← 叙利亚努斯

亚里士多德《形而上学》注释

§25.29-27.3

几何与医术的层级及技艺的不灭性

叙利亚努斯阐明了土地测量术与几何学之间的本质区别,论证了净化灵魂的哲学作为中间医术居于神圣正义与肉体医术之间,并通过指出技艺由普遍理性原则所执持而不会随可灭亡的对象一同灭亡,驳斥了亚里士多德的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.33

" Εἰ γὰρ... ὑγιεινόν." Οὐ τούτῳ μὲν διαφέρει μόνῳ γεωδαισία γεωμετρίας, ἀλλ’ ὅτι καὶ ἡ μὲν χρείας ἀνθρωπικῆς στοχάζεται καὶ πρὸς τὸ χρήσιμον ὁρᾷ τοῦ θνητοῦ βίου χειρουργίας τε ἐφάπτεται καὶ τοῦ ὄντως ὄντος ἔννοιαν οὐ προχειρίζει * * τῶν αἰσθητῶν τὴν ψυχὴν1 καὶ διακαθαίρει τὸ ταύτης ὄμμα περιάγει τε πρὸς νόησιν, ἀφιστᾶσα τῆς παχυτέρας καὶ μορφωτικῆς τῶν ἐνύλων συντάξεως. ὅμως δὲ λεγέσθωσαν ταύτῃ διαφέρειν. τί οὖν; 〈οὐχ〉 ἕψεται τὸ καὶ ἰατρικὴν ἄλλην τινὰ παρά τε τὴν θείαν ἰατρικὴν εἶναι2 καὶ παρὰ τὴν τῶν θνητῶν σωμάτων; ἀλλ’ ἔγωγε μὴ πρὸ πάσης κατασκευῆς τοῦτο συγχωρῶν αἰσχυνοίμην ἂν ἐμαυτόν.3 ἔστω γὰρ ὁ Παιήων ἢ εἰ βούλοιτό τις λέγειν ὁ σωτὴρ Ἀσκληπιὸς ὁ τὴν θείαν ἔχων ἰατρικήν, δι’ ἧς θεοῖς τε καὶ ψυχαῖς καὶ σώμασι τοῖς μὲν ἀεὶ τὸ προσῆκον ἀπονέμει μέτρον, τοῖς δὲ ὅταν ᾖ δεκτικά, ἔστω δὲ καὶ ὁ παρ’ ἡμῖν ἰατρὸς ὁ τῶν θνητῶν σωμάτων τὴν ἐπιμέλειαν ποιούμενος· ἆρ’ οὖν τὰ τοσοῦτον ἀλλήλων διεστῶτα κοινοῖς τισιν ὅροις οὐ δέδεται; καὶ μὴν ὅπερ ἄν ᾖ παρὰ τοῖς θεοῖς, ᾖ δὲ καὶ παρ’ ἡμῖν ἐσχάτως, ἀνάγκη θεωρεῖσθαι κἀν ταῖς ἀγγελικαῖς καὶ δαιμονίαις καὶ ἡρωικαῖς τάξεσιν, ἔτι δὲ ἐν ταῖς ἀπολελυμέναις ψυχαῖς τοῦ θνητοῦ βίου. διὰ τί δὲ καὶ τὴν καθαρτικὴν τῶν παθῶν φιλοσοφίαν οὐχὶ μεταξὺ τάξειεν ἄν τις τῆς τε θείας δίκης, ἥτις ἰατρικὴ γίγνεται πάσης περικοσμίου πονηρίας, καὶ τῆς ἀνθρωπικῆς ἰατρείας, ἣ περὶ μόνην τὴν θεραπείαν τευτάζει τοῦ γενητοῦ καὶ φθαρτοῦ σώματος; ὥστε οὐδὲν ἂν εἴη πλημμελὲς καὶ τὰ ὑγιεινὰ ταύτης θεωρήματα καὶ ἐπιτηδεύματα μεταξὺ τῶν τε τῆς δίκης εἶναι μέτρων, ἐν οἷς τὸ αὐτοϋγιεινόν, καὶ τῶν συνεγνωσμένων τοῖς πολλοῖς. ἀλλ’ ἡμεῖς οὐ τὰ παραδείγματα τῶν τῇδε, αὐτὰ δὲ τὰ ἐν τοῖς τελευταίοις φαινόμενα ζητοῦντες ἐν ταῖς μεταβάσεσι τῶν πραγμάτων καὶ μὴ εὑρίσκοντες εἰκότως ἀποροῦμεν, εἴ τι τοιοῦτόν ἐστιν ἐν τοῖς πρώτοις καὶ μέσοις τοῦ ὄντος γένεσιν. εἰ μὲν οὖν ἁπασῶν τῶν τεχνῶν χρὴ παραδειγματικὰς αἰτίας ὑποτίθεσθαι, ἢ πασῶν μὲν ἐκεῖθεν αἱ ἀρχαί, τὸ δὲ ὅλον σύστημα τῶν εἰς χρείαν τοῦ θνητοῦ βίου συντελουσῶν ἐκ τοῦ γονίμου τῆς ψυχῆς λόγου προελήλυθεν, ἐζήτηται καὶ τοῖς πρεσβυτάτοις τῶν φιλοσόφων, τοῖς Πυθαγορείοις φημὶ καὶ Παρμενίδῃ καὶ τῷ Πλάτωνι καὶ τοῖς ὕστερον τὴν ἐκείνων θεωρίαν ἐξηπλωκόσιν Πλωτίνῳ καὶ Ἰαμβλίχῳ καὶ Πορφυρίῳ. ὅτι μέντοι τὰς ἀνάλογον καὶ ἐν θεοῖς ἔστιν ἐπινοεῖν, δηλοῦσι καὶ οἱ θεολόγοι Κύκλωπας καὶ Ἥφαιστον χαλκέας καὶ οἰκοδόμους οὐκ ὀκνοῦντες καλεῖν, οὐδὲ Ἀθηνᾷ καὶ Κόρῃ τὴν ὑφαντικὴν ἀποκληροῦν. οὐκ εὐθέως δὲ τὰς ἀνάλογον θεωρουμένας καὶ παραδείγματα τῶν τῇδέ φαμεν, ἐὰν μὴ αἱ τῇδε κατ’ ἐκείνας ποιῶσι, [καὶ οὐ] πρὸς ἐκείνας ἀνατεινόμεναι κἀκείναις ἀπεικαζόμεναι. ἅμα... φθειρομένων. μάλιστα μὲν αὐτὸς ὑπέθου τῶν φθαρτῶν λέγειν αὐτοὺς εἶναι τὴν γεωδαισίαν, καὶ οὐκ ἴσμεν τοῦτο παρ’ αὐτοῖς κείμενον. ἔπειτα τίς ἀνάγκη τὰς τῶν φθαρτῶν τέχνας αὐτοῖς συμφθείρεσθαι τοῖς φθαρτοῖς; ὅμοιον ὡς εἴ τις ἔλεγε τοὺς τῶν φθαρτῶν ὁρισμοὺς συμφθείρεσθαι τοῖς ὁριστοῖς. τὸ δὲ οἶμαι, σωζομένου τοῦ εἴδους, κἂν τὰ καθ’ ἕκαστα θνητὰ ᾖ, ἀνάγκη καὶ τὸν ὁρισμὸν σῴζεσθαι, εἴτε λέγοι τις αὐτὸν εἴτε μή. ταὐτὸν δὴ τοῦτο κἀπὶ τῶν τεχνῶν· σῴζονται γὰρ αὗται, κἂν φθαρτῶν ὦσι πραγμάτων προνοητικαί, τοῖς καθόλου λόγοις κρατούμεναι· οἳ κἂν ὦσι προβεβλημένοι παρὰ τῶν ἐν γενέσει ψυχῶν, ἀνάγκη διαμένειν καὶ τὰς τοιαύτας τῶν τεχνῶν. καὶ γὰρ ἄλλως διαφέρει τὸ ἐν φθαρτῷ εἶναι καὶ φθαρτοῦ προνοεῖν ἢ περὶ φθαρτὸν ἐνεργεῖν· καὶ τὸ μὲν ἐν φθαρτῷ ὂν ἀνάγκη πᾶσα τῷ ὑποκειμένῳ συμφθείρεσθαι, τὸ δὲ περὶ φθαρτὸν ἐνεργοῦν οὐκ ἀνάγκη τοῦδε φθειρομένου μηκέτι εἶναι4 ἢ ἀργὸν εἶναι· ἐνεργήσει γὰρ πάλιν περὶ τὸ ὁμοειδὲς αὐτῷ διὰ τὸ χρῆσθαι τῷ καθόλου λόγῳ.

“因为如果……健康的。” 土地测量术与几何学的区别不仅在于此,还在于前者旨在满足人类的需要,着眼于必死生命的实用,涉及手工操作,且不提取真正存在者的概念;而[后者则将]灵魂从可感事物中[抽离],净化其眼睛,并将其转向智思,使其脱离质料事物中较为粗糙且具有形状的编排。尽管如此,姑且承认它们在此点上有所区别。那么又怎样呢?难道不会随之得出结论,说在神圣医术和必死肉体的医术之外,还存在某种另外的医术吗?但就我而言,若在任何论证之前不承认这一点,我便会自惭形秽。因为,姑且设派厄翁,或者若有人愿意说,救主阿斯克勒庇俄斯,是掌握神圣医术者,他通过这种医术向神、灵魂和身体分配适当的分寸——对某些事物始终如此,对另一些事物则在它们具有接受能力时如此;并设我们身边的医生是照顾必死肉体的人。那么,彼此相距如此悬殊的事物,难道没有被某些共同的界线结合在一起吗?再者,凡是在诸神那里存在,且最终也在我们这里存在的事物,必然也能在天使、代蒙和英雄的等第中被观照到,而且还能在脱离了必死生命的灵魂中被观照到。为何不可将净化激情的哲学置于神圣正义与人类医术之间呢?前者充当着整座宇宙的一切邪恶的医术,而后者仅奔忙于受生且可朽坏身体的医治。因此,这种哲学的健康定理与实践活动,居于正义的分寸(在其中存在着健康本身)与大众所公认的事物之间,绝非不妥。然而,我们不是在寻找此地事物的范本,而是在实在的推移中寻找显现在最终阶段中的事物本身,又因寻觅不得,便理所当然地困惑于在存在的首要和中间族类中是否存在任何此类事物。那么,是必须为所有的技艺设定范本因,还是所有〔技艺〕的原理均发端于彼处,而促成必死生命之需要的整个技艺体系皆源自灵魂之繁衍性的理性原则,也曾为最古老的哲学家们所探究,我指的是毕达哥拉斯派、巴门尼德、柏拉图,以及后来展开他们观照的普罗提诺、扬布利柯和波菲利。不过,即便在诸神之中也能设想出对应的技艺,神学学者们也表明了这一点,他们毫不犹豫地称独眼巨人和赫淮斯托斯为铁匠与建筑师,也毫不犹豫地将纺织分派给雅典娜与科瑞。但我们并不径直声称那些被对应地观照的技艺即是此地事物的范本,除非此地的技艺依照那些技艺进行制作,向上仰望它们并使自身与它们相似。 “同时……灭亡之物。” 首先,是你自己假定他们说土地测量术是关于可灭亡之物的,而我们并不知道他们有这样的主张。其次,关涉可灭亡之物的技艺,又有何必然性非要与可灭亡之物本身一同灭亡呢?这就如同有人说,可灭亡之物的定义要与被定义之物一同灭亡一样。但我认为,只要形式得以保全,纵使个别事物是必死的,无论有人说出它与否,定义也必然得以保全。这一点在技艺上也完全相同;因为这些技艺即便顾及可灭亡的事物,却由普遍理性原则所执持,因而得以保全;即便这些原则是由在生成之中的灵魂所提出,此类技艺也必然持久长存。因为在灭亡之物中存在,与顾及灭亡之物或围绕灭亡之物进行现实活动,毕竟是不同的;在灭亡之物中存在者,完全必然与基底一同灭亡,但围绕灭亡之物进行现实活动者,当此物灭亡时,却无必然性不再存在或陷于停滞;因为它通过运用普遍理性原则,将再次围绕与其同形式之物展开现实活动。

语法注4 条
  1. 1.33οὐ προχειρίζει * * τῶν αἰσθητῶν τὴν ψυχὴν

    文本存在脱漏( )。在前半句(ἡ μέν)通过一系列动词(στοχάζεται, ὁρᾷ, ἐφάπτεται, οὐ προχειρίζει)描述土地测量术的特征之后,脱漏处原本应补充对比的主语(几何学,ἡ δέ)以及表示将灵魂从可感事物中引开的谓语动词(如 ἀπάγει 等),以统领 τὴν ψυχήν 并接续后面的动词与分词(διακαθαίρει, περιάγει, ἀφιστᾶσα)。

  2. 1.33〈οὐχ〉 ἕψεται τὸ καὶ ἰατρικὴν ἄλλην τινὰ παρά τε τὴν θείαν ἰατρικὴν εἶναι

    此处按带有校订者所拟补的否定词 〈οὐχ〉 的修辞反问句解读。若无 〈οὐχ〉,则可能意为“难道会随之得出……的结论吗(不)”;但由于叙利亚努斯紧接着全力论证中间医术的存在,补入 〈οὐχ〉 作“难道不会随之得出……吗(必然得出)”完全符合上下文的论证逻辑。

  3. 1.33ἀλλ’ ἔγωγε μὴ πρὸ πάσης κατασκευῆς τοῦτο συγχωρῶν αἰσχυνοίμην ἂν ἐμαυτόν

    分词短语 μὴ ... συγχωρῶν 作条件分词使用(相当于 εἰ μὴ συγχωροίην),与主句中的潜在愿望语气 αἰσχυνοίμην ἄν 相呼应,表示“如果我在任何论证之前不承认这一点,我便会自惭形秽”。

  4. 1.33τὸ δὲ περὶ φθαρτὸν ἐνεργοῦν οὐκ ἀνάγκη τοῦδε φθειρομένου μηκέτι εἶναι

    属于倒装结构(hyperbaton)。中性单数分词短语 τὸ δὲ περὶ φθαρτὸν ἐνεργοῦν(围绕可灭亡之物活动者)前置以示强调,并作为非人称句 οὐκ ἀνάγκη [ἐστί] 所带不定词 μηκέτι εἶναι 的逻辑主语。τοῦδε φθειρομένου 则是属格独立结构(在此物灭亡时)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:25.29-27.3