- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:29.12-30.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚诺阐明了亚里士多德略过第六个难题而转入第七个难题(原理究竟是内在成分还是属,998a20–998b6)的脉络,审视了属作为定义与事物之原理的论据,并指出内在成分与超越之属能够在不同意义上同时为原理。
" Περὶ τε... αὐτῆς." Ἦν μὲν ἐν τῇ ἐκθέσει τῶν προβλημάτων ἕκτον τῶν ἠπορημένων, τίνος ἐστὶ περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ ἐναντίου καὶ ἑτέρου καὶ ἀνομοίου διαλαβεῖν ἐπιστημόνως,1 καθάπερ ἐνδόξως τοῦ διαλεκτικοῦ· τοῦτο δὲ ὑπερβὰς νῦν, ἴσως ἐπειδὴ τῷ ἐφεξῆς βιβλίῳ τῷ Γ λαμπρῶς ἔμελλεν ἀποφανεῖσθαι περὶ αὐτῶν ὡς τῷ πρώτῳ φιλοσόφῳ προσηκόντων (καὶ γὰρ πολλὴν μὲν διαπορίαν οὐκ ἐπεδέχετο τὸ σκέμμα, μᾶλλον δὲ ἀποφάσεως ἐδεῖτο καὶ βραχείας ἐπικρίσεως), ἢ ὅτι καὶ ἐν τῷ Ι τὴν τελεωτάτην ἡμῖν αὐτῶν παραδώσει διδασκαλίαν· ταῦτ’ οὖν ὑπερβὰς διά τινας τοιαύτας αἰτίας, ὃ ἐν τοῖς πρώτοις ἕβδομον ἔταξε, νῦν ἕκτον παραλαμβάνει καὶ ζητεῖ, πότερον τὰ ἐνυπάρχοντα ἀρχαὶ τῶν πραγμάτων ἢ τὰ γένη· ἀπεκρινάμεθα δὲ ἤδη, ποίας μὲν ἀρχὰς τὰ ἐνυπάρχοντα συμπληροῖ, τίνας δὲ τὰ γένη, οὐ τὰ κατ’ ἐπίνοιαν ὑστερογενῆ διαπλαττόμενα, ἀλλ’ ὅσα πρωτουργά ἐστι καὶ ἐν τοῖς ὅλοις αἰτίοις ἵδρυται. ἀλλ’ οὐδὲ τὰ Ἀριστοτέλους ὁρῶμεν ἔχοντά τι ἀσαφὲς ἐν τῇ ἐκθέσει τοῦ προβλήματος οὔτ’ ἐν τῇ κατασκευῇ τοῦ τὰ ἐνυπάρχοντα εἶναι τὰς ἀρχάς· ὅθεν ἐπὶ τὰ ἑξῆς μετίωμεν, ἐν οἷς τὰ γένη φησὶν εἶναι μᾶλλον ἀρχάς.
“关于……其自身。” 在诸难题的陈述中,所存疑的问题中第六个是:像辩证家有声望地进行探讨那样,以科学的方式把握同一、相似、相反、相异与不相似,究竟属于谁的职责?然而[亚里士多德]如今跳过了这一问题——或许是因为他在紧接其后的伽玛卷中将要精彩地表明这些属于第一哲学家(因为这一探究确实不容许过多的深入研讨,而宁可说是需要断定与简要的裁决),又或者是因为在约塔卷中他也将向我们传授关于它们的最完备的教义——因诸如此类的原因跳过了这些之后,他如今将起初列为第七个的难题作为第六个接过来,并探究究竟是内在成分是事物的原理,还是诸属是原理。至于内在成分充当何种原理,诸属又充当何种原理(并非指依观念而后生构造出的属,而是指那些作为本初运作且奠基于全整原因之中的属),我们此前已经作答。而且我们看到,亚里士多德在陈述该难题时,抑或在确立内在成分即是诸原理时,其言论均无任何晦涩之处;因此让我们过渡到接下来的内容,在其中他说诸属宁可说是原理。
"Εἰ δὲ ἕκαστον... τὰ γένη." Ὅτι μὲν ἕκαστον γνωρίζομεν διὰ τῶν ὁρισμῶν, ἐστί πως ἀληθές· ἀλλὰ πῶς ἀρχαὶ τὰ γένη τῶν ὁρισμῶν, εἰ μὴ ἄρα ὡς ἐνυπάρχοντα τοῖς ὁρισμοῖς; οὐκοῦν καὶ διὰ τοῦτο ἀποδείκνυμεν, ὅτι τὰ ἐνυπάρχοντα μᾶλλον ἀρχαὶ ἢ ἄλλο τι· εἰ γὰρ καὶ τὰ γένη διὰ τοῦτο ἀρχαί, ὅτι ἐνυπάρχουσι τοῖς ὁρισμοῖς, κἂν θέλωμεν κατασκευάζειν ὡς ἔοικεν, ὅτι ἄλλο τί ἐστιν ἀρχὴ παρὰ τὰ ἐνυπάρχοντα, καταντῶμεν πάλιν ἐπὶ τὰ ἐνυπάρχοντα. εἰ μὴ ἄρα οὕτως ἀρχαὶ τὰ γένη τῶν ὁρισμῶν, ὅτι εἴδη μὲν οἱ ὁρισμοί, τὰ δὲ γένη τῶν εἰδῶν κατηγορεῖται. ἀλλ’ εἰ μὲν τὰ ὑστερογενῆ καὶ ἐπιγεννηματικὰ τῶν γενῶν δεχόμεθα, πῶς ἂν αὐτὰ τῶν εἰδῶν ἀρχὰς ἢ τῶν ὁρισμῶν λέγοιμεν; εἰ δὲ τὰ ἐν τῷ παντὶ προεστῶτα τῆς κατ’ εἴδη τῶν ὄντων διακοσμήσεως θεωροίημεν, ἴσως ἂν οὕτως ἐπ’ ἀρχὰς ἀληθεστέρας ἐπιβαίνοιμεν.
“若每一个……诸属。” 我们通过定义来认识每一事物,这在某种意义上确实是真的;但若不是作为内在成分存在于定义中,诸属又如何会是定义的原理呢?因此通过这一点,我们也论证了内在成分比其他任何东西都更是原理;因为如果诸属也是由于内在于定义之中才是原理,那么正如所见,哪怕我们想要确立在内在成分之外还有别的某种东西是原理,我们也终将再次归结到内在成分上。难道说诸属作为定义的原理是依循这种方式:定义乃是形式,而诸属被述谓于诸形式?然而,如果我们接受诸属中后生的和派生性的那些,我们又如何能说它们是形式或定义的原理呢?但如果我们在宇宙中观照那统领存在者按形式秩序化的[真实]诸属,或许我们便能借此达到更为真实的原理。
"Καὶ εἰ... εἰσίν." Εἴρηται ποῖα γένη τῷ ὄντι τῶν εἰδῶν αἴτιά εἰσι καὶ ἀρχαί. φαίνονται... χρῆσθαι. οἱ τὸ ἓν ἢ τὸ ὂν ἢ τὴν ἀόριστον δυάδα τῶν ὄντων ἀρχὰς εἶναι λέγοντες καὶ τελεσιουργοὺς αὐτὰς παρεδίδοσαν,2 ἐκ μὲν τοῦ ἑνὸς τἀγαθὸν ἐφήκειν τοῖς πᾶσιν ἐθέλοντες, ἐκ δὲ τοῦ ὄντος τὸ εἶναι, ἐκ δὲ τῆς ἀορίστου δυάδος τάς τε δυνάμεις καὶ τὰς ἐνεργείας καὶ τὰς κινήσεις καὶ προόδους καὶ αὐξήσεις παντοδαπάς, καὶ οὐδὲν εἶναι τῶν ὄντων, ὃ μὴ μετέχει τοῦ τε ἑνὸς καὶ τῆς ἀορίστου δυάδος καὶ τοῦ ὄντος καὶ ὑπ’ αὐτῶν ἀπογεννᾶται. εἰ οὖν διὰ τοῦτο γένη τις αὐτοὺς ἐθέλοι ταῦτα τῶν πάντων ὀνομάζειν, φθόνος οὐδεὶς τῶν ὀνομάτων. εἰπὼν δὲ δι’ ἃς αἰτίας τὰ ἐνυπάρχοντα μᾶλλον ἀρχαὶ ἢ τὰ γένη καὶ μάρτυρι τῷ Ἐμπεδοκλεῖ χρησάμενος, ἐρεῖ τὰς αἰτίας [τὰς] δι’ ἃς τὰ γένη μᾶλλον ἢ τὰ ἐνυπάρχοντα, καὶ τοὺς Πυθαγορείους καὶ Πλάτωνα συνηγόρους ταύτης τῆς δόξης παραστησάμενος νῦν λοιπὸν λέγει, ὅτι ἀνάγκη τοὺς ἑτέρους κρατεῖν· ἄμφω γὰρ ἀληθεύειν οὐ δύναται. ἡμεῖς δὲ προείπομεν, ὅτι ἄλλοτε ἄλλων ἀρχῶν λαμβανομένων δύναται ἄμφω ἀληθεύειν.
“若……是。” 究竟何种属才是形式的真正的因与原理,此前已有论述。“看来……使用”。主张“一”或“存在”或“不定之二”是存在者之原理的人,也曾将它们作为完善性的因传授下来,他们意指从“一”中将善赋予万物,从“存在”中赋予存在,从“不定之二”中赋予诸种能力、活动、运动、流出以及万般增长,并且在存在者中没有任何事物是不分有“一”、“不定之二”和“存在”且不由它们所生成的。因此,如果有人因这一缘故主张他们将这些称为万物的属,对于名称并无任何嫉吝之争。在陈述了内在成分比诸属更是原理的原因并以恩培多克勒作为见证之后,[亚里士多德]将陈述诸属比内在成分更是原理的原因;在引介了毕达哥拉斯学派与柏拉图作为该见解的辩护者之后,他如今在余下的部分中声称,两者中必定有一方胜出,因为双方绝不可能同时为真。然而我们此前已说过,只要在不同场合采纳不同的原理,两者便完全能够同时为真。
- 1.35τίνος ἐστὶ περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ ἐναντίου καὶ ἑτέρου καὶ ἀνομοίου διαλαβεῖν ἐπιστημόνως
属格 τίνος 与动词 ἐστί 以及不定词 διαλαβεῖν 连用,构成表示职责或所属的表语属格(“究竟属于谁的职责去科学地把握……”)。句末的 καθάπερ ἐνδόξως τοῦ διαλεκτικοῦ 则是 τοῦ διαλεκτικοῦ [ἐστι διαλαβεῖν] 的省略结构,将哲学家的科学探究与辩证家的通说性探讨形成对比。
- 1.37οἱ τὸ ἓν ἢ τὸ ὂν ἢ τὴν ἀόριστον δυάδα τῶν ὄντων ἀρχὰς εἶναι λέγοντες καὶ τελεσιουργοὺς αὐτὰς παρεδίδοσαν
句首带冠词的分词短语 οἱ ... λέγοντες 作为语法主语被前置提出,但此处并未直接连接主谓动词,而是插入了连词 καί 来引入限定主动词 παρεδίδοσαν。这属于将主语短语悬置提示、再以附加强调意味的 καί 引导主句谓语动词的构文(“那些主张……的人,他们也同样传授了……”)。
