- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:30.20-31.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努考察了基于定义由属构成而主张属是原理的论证,指出该论证会重新倒退回内在成分的主张,随后着手探讨第八个难题(究竟是最高属还是最低种是原理)。
" Ἀλλὰ... ἐνυπαρχόντων." Ὅτι εἷς ἐστιν ἑκάστου τῶν εἰδῶν ὁ κυριώτατος ὁρισμός, ἔδειξεν ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς, καὶ ὅτι οὗτος πάντως διὰ τῶν γενῶν, ὥστε ταύτῃ ἂν μᾶλλον κατὰ τὴν αὐτοῦ δίαιταν ἀρχαὶ τὰ γένη λέγοιντ’ ἄν. εἰ γὰρ ἐκ τῶν γενῶν ὁ ὁρισμός (καὶ γὰρ αἱ διαφοραὶ † γενητικαί ὡς τὸ εἶδος), ἐξ ὧν δὲ ὁ ὁρισμός, ταῦτα ἀρχαί, τὰ γένη ἂν εἶεν ἀρχαί. εἰ μὴ ἄρα καὶ οἱ τἀναντία πρεσβεύοντες τὰ γένη καὶ τὰς διαφοράς, ἐξ ὧν οἱ ὁρισμοί, στοιχεῖα τοῦ εἴδους ἐπιδεικνύουσι1 μένοντα καὶ ἐνυπάρχοντα τῷ εἴδει ὡς ἐν αὐτῷ κατατεταγμένα, ἀλλ’ οὐχ ὡς ἐξῃρημένα τῶν εἰδῶν οὐδ’ αἴτια αὐτῶν ὄντα ποιητικὰ ἢ τελικά· οὕτω δ’ ἂν τὰ ἐνυπάρχοντα πάλιν ἀρχαί. ἀλλ’ ἡ μὲν λογομαχία τοιαύτη· τὸ δὲ ἀληθὲς προείρηται, παρ’ οὗ καὶ τὴν δίαιταν τοῖς ἀμφισβητοῦσι λόγοις ποριστέον.2
“但是……内在成分的。” 对于形式中的每一个而言,其最本真的定义都只有一个,并且这定义完全是通过诸属而构成的,这一点[亚里士多德]在《后分析篇》中已经表明;因此依他自己的判定,在这方面诸属宁可说会被称为原理。因为如果定义由诸属构成(因为种差也像形式一样是产生性的),而定义由之构成的那些东西是原理,那么诸属就会是原理。难道支持相反见解的人不也是将定义由之构成的诸属与种差,表明为存留在形式之中且作为被安置于形式之内而在形式中内在的元素,而非表明为超越于形式之外,亦非表明为形式的动力因或目的因?如此一来,内在成分便又重新成为原理了。然而名词之争便是如此;而真理已在前面讲过,针对相争论证的裁决也必须从中获得。
"Πρὸς δὲ... ἀτόμων." Ὄγδοον μέν ἐστι τοῦτο κατὰ τὴν διανομὴν τῶν προβλημάτων, ἕβδομον δὲ νῦν γυμνάζεται διὰ τὸ παρεῖσθαι τὸ ἕκτον. ἤδη δὲ καὶ περὶ τούτου προείπομεν, καὶ ληπτέον ἐκεῖθεν τὴν ἀλήθειαν τοῦ δόγματος, νυνὶ δὲ τὴν ἰσχὺν τῶν μαχομένων λόγων θεωρήσωμεν. εἰ μὲν... ὄντων. περὶ μὲν ἀνυπαρξίας τῶν καθόλου καιρὸς οὐδετέροις ἂν εἴη λέγειν· ἑκάτεροι γὰρ ἀξιοῦσιν εἶναι τὰ καθόλου καὶ οἱ τὰ γενικώτατα κοσμεῖν τῷ τῶν ἀρχῶν ἀξιώματι σπουδάζοντες καὶ οἱ τὰ εἰδικώτατα μᾶλλον εἰς ἀρχῆς θέσιν ἐπιτηδειότερα νομίζοντες εἶναι. λοιπὸν δὲ ὁ τῶν γενικωτάτων προϊστάμενος λόγος, ἐπειδὴ τῆς ἀρχῆς ἡ ἔννοια καὶ τὸ ἀϊδιώτατον ἔχει καὶ τὸ ἄυλον καὶ τὸ περιληπτικώτατον τῶν ὄντων καὶ τὸ τῶν τελευταίων ἐξῃρημένον καὶ χωριστόν, ἀξιοῖ τὸ μᾶλλον καθόλου μᾶλλον εἶναι ἀρχήν, τὸ δὲ γενικώτατον τοιοῦτον εἶναι, διὸ καὶ λέγεσθαι κατὰ πάντων ὡς μιᾷ φύσει πάντα περιλαμβάνον καὶ πᾶσι παρεῖναι δυνάμενον χωριστῶς.3 εἰ δὴ τοῦτο κρατοίη, τοσαῦται μὲν ἔσονται ἀρχαὶ ὅσα τὰ γενικώτατα, εἴτε δέκα ταῦτ’ εἴη εἴτε ἓξ εἴτε πέντε εἴτε καὶ δύο· κινδυνεύει δὲ κρατήσειν ἡ πρεσβεύουσα δόξα τὸ ἓν καὶ τὸ ὄν· οὐ γάρ ἐστι τῶν ὄντων οὐδέν, καθ’ οὗ τούτων ἑκάτερον οὐ ῥηθήσεται. ταῦτα μὲν ὁ τούτων μῦθος· ὁ δὲ ἀνταγωνιζόμενος αὐτοῖς λόγος πρῶτον μὲν ἐπιχειρήσει ταῦτα δεῖξαι μὴ γένη, λέγω δὲ τὸ ὂν καὶ τὸ ἕν· ἔπειτα μηδὲ ἀρχάς, κἄπειθ’ οὕτως ὅτι οὐδ’ ἄλλα γενικώτατα ὄντα τῇ φύσει· τὸ γὰρ ὂν καὶ τὸ ἓν οὐ γενικώτατα, εἴπερ γε οὐδὲ γένη. ὅτι οὖν οὐδὲ τὰ ὄντως γενικώτατα ἀρχαὶ ἄν εἶεν, κατασκευάζει· ἄρχεται δὲ ἐντεῦθεν·
“此外除这些之外……不可分者。” 根据难题的划分,这是第八个难题,但如今由于第六个被略过,便作为第七个来进行操练。关于这一点我们此前也已经说过,学说的真理应当从那里去把握,但现在让我们考察相互抗衡的诸论证的力量。“如果……存在者们的”。双方都不可能有适当时机来谈论普遍者的非存在;因为每一方都主张普遍者存在,无论那些热衷于以原理的尊严装点最高属的人,还是那些认为最低种反而更适合原理之地位的人,皆是如此。随后,拥护最高属的论证——既然原理的概念具有最永恒、非质料、对存在者最具有包揽性以及超越并分离于终极事物的特征——便主张:越是普遍的就越是原理,而最高属乃是这样一种东西,因此作为以单一自然本性包揽万物并能够以分离的方式呈现在万物之中的东西,它被述谓于一切事物。因此,如果这一见解胜出,原理的数目便将与最高属的数目一样多,无论它们是十个、六个、五个还是两个;并且那主张“一”与“存在”的见解就有胜出的危险;因为在存在者中,没有任何事物是这两者中的每一者所不被述谓的。这些便是他们的神话传说;但与他们相抗衡的论证将首先试图表明这些——我指的是“存在”与“一”——并非诸属;其次表明它们甚至不是原理,然后进而表明按自然本性属于最高属的其他东西亦非原理;因为“存在”与“一”倘若甚至不是诸属,也就绝非最高属。因此,哪怕是真正最高属的东西也不能是原理,这一点是他所确立的;而他是从这里开始的:
- 1.38εἰ μὴ ἄρα καὶ οἱ τἀναντία πρεσβεύοντες τὰ γένη καὶ τὰς διαφοράς, ἐξ ὧν οἱ ὁρισμοί, στοιχεῖα τοῦ εἴδους ἐπιδεικνύουσι
连词短语 εἰ μὴ ἄρα 引出一个反诘性的反驳或例外情况(“难道不是……”或“除非其实……”)。此处用于说明:支持内在成分说的一方,完全可以将定义中的属与种差重新解释为形式内部的内在“元素”(στοιχεῖα),从而消解对方将属立为超越性原因的主张。
- 1.38παρ’ οὗ καὶ τὴν δίαιταν τοῖς ἀμφισβητοῦσι λόγοις ποριστέον
介词短语 παρ’ οὗ 中的关系代名词先行词为前面的中性名词 τὸ ἀληθές(“真理”),表示判决的来源出处。ποριστέον 为动形容词,用于非人称句式(相当于 δεῖ πορίζειν),支配宾格 τὴν δίαιταν,而 τοῖς ἀμφισβητοῦσι λόγοις 则是利益/参照与格。
- 1.39διὸ καὶ λέγεσθαι κατὰ πάντων ὡς μιᾷ φύσει πάντα περιλαμβάνον καὶ πᾶσι παρεῖναι δυνάμενον χωριστῶς
不定式 λέγεσθαι 属于受前面的主述动词 ἀξιοῖ 所支配的“宾格加不定式”结构,其逻辑主语为前文的中性宾格 τὸ δὲ γενικώτατον。分词 περιλαμβάνον 与 δυνάμενον 均为中性单数宾格,与 τὸ γενικώτατον 一致,充当表述原因或方式的附加说明。
