὐτῆς αἱ διαφοραί· ὥσθ’ ἕξουσι καὶ αὐταὶ διαφοράς, αἷς χωρίζονται τῶν ἄλλων οὐσιῶν. πᾶν γὰρ εἶδος ὑπὸ γένος ταττόμενον ἐξ αὐτοῦ καὶ διαφορῶν ὑφέστηκε, καὶ εἰ μὲν αἱ διαφοραὶ τῶν διαφορῶν ὑπὸ τὴν οὐσίαν, ἐπ’ ἄπειρον ὁδεύσομεν· πάλιν γὰρ εἴδη καὶ αὐταὶ οὐσιῶν, καὶ ἕξουσιν ἄλλας διαφοράς· εἰ δὲ μὴ οὐσίαι, πόθεν ἐπεισίασι ταῖς οὐσίαις; οὐ γὰρ δὴ ἀπ’ ἄλλης κατηγορίας οὐδ’ ἀπὸ ταὐτομάτου. πῶς δὲ τοῦ Ἀριστοτέλους ἐν τούτοις λέγοντος, ὅτι τὸ γένος οὐ κατηγορεῖται τῶν διαφορῶν χωρὶς τοῦ εἴδους, τὰς μὴ οὔσας διαφορὰς ἐν τοῖς εἴδεσι τῆς οὐσίας καθ’ αὑτὰς ἐν τῇ οὐσίᾳ φαμὲν εἶναι; καὶ ταῦτα μὲν αὐτοῦ που καταβεβλήσθω, τάχα καὶ πέρα τοῦ μετρίου παρ’ ἡμῶν ἐξετασθέντα· τοσοῦτον δὲ πάλιν ἐπειπόντες, ὅτι διαρθρωτέον τὸν περὶ τῶν διαφορῶν λόγον ταραχωδέστερον διατεθέντα παρ’ αὐτοῖς, μετίωμεν ἐπὶ τὰ ἑξῆς.
“不可能……存在。” 古人如何将“一”与“存在”称为存在者中最具包揽性的原理,已经述及;而如今这一论证表明,它们并不接受衍生诸属的固有属性。他这样展开论证:“一”与“存在”被述谓于种差,而诸种与诸属不被述谓于种差,因此“一”与“存在”既非属亦非种。他以这种方式解释这些内容: “必然……每一个。” 也就是说,“一”与“存在”必然被述谓于每一个种差。 “不可能……诸种的。” 这正如他若在说:既不可能使“人”被述谓于整个“理性的”(因为这是其自身固有的、构成形式的种差;但更狭窄者怎能被述谓于延伸得更广阔者呢?),也不可能在“理性的”被置于人这一自然本性之外的某处时,“动物”被述谓于它。因此,作为属之种的“人”绝不可能被述谓于其自身的种差,而“动物”在不被述谓于“人”的情况下,也绝不可能单独被述谓于“理性的”。然而,“一”与“存在”确实被述谓于每一个种差;因此在存在者中,“一”与“存在”既不是任何事物的种,也不是属。因此,若“一”或“存在”是属,则任何种差都既非存在亦非一。 但若有人无论如何都渴望主张“一”与“存在”二者是属,那么对他而言便必然得出结论:不把它们述谓于任何种差;这不仅荒谬,而且对拥护它们的人的前提来说极具颠覆性;因为“一”与“存在”将不再是最高属,也不会被述谓于一切事物。亚里士多德现在便是以论辩的方式探讨这些。 然而应当知道的是,在这些人[亚里士多德等人]那里,关于种差的整个论述都需要修正;因为他们既然说种差并不内在存在于属中,就既没有教导我们种差究竟从何处进入形式的生成,也没有以值得称道的方式表明,属在不包含种差的情况下如何还能被述谓于整个种,更没有考察属的种差——无论按照未被统摄的和按照被统摄的,还是按照诸种中先在的与后在的——充分地区分:究竟哪些属在现实态上也包含种差,哪些属以质料的规定预先作为基底呈现给诸种,哪些属预先掌握了它们的始作之因而产生出其整个构成,哪些属仅仅模仿诸种的真正原因而生来只被述谓于它们。 不仅如此,亚历山大深入到关于这些问题的考察中似乎为该教说构想出的补救办法,依我之见在所有观点中是最为怪异的。他说,例如,树木的种差不在植物中,植物的种差不在有灵魂的身体中,这些[有灵魂的身体]的种差亦不在身体中,然而实体的所有种差都在实体之中;动物没有人的种差,有灵魂的身体也没有动物的种差,但实体却拥有动物和有灵魂的身体的所有种差。 然而,如果动物不拥有属于其下的诸种之种差是由于为了不使它在现实态上同时成为无理性的与理性的、必死的与不死的,那么对于实体而言,怎会不同样再次发生这些事呢?而且你在划分实体时,为何不也将其划分为种差,而只将其划分为诸种?为何动物对人不会具有恰如实体对动物所具有的同等比例?因而倘若实体被述谓于构成动物之形式的种差,动物也应被述谓于人的种差。 再者,如果实体被述谓于种差,那么种差就是实体的诸种;从而它们自身也将拥有使自身与其他实体相分离的种差。因为每一个被安置于属之下的种都是由该属和诸种差构成的,如果种差的种差在实体之下,我们便将走向无穷;因为它们自身又将是实体的诸种,并且将拥有其他种差;但若它们不是实体,它们又从何处进入实体呢?总不至于来自另一个范畴,或是来自偶然而自发吧。 此外,亚里士多德在这些地方说过,属若脱离了种便不能被述谓于种差,在此情况下,我们又怎能说那些不在实体的诸种之中的种差,就自身而言却存在于实体之中呢?哪怕这些论点在我们这里或许被超出节度地考察了,就让它们留在那里吧;我们只需再次补充这么一句:在他们那里被处理得相当混乱的关于种差的论述必须加以明确厘清,然后便转向接下来的内容。
- 1.40ἀδύνατον δὲ ἢ τὸν ἄνθρωπον ὅλου τοῦ λογικοῦ κατηγορεῖσθαι ... ἢ τὸ ζῷον ἔξω που τῆς ἀνθρώπου φύσεως κειμένου τοῦ λογικοῦ κατ’ αὐτοῦ ῥηθῆναι
由 ἀδύνατον 引出的双重 ἢ ... ἢ ...(“既不可能……也不可能……”)结构。在后半分句中,ἔξω που τῆς ἀνθρώπου φύσεως κειμένου τοῦ λογικοῦ 构成属格独立结构(“在理性的被置于人的本性之外的某处时”),τὸ ζῷον 作宾格主语,ῥηθῆναι 为不定式谓语,支配 κατ’ αὐτοῦ。
- 1.40οὔτε τὰς διαφορὰς τῶν γενῶν ἐπισκεψάμενοι τάς τε κατὰ τὸ ἀκατάτακτον καὶ τὰς κατὰ τὸ κατατεταγμένον ... ἱκανῶς διείλοντο, ποῖα μὲν ἔχει
主句谓语动词 διείλοντο(中动语态第二不定过去时直陈式第三人称复数)以紧随其后的间接疑问句(ποῖα μὲν ... ποῖα δὲ ...)作宾语。前面的分词短语 οὔτε ... ἐπισκεψάμενοι 为主格阳性复数,与主语一致,支配相关的双重宾格短语(τάς τε ... καὶ τάς ...)。
- 1.40ἵνα μὴ ἄλογον ἅμα καὶ λογικὸν ᾖ θνητὸν καὶ ἀθάνατον ἐνεργείᾳ
目的从句 ἵνα μὴ ... ᾖ 嵌在条件从句 εἰ διὰ τοῦτο τὸ ζῷον οὐκ ἔχει ... 内部,解释逍遥学派该主张的缘由。虚拟式 ᾖ 的主语承前指 τὸ ζῷον,两组相对立的形容词(ἄλογον ἅμα καὶ λογικόν, θνητὸν καὶ ἀθάνατον)作谓表语,并由与格 ἐνεργείᾳ(“在现实态上”)来修饰。
