- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:27.4-28.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努在对《形而上学》997b34的注解中反驳了亚里士多德及普罗泰戈拉对数学对象的责难,指出天文学与几何学的对象并非单纯的可感实物本身,而是将可感现象与灵魂中固有的普遍理性原则及神圣范本结合起来。
" Ἀλλὰ μὴν... ἔχει φύσιν." Καίτοι εἰ μὴ τῶν αἰσθητῶν μεγεθῶν ὁ ἀστρονόμος ἐστὶ θεατής, περὶ ἄστρα δὲ ἔχει καὶ οὐρανὸν καὶ τὰς τούτων κινήσεις, πῶς οὐκ ἔστιν ἄλλα ἄστρα καὶ ἄλλος οὐρανὸς καὶ ἄλλαι κυκλοφορίαι, περὶ ἃς ὁ ἀστρονόμος διατρίβει; ὥστε οὐ κατὰ τῶν εἰσαγόντων πλείους οὐσίας ἐστὶ τὸ ἐπιχείρημα, συνηγορεῖ δὲ μᾶλλον αὐτοῖς. τό γε μὴν ἀληθὲς τῇδε ἔχει· τοῦτον μὲν τὸν οὐρανὸν ὁ ἀστρονόμος θεωρεῖ, ἅτε δὲ καθόλου τινὰς ἐν ἑαυτῷ λόγους ἔχων εἰκόνας τῶν εἰδῶν τῶν δημιουργησάντων τὸν οὐρανὸν συμπλέκει τοῖς ὁρωμένοις τοὺς ἀύλους καὶ ὁλικωτέρους λόγους κἀντεῦθεν ἀποδείκνυσι τὰ καθ’ αὑτὰ τοῖς οὐρανίοις ὑπάρχοντα. ὅρα δὲ πῶς καίπερ ζωῆς ὢν πλήρης καὶ θείας καὶ δημιουργικῆς δυνάμεως ὁ οὐρανὸς ὅμως διὰ τὸν ὄγκον καὶ τὴν διάστασιν μερικῶς τὰ πράγματα δέχεται· ὄντος γὰρ ἑνὸς ἐν ἡμῖν λόγου τοῦ πάντας τοὺς ἐν σφαίρᾳ μεγίστους κύκλους διχοτομοῦντος, ὅς ἐστιν εἰκὼν τοῦ τὸ πᾶν συνυποστήσαντος τῷ Διὶ λόγου, ὁ οὐρανὸς ὡδὶ μὲν ἐπὶ τοῦ ζῳδιακοῦ καὶ ἰσημερινοῦ τοῦτο δέχεται, ὡδὶ δὲ ἐπὶ τοῦ μεσημβρινοῦ καὶ τοῦ ὁρίζοντος· ἅμα δὲ καὶ ἐν ἑνὶ πᾶσαν ὑποδέξασθαι τοῦ λόγου τὴν δύναμιν ἡ σώματος φύσις οὐκ εἴασε. ταὐτὸν δὴ καὶ ἐπὶ τῶν ἄλλων εἰρήσθω μοι. εἰ δὲ πρὸς τῷ χωρὶς ἀλλὰ μὴ ἅμα μηδ’ οὕτω δέχεται ἀκριβῶς,1 ὡς δίδωσι τὸ ποιοῦν καὶ ὡς θεωρεῖν δύναται τὸ προσεχῶς ἀπὸ τοῦ πατρὸς προεληλυθός, θαυμαστὸν οὐδέν. ἀλλ’ ἐκεῖνο καὶ πρὸς Πρωταγόραν καὶ πρὸς πάντας τοὺς τε ἀτιμάζοντας γεωμετρίαν καὶ τοὺς μόνα τὰ αἰσθητὰ λέγοντας εἶναι ῥητέον ἐστί, πότερον τὰ ἐν τῷ οὐρανῷ καὶ ὅλως τῷ αἰσθητῷ στρογγύλα καὶ εὐθέα μᾶλλόν ἐστιν ἀκριβέστερα ἢ ἃ ὁ γεωμέτρης θεωρεῖ; εἰ μὲν γὰρ τὰ ἐν τῷ αἰσθητῷ, θαυμαστὸν ὅπως τὰ μὴ ἐφαρμόζοντα τοῖς ὁρισμοῖς τῶν ἐφαρμοζόντων ἐστὶ καλλίω καὶ ἀκριβέστερα, καὶ τὰ ὑπὸ τοῦ κανόνος ὡς οὐχὶ στρογγύλα διελεγχόμενα τοῖς ὑπ’ αὐτοῦ τοῦ κανόνος μαρτυρουμένοις περὶ πρωτείων ἀμφισβητεῖ· εἰ δὲ τὰ ὑπὸ τοῦ γεωμέτρου 〈θεωρούμενα〉 καὶ ἀυλίᾳ καὶ καθαρότητι καὶ ἀκριβείᾳ καὶ ἀληθείᾳ κρατεῖ, πῶς οὐκ ἀμφότερα δείκνυται, καὶ ὅτι περὶ σεμνὰ καὶ τίμια γένη στρέφεται γεωμετρία, καὶ ὅτι κρείττω καὶ θειότερα τὰ ἐν οὐρανῷ παραδείγματα προϋπάρχει ἔν τε τῷ δημιουργικῷ νῷ κἀν τῇ ὅλῃ ψυχῇ, ὧν δὴ καὶ εἰκόνας ἡ ἡμετέρα σύστασις ἔχουσα θεωρεῖ2 τά τε ἐν τῷ παντὶ διὰ καθολικωτέρων λόγων περιλαμβάνουσα καὶ τὰ ἐν τοῖς ἀρχικωτέροις ἑαυτῆς αἰτίοις, ὡς δι’ εἰκόνων τῶν ἐν αὐτῇ πρὸς τὴν ἀρχέτυπον οὐσίαν ἀναπεμπομένη. γελοῖον δὲ καὶ τὸ εἰς ἔλεγχον γεωμετρίας τὸ μὴ τὰ σημεῖα τοῖς ἄστροις ἐξισοῦσθαι παραλαμβάνειν· οὔτε γὰρ οἱ ἀστρονόμοι σημεῖα τὰ ἄστρα λέγουσιν, οὔθ’ ἡ γεωμετρία τοιαῦτα γλίχεται λαβεῖν σημεῖα, ἃ πάντως ἐστὶν ἐν τῷ αἰσθητῷ. εἰ δ’ ὅλως ἔδει ταύτῃ τοὺς γεωμέτρας ἐλέγχειν, ὅτι περὶ ὧν λέγουσιν οὐ φαίνεται ὄντα ἐν τοῖς αἰσθητοῖς, ἔδει τοὺς πόλους ἢ τὸ τοῦ παντὸς κέντρον ἐπισκέψασθαι. ἀλλὰ ταῦτα μὲν παρείσθω· ἣν δὲ τελευταίαν εὐθύνει δόξαν ὁ Ἀριστοτέλης τῶν εἰσαγόντων πλείους οὐσίας ἐπισκεψώμεθα. εἰσὶ δέ... ἀδυνατώτερον.
“然而确实……具有本性。” 然而,如果天文学家并不是可感大小的观照者,而是关涉星体、天体以及这些东西的运动,那么天文学家所致力的其他星体、另一重天体以及其他回转运动,又怎会不存在呢?因此,这一论证并非不利于那些引入更多实体的人,反而是支持了他们。不过,真相实乃如此:天文学家观照的是这一重天体,但由于他自身内拥有普遍的理性原则作为创造该天体的诸形式的图像,他便将非质料且更为全整的理性原则与所见之物交织在一起,并由此论证天上事物所固有的本质属性。且看天体尽管充满生命与神圣的创造力量,然而由于体积与广延,它仍是局部地接受诸事物;因为在我们内有着平分球面上所有最大圆的一个理性原则,它是与宙斯一同共立万有的那个理性原则的图像,而天体在黄道和赤道上是这样接受它的,在子午圈和地平圈上则是那样接受它的;肉体的本性未曾容许它一并地且在单一事物中接纳该原则的全部力量。对于其他事物,也权且由我作同样的说明。如果除了是分别而非一并接受之外,它接受的精确程度也未能达到制作因所赋予的程度,以及直接从父发源而出的存在所能观照的程度,这也毫不奇怪。然而,那件事必须向普罗泰戈拉以及所有贬低几何学并声称唯有可感事物存在的人提出:究竟是天体中以及整个可感领域中的圆形和直线更为精确,还是几何学家所观照的更为精确?因为如果可感领域中的更为精确,那么不符合定义的事物竟然比符合定义的事物更为优美和精确,并且被直尺驳斥为非圆形的事物竟然与受到直尺本身印证的事物争夺首位,这岂非咄咄怪事;而如果几何学家所[观照]的事物在非质料性、纯洁性、精确性与真理性上胜出,那么岂不是双双表明,几何学所涉及的是崇高而尊贵的事物族类,并且在创造性的理智与全整的灵魂中预先存在着比天体中的事物更为卓越和神圣的范本?我们的结构确实拥有这些范本的图像,它进行观照,既通过更为普遍的理性原则包摄万有之中的事物,又观照自身更为本原的原因之中的事物,如同通过自身内的图像被引向原型实体一般。此外,为了驳斥几何学而引入点并不等同于星体这一说法,也是荒谬的;因为天文学家并不称星体为点,几何学也并不渴求获取完全处于可感之中的那种点。然而,如果无论如何都必须以此种方式驳斥几何学家(即他们所言之物未显现为存在于可感事物之中),本应当去考察两极或万有的中心。但这些且置不论;让我们考察亚里士多德对引入更多实体之人所追究的最后一种见解:“还有……更为不可能。”
- 1.34εἰ δὲ πρὸς τῷ χωρὶς ἀλλὰ μὴ ἅμα μηδ’ οὕτω δέχεται ἀκριβῶς
在介词短语 πρὸς τῷ χωρὶς ἀλλὰ μὴ ἅμα(“除开分别而非一并[接受]之外”)中,介词 πρός 搭配与格冠词 τῷ,将副词短语实质化为名词性成分。主谓动词 δέχεται 随后由表示程度和方式的从句(ὡς δίδωσι..., ὡς θεωρεῖν δύναται...)修饰,整个条件句在主节 θαυμαστὸν οὐδέν(“毫无奇怪之处”)处收结。
- 1.34ὧν δὴ καὶ εἰκόνας ἡ ἡμετέρα σύστασις ἔχουσα θεωρεῖ
关系代词 ὧν 的先行词是前文的 παραδείγματα(“范本”)。主语 ἡ ἡμετέρα σύστασις(“我们的结构/构造”)统领分词 ἔχουσα 与主要动词 θεωρεῖ,其后的分词 περιλαμβάνουσα 与 ἀναπεμπομένη 进一步界定了主语的双重认知活动:通过普遍原则统摄宇宙之物,以及通过自身内的图像上升指向原型实体。
