- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:2.15-3.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努阐明了第一哲学为何不仅要考察实体的诸原因,还要考察论证的第一原理(共通公理),随后论述了关于实体的科学是单一的还是多门的问题,并从柏拉图主义的角度解释了各门具体科学与最高智慧之间的从属关系。
" Καὶ πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης ἰδεῖν μόνον, ἢ καὶ περὶ τῶν ἀρχῶν ἐξ ὧν δεικνύουσι πάντες." Ζητεῖ μὲν εἰ ὁ πρῶτος φιλόσοφος τὰς αἰτίας τοῦ ὄντος ἐπιστάμενος εἴσεται καὶ τὴν ἐν ταῖς πρωτίσταις καὶ ἀμέσοις προτάσεσιν ἀλήθειαν, ἢ ἑτέρου μὲν ἡ γνῶσις τῶν τοῦ ὄντος ἀρχῶν, ἑτέρου δὲ τῶν ὄντων καὶ ὀλικωτάτων ἀξιωμάτων. δῆλον δέ ἐστιν ὅτι τοῦ αὐτοῦ καὶ ταύτην κἀκεῖνα γινώσκειν·1 οὔτε γὰρ ἀγνοῶν τὰ ἕτερα τέλειός ἐστι καὶ κατὰ τὴν ἑκατέρων τῶν ἀρχῶν εἴδησιν ἐπιστήμην ἕξει τῶν ἐπιστημῶν, διὰ μὲν τῆς τῶν ἀξιωμάτων θεωρίας ἀρχὰς εἰδὼς τὰς ἀποδεικτικὰς καὶ χορηγῶν αὐτὰς ταῖς ἄλλαις ἐπιστήμαις (διαλεκτικῇ μὲν καὶ ὅλως πάσαις ταῖς συλλογιζομέναις, ὅτι μὴ δυνατὸν τὸ αὐτὸ φάναι ἅμα καὶ ἀποφάναι, φυσικῇ δὲ ὅτι μηδὲν ἐκ τοῦ μὴ ὄντος γίγνεται, γεωμετρίᾳ δὲ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, πᾶσι δὲ καὶ πάσαις ὅτι τἀγαθὸν τὸ ἔσχατον τῶν ἐφετῶν· περὶ ὧν αἱ μὲν χρώμεναι πιστευτικὴν ἕξουσι γνῶσιν, αὐτὸς δὲ παρὰ νοῦ ταύτας ἀποδεξάμενος κρειττόνως ἢ κατὰ ἀπόδειξιν ἐπιστήσεται), διὰ δὲ τῆς τοῦ ὄντος αἰτίας πάντα τὰ ἐπιστητὰ θεωρῶν. ὥσπερ οὖν τοῦ αὐτοῦ ἐστιν ἐπιστήμην ἔχειν καὶ τὸ ἐπιστητόν, καὶ ὁ τοῦ ἑτέρου μὴ τυχὼν οὐδὲ τὸ λειπόμενον ἔχει, οὕτως ἑνὸς καὶ τοῦ αὐτοῦ ἀνδρὸς τὰς αἰτίας τῶν ὄντων ἐπεσκέφθαι καὶ τὰς ἀποδεικτικὰς ἀρχάς, δι’ ὧν τά τε ὄντα καὶ τὰς εἰδήσεις τῶν ὄντων ἄνωθεν ἔκ τινος νοερᾶς περιωπῆς ἐπισκέψεται. εἴτε ἔστι περὶ τὴν οὐσίαν, πότερον μία περὶ πάσας ἢ πλείονές εἰσι. ζητεῖ μὲν εἰ συγχωρηθείσης τῆς σοφίας περὶ τὸ ὂν ἔχειν περὶ πᾶν ἕξει τὸ ὂν αὕτη, ἢ πλείους ἔσονται αἱ τὴν γνῶσιν τοῦ ὄντος κατανειμάμεναι. ἀποκρινούμεθα δὲ ὅτι τῆς μὲν σοφίας ἐστὶ τὰ ὄντα πάντα ᾗ ἐστιν ὄντα εἰδέναι· οὐδὲν μέντοι κωλύει καὶ ἄλλας εἶναι μόρια τοῦ ὄντος κατανειμαμένας, εἰ καὶ ἑτέρως αὐτὰ καὶ κοινότερον θεωροῦσιν, οἷον τὴν ἀριθμητικὴν καὶ τὴν ἀστρολογίαν, φυσικήν, ἰατρικὴν κἂν εἴ τινες ἄλλαι τοιαῦται. καὶ εἰ πλείονες, πότερον ἅπασαι συγγενεῖς, ἢ τὰς μὲν σοφίας τὰς δὲ ἄλλο τι λεκτέον αὐτῶν. τοῦτο λείψανόν ἐστι τοῦ πρὸ αὐτοῦ· καὶ γὰρ οὐδ’ ἐν τοῖς ἑπομένοις ἰδίᾳ περὶ αὐτοῦ ποιήσεται λόγους. φαίης δ’ ἂν ἀπαντῶν πρὸς τὸ πρόβλημα, ὅτιπερ τὰ μὲν εἴδη τῆς ὅλης φιλοσοφίας, οἷον ἡ πρώτη φιλοσοφία καὶ ἡ φυσική, ἀλλήλαις τε συγγενεῖς καὶ τῇ ὅλῃ, αἱ δὲ μὴ περὶ τὰς οὐσίας προηγουμένως διατρίβουσαι, ὡς αἱ μαθηματικαί, ὡς μὲν μὴ συνταττόμεναι πρὸς αὐτὴν τὴν σοφίαν ἢ παρισούμεναι αὐτῆς τῷ μεγέθει καὶ κάλλει καὶ ἀξιώματι, οὐδαμῶς ἂν αὐτῆς συγγενεῖς εἶναι λέγοιντο, ὅθεν οὐδὲ πολλαὶ σοφίαι, ἀλλὰ μία ἡ ἀληθεστάτη· ὡς δ’ ἀπ’ αὐτῆς προϊοῦσαι2 καὶ τῶν ἐνδοθεισῶν παρ’ αὐτῆς ἀρχῶν ἐξηρτημέναι καὶ μηδ’ ὁπωστιοῦν ἀποστατεῖν αὐτῆς δυνάμεναι, ταύτῃ γε ἀλλήλων τε ἂν καὶ τῆς ἡγεμονικωτάτης καὶ ἑαυτῶν ἐπιστήμης συγγενεῖς εἶναι λέγοιντο· καὶ ὅτι πασῶν ὁ νοῦς ἐστι πατὴρ ἐξῃρημένος, εἰ καὶ προσεχῶς μὲν τῆς σοφίας, οἱονεὶ μονάδα τινὰ ταύτην ἐπιστημῶν ὑποστησάμενος πάντα τὰ εἴδη τῶν γνώσεων ἐν ἑαυτῇ προειληφυῖαν ἀρχοειδῶς, δι’ αὐτῆς δὲ καὶ τῶν μερικωτέρων τὰς ἀρχὰς καταβαλλόμενος.
“以及,属于这门科学的仅仅是考察实体的第一原理,还是也关乎众人据以进行论证的那些原理。” 他所探究的是,第一哲学家作为知晓有之原因的人,是否也会知晓存在于最初的和直接的前提中的真理,抑或是对有之原理的认识属于一人,而对存在者最普遍的公理的认识属于另一人。但显而易见的是,知晓前者与后者都属于同一个人。因为不知晓二者之一他就不是完满的,并且他将依照对两类原理的认识而拥有科学之科学:一方面,通过对公理的观照知晓论证的原理,并将它们提供给其他科学(向辩证法以及总体而言所有进行推论的科学提供:不可能同时肯定与否定同一事物;向物理学提供:无不能生有;向几何学提供:与同一事物相等的彼此也相等;向所有人与所有科学提供:善是所企求之物的终极;关于这些原理,运用它们的诸科学将拥有基于信念的认识,但他自己从理智那里领受了这些原理,将以高于论证的方式知晓它们);另一方面,通过有的原因观照所有可知事物。因此,正如拥有科学与拥有可知对象属于同一个人,未获其一者亦无所余者一样,考察存在者的原因与考察论证的原理,同样属于同一人,他将借由这些原理从上方、从某种理智的了望所去考察存在者以及关于存在者的各种认识。“或者如果是关于实体的,那么究竟是有一门关于所有实体的科学,还是有数门科学”。他所探究的是,既然承认智慧是关乎有的,它究竟是关乎一切有,还是会有数门科学瓜分了对有的认识。而我们要回答说,按其作为存在者而言知晓所有存在者属于智慧;然而这绝不妨碍存在瓜分了有的各个部分的其他科学,即便它们是以不同的、更为共通的方式观照这些部分,如算术、天文学、物理学、医学以及诸如此类的其他科学。“而如果是数门,究竟全都是同族的,还是其中一些被称为智慧,另一些则被称为某种别的东西”。这是前一个问题的余绪;因为他在接下来的论述中也不会对此专门立论。人们在回应这一问题时可以说:作为整体哲学的诸形式,例如第一哲学与物理学,彼此之间以及与整体哲学都是同族的;而那些并非首要地从事于实体的科学,如诸数学科学,就其不与智慧本身同列、亦不能比拟于其崇高、优美与尊严而言,绝不会被称为与它是同族的(由此也并没有诸多智慧,而是只有唯一的、最真实的智慧);但就它们出自智慧、依系于智慧所赋予的原理且绝不可能以任何方式脱离智慧而言,至少在这方面,它们会被称为彼此同族,并与它们自身最首要的支配性科学同族;而且理智是一切科学的超绝之父,即便直接而言是智慧之父,理智将智慧确立为以原理的方式在自身中预先包容了所有认识形式的、科学的某种单子,并通过智慧奠定了更为局部的诸科学的原理。
- 1.2δῆλον δέ ἐστιν ὅτι τοῦ αὐτοῦ καὶ ταύτην κἀκεῖνα γινώσκειν
属格 τοῦ αὐτοῦ 是表示归属或所有的表语性属格(“属于同一个人”),不定式短语 καὶ ταύτην κἀκεῖνα γινώσκειν(“知晓前者与后者”)充当主语。ταύτην(阴性单数)指前文的 τὴν ἐν ταῖς πρωτίσταις καὶ ἀμέσοις προτάσεσιν ἀλήθειαν(即公理),ἐκεῖνα(中性复数,用法同下句的 τὰ ἕτερα)则指有的原因或原理(τὰς αἰτίας τοῦ ὄντος / τῶν τοῦ ὄντος ἀρχῶν)。
- 1.2ὡς μὲν μὴ συνταττόμεναι ... ὡς δ’ ἀπ’ αὐτῆς προϊοῦσαι
由 ὡς 引导的两个对立的分词短语(ὡς μὲν μὴ συνταττόμεναι ... ὡς δ’ ἀπ’ αὐτῆς προϊοῦσαι)表达了对主语 αἱ δὲ μὴ περὶ τὰς οὐσίας προηγουμένως διατρίβουσαι(非主要从事于实体的诸科学)的不同视角的限定。它们形成对仗,分别与主句谓语 οὐδαμῶς ἂν ... λέγοιντο(“就……而言绝不能说是同族的”)以及 ταύτῃ γε ... λέγοιντο(“就……而言至少在这方面可以说是同族的”)相呼应。
