← 叙利亚努斯

亚里士多德《形而上学》注释

§28.7-29.11

可感事物中的普遍形式与对诸质难的反驳

叙利亚努斯捍卫了主张内在可感个别事物之中的普遍形式(居间本性)的柏拉图主义立场,并逐一反驳了亚里士多德关于两个立体同处一地、不动性以及引入此类实体的必然性等质难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.34#2

οἱ λέγοντες1 μεταξὺ μὲν εἶναί τι τῶν νοητῶν εἰδῶν καὶ τῶν αἰσθητῶν, εἶναι δὲ τὴν μέσην ταύτην φύσιν ἐν τοῖς ἐσχάτοις καὶ ἐνύλοις εἴδεσιν, εἰ μὲν ἅπαν τὸ μεταξὺ λέγοιεν εἶναι ἐν τοῖς καθ’ ἕκαστα τῶν αἰσθητῶν, ὁμολογουμένως πταίουσιν· εἰ δὲ πολλαχῶς τοῦ καθόλου ἀνθρώπου φέρε καὶ ἡλίου θεωρουμένου καὶ τοῦ μὲν ὄντος ἐν τῇ ψυχῇ τοῦ παντός, τοῦ δὲ ἐν τῇ κοσμικῇ φύσει, τοῦ δὲ ἐν ταῖς ἡμετέραις ψυχαῖς εἶναί τινα λέγοιεν κοινὸν ἄνθρωπον καὶ ἐν Σωκράτει κατατεταγμένον, καὶ τὸν ἥλιον αὐτόν, εἰ καὶ εἷς εἴη, ἀλλ’ οὖν ἔχειν καὶ τὴν τοῦ ὅλου ποιότητα εἴδους, οὐδὲν ἔμοιγε πλημμελεῖν δοκοῦσιν, ἐπεὶ πρὸς τῇ τοῦ πράγματος ἀληθείᾳ καὶ τῶν [ἐκ τῶν] ἐκ τῆς αὐτοῦ φιλοσοφίας ὁρμωμένων2 ἔστι πολλάκις ἀκούειν, ὅτι τὸ κοινὸν ἐν τοῖς καθ’ ἕκαστά ἐστι, καὶ οἱ Στωικοὶ δὲ τοὺς κοινῶς ποιοὺς πρὸ τῶν ἰδίως ποιῶν ἀποτίθενται· τί δὲ ἄλλο ἐστὶ τὸ ὁριστὸν ἢ τὸ ἐν τοῖς καθ’ ἕκαστα κοινὸν κατατεταγμένον; ὥστε εἰ ἔστιν ὁρίσασθαι ἥλιον ἢ οὐρανὸν ἢ σελήνην, κατ’ ἐκεῖνο ἄν τις ὁρίσαιτο τούτων ἕκαστον, ὃ ὑπῆρχεν ἂν πᾶσιν ἡλίοις, εἰ καὶ μυρίοι ὄντες ὁμοειδεῖς ἦσαν ἀλλήλοις. ἔχει μὲν οὕτω τὰ πράγματα· ἴδωμεν δὲ εἴ τινα ἐκ τῶν λόγων αἰσχύνην προσοφλισκάνουσιν οἱ λέγοντες ἕκαστον τῶν αἰσθητῶν ἔχειν ἐν ἑαυτοῖς τι καθόλου κατατεταγμένον. ἐρωτᾷ τοίνυν αὐτούς, διὰ τί μὴ καὶ τὰ εἴδη ἐν τοῖς αἰσθητοῖς ἀποτίθενται. τὸ δὲ οἶμαι πρόχειρον ἐκείνοις εἰς διάλυσιν· φήσουσι γὰρ ὅτι τὰ εἴδη ἄυλά ἐστι καὶ χωριστὰ πάντη καὶ νοερὰ καὶ δημιουργικὰ καὶ ἑαυτῶν μόνως ὄντα τὰ πάντα γεννᾷ καὶ ὑφίστησι, τὰ δὲ οὕτω καθόλου σπεύδει πρὸς τὴν ὕλην καὶ ἐν ἑαυτοῖς μένειν οὐ δύναται τῶν τε ἰδίως ποιῶν ὑποδοχαὶ γίγνονται καὶ μετ’ αὐτῶν ἔχει τὸ εἶναι. πρὸς τούτῳ πῶς δύο στερεά, φησίν, ἐν ταὐτῷ δύναται εἶναι τόπῳ; οἱ δὲ οὐ φήσουσι τὸν καθόλου λόγον στερεὸν εἶναι, ἀλλὰ συντελεῖν μὲν καὶ αὐτὸν εἰς τὴν μίαν οὐσίαν τοῦ στερεοῦ σώματος, οὐ μέντοι ἄλλο στερεὸν εἶναι παρ’ ἐκεῖνο τὸ σῶμα. ὁ γοῦν Σωκράτης ἔχει μὲν ἐν ἑαυτῷ καὶ τὸν κατατεταγμένον ἄνθρωπον, ἔχει δὲ καὶ τὸν ἰδίᾳ ποιόν· καὶ οὐ δήπου δύο ζῷα ἐν αὐτῷ ἢ δύο ἄνθρωποι ἢ δύο στερεά, ἀλλὰ πάντα ταῦτα συννεύει πρὸς μίαν ὑπόστασιν. ἀλλὰ πῶς, φησίν, ἔτι ἀκίνητα μένει ἐν κινουμένοις ὄντα; ἢ ἀκίνητα μὲν ἕως τὸ πρᾶγμα ὑφέστηκεν, ἐπεὶ μηδὲ οἱ ἰδίως ποιοὶ κινοῦνται τοῦ πράγματος ὑφεστῶτος, ἁπλῶς δὲ οὐκ ἀκίνητα, ἐὰν ὦσιν ἐν γενητῷ πράγματι; συμφθείρεται γὰρ τῷ Σωκράτει καὶ ὁ ἐν αὐτῷ ἄνθρωπος καὶ ὁ ἰδίως ποιός. πρὸς ἅπασι δ’ ἐρωτᾷ, τίς ἀνάγκη καὶ εἰσάγειν αὐτὰ καὶ εἰσάγοντας ἐν τοῖς αἰσθητοῖς ἀποτίθεσθαι· πρὸς ἃ ῥητέον, ὅτι δεῖ τὰ αἰσθητὰ μιμήματα ὄντα καὶ εἰκόνας τῶν νοητῶν ἔχειν καὶ αὐτὰ τὸ περιληπτικώτερον καὶ κοινότερον πρὸ τοῦ εἰδικωτέρου καὶ μερικωτέρου· καθάπερ γὰρ ἐν τοῖς ἀΰλοις εἴδεσιν ἀεὶ τὰ πολυδυναμώτερα καὶ ὁλικώτερα προηγεῖται τῶν μερικωτέρων καὶ ὑφειμένων, οὑτωσὶ καὶ ἐν τοῖς ὑλικοῖς πράγμασι προϋπόκειται τὸ κοινῶς ποιὸν τοῦ ἰδίως, ποίημα μὲν ὂν καὶ εἰκὼν τοῦ ὁλικωτέρου λόγου, χώρα δέ τις εἰδοπεποιημένη καὶ ὑποδοχὴ τοῦ ἰδίως ποιοῦ. οὐδὲν οὖν θαυμαστὸν καὶ ἐν τῷ οὐρανῷ εἶναί τινα κοινὴν οὐσίαν οὐρανοῦ, καθ’ ἣν ὁριστός ἐστιν ὁ οὐρανός, ἣν ἔσχον ἄν, εἰ καὶ μυρίοι ἦσαν οὐρανοί, εἶναι δὲ καὶ τὴν ὡς τοῦδε τοῦ οὐρανοῦ μορφήν τε καὶ ἰδιότητα.

至于那些主张在理知形式与可感事物之间存在某种居间物,并且这种居间本性存在于终极且具质料的形式之中的人:如果他们确实声称居间物完全存在于可感事物的个别事物之中,他们公认是犯了错;但如果——在普遍的人(例如)与太阳被多重地观照,有的存在于宇宙灵魂中,有的存在于宇宙本性中,有的存在于我们的灵魂中之际——他们声称在苏格拉底之中也有被编排在内的某种共通的人,并且太阳本身纵然是唯一的,却也具有整个形式的性质,那么在我看来,他们并未犯任何过错。因为除了事物本身的真理之外,人们还经常可以从那些出自他(亚里士多德)自身哲学的人们那里听到“共通之物存在于个别事物之中”,而且斯多亚学派也将共通赋质者置于个别赋质者之前;而可定义之物除了是在个别事物中被编排在内的共通之物以外,又是什么呢?因此,若有可能去定义太阳、天或月亮,人们将会依据哪怕有一万个太阳且彼此同形式时亦会属于所有太阳的那个东西,来定义它们之中的每一个。事情确是如此;但让我们看看,那些声称每个可感事物自身内部都拥有某种被编排在内的普遍者的人,是否因其论证而招致了任何羞辱。 于是他问他们,为何不也将诸形式置于可感事物之中。但我认为,对于他们而言这一解答是现成的;因为他们将回答说,诸形式是非质料的、全然分离的、智性的、创造性的,并且仅凭自身而存在,从而生成并建立万物,而此类普遍者则奔向质料,无法留存于自身之内,成为个别赋质者的受容体,并与它们一同具有其存在。 除此之外,他说:“两个立体如何能够在同一个处所中?”然而他们不会说普遍的理性原则是一个立体,而是说它自身也促成该立体物体的单一实体,却绝非该物体之外的另一立体。无论如何,苏格拉底自身之内既拥有被编排在内的人,也拥有个别赋质者;在他之中绝无两个动物、两个人或两个立体,而是这一切都汇聚向单一的位格。 他说:“然而,它们处于运动之物中,又如何仍保持不动呢?”难道不是只要事物尚存,它们就是不动的(因为只要事物尚存,个别赋质者也并不运动),而如果它们存在于生成的事物中,就绝非断然不动的吗?因为在苏格拉底身上的那个人与个别赋质者,都同苏格拉底一道毁灭。 在这一切之外,他还发问,既引入它们又在引入后将它们置于可感事物之中,究竟有何必然性。对此必须说,可感事物既然是理知事物的仿造物和图像,自身也必须在更具种差和更为局部的特征之前,拥有更为涵盖和更为共通的特征。因为正如在非质料形式中,力量更强且更为全整者总是先行于更为局部且更为低位者一样,在具质料的事物中,共通赋质者也先于个别赋质者作为底层基质而存在,它既是更为全整的理性原则的造物和图像,又是已被形式化的场所,是个别赋质者的受容体。因此,在天体中也存在着天体的某种共通实体(天体乃依照它而可被定义,哪怕有一万个天体它们也将拥有这同一个实体),并且亦存在着这一具体天体的形态与特异性,这丝毫不值得奇怪。

语法注2 条
  1. 1.34οἱ λέγοντες

    句首的主格分词短语 οἱ λέγοντες 构成悬空主格(nominativus pendens);它被随后的双重条件从句 εἰ μὲν ... εἰ δὲ ... 隔开,最终作为主句谓语 οὐδὲν ἔμοιγε πλημμελεῖν δοκοῦσιν 的主语。

  2. 1.34τῶν ... ἐκ τῆς αὐτοῦ φιλοσοφίας ὁρμωμένων

    属格短语 τῶν ... ὁρμωμένων 在非人称表达 ἔστιν ἀκούειν(“人们可以从……听到”)中作表示来源或出处的属格。上下文中的 αὐτοῦ 指亚里士多德。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:28.7-29.11