- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:24.34-25.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努驳斥了亚里士多德的论难,论证中间数学对象在身体性运动上不动但在心智活动上具有运动,捍卫了心智之眼与和谐理念的存在,并指出研究非质料范本的科学必然先于自然科学。
" Ὁμοίως... αἰτίας." Λέγει ὅτι μήτε ἀκίνητα εἶναι εὔλογον μήτε κινούμενα· ἡμεῖς δὲ καὶ τότε μὲν ἐλέγομεν, ὅτι καὶ ἀκίνητα τὴν σωματικὴν κίνησιν καὶ κινούμενα τὴν ζωτικὴν1 ἀναγκαῖον εἶναι, καὶ νῦν δὲ ἥδιστ’ ἂν αὐτὸν ἐροίμην, πότερον οὐδὲ ὄμμα συγχωρεῖ ἡμᾶς ἔχειν ἄλλο παρὰ τουτονὶ τὸν αἰσθητὸν ὀφθαλμόν; ἀλλ’ ὄμμα μὲν εἶναι δίδωσιν, οὐ μὴν ἔχον γε δύναμιν ὀπτικὴν [ἢ ὁρατικὴν] τῶν οἰκείων εἰδῶν· ἀλλὰ καὶ τοῦτο μέν, ἀνυπόστατα δὲ εἶναι τὰ τοῦ νοῦ θεάματα.2 καὶ πῶς οὐκ ἔσται τῆς αἰσθήσεως ὁ πολυτίμητος ἡμῖν νοῦς ἀτυχέστερος, εἴπερ ἐκείνη μὲν πρὸς ὄντα συντέτακται, τούτου δὲ ἀνυπόστατα τὰ θεάματα; εἰ δὲ τοῦτο ἄτοπον, ἔστι δὲ καὶ ὄμμα ἡμῶν νοερὸν καὶ δύναμις ἐκείνου τοῦ ὄμματος ὀπτική, ἔσται καὶ εἴδη σύζυγα ταύτῃ τῇ ὀπτικῇ ἀκίνητα μὲν τὴν τῶν σωμάτων κίνησιν, κινούμενα δὲ τὴν νοερὰν ἐνέργειαν. τί δέ; τῶν ἁρμονικῶν λόγων, ὧν ὁ θεὸς δέδωκε τῇ ψυχῇ πρὸ τῆς φαινομένης διακοσμήσεως, ἆρ’ οὐδείς ἐστι θεατής; αὐτῶν δὲ τῶν Μουσῶν καὶ τῆς ἐξ αὐτῶν προϊούσης ἁρμονίας οὐ πάντες μὲν οἱ ἐγκόσμιοι θεοὶ μετέχουσιν, ὥς φησιν Ὅμηρος, πλήρεις “Μουσάων αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ,” πάντα δὲ τὰ ὄντα μετείληφε; διὰ τί οὖν οὐκ ἔσται καὶ ἄλλα ἁρμονικά; εἰ δὲ ταῦτα Πλατωνικὰ φαῖεν οἱ δριμεῖς οὗτοι καὶ μυθώδη, ἀλλ’ ἥ γε μία σύνταξις τῶν παρὰ σοὶ νοερῶν εἰδῶν ἡ πρὸς τὸ πρώτιστον ἀγαθὸν καὶ τὸ ἐν αὐτῷ νοητὸν εἶδος ἐπιτελουμένη πῶς οὐχ ἁρμονιῶν ἐστιν ἡ καλλίστη καὶ θειοτάτη, περὶ ἣν ὁ φιλόσοφος διατρίβων ἁρμονικὰ ἂν θαυμαστότερα τῶν τῇδε μουσικῶν μεταχειρίζοιτο; εἰ γὰρ... φθαρτῶν. οὔτε αἰσθητά ἔστι τὰ μεταξύ, καὶ εἰ ὁμώνυμα αὐτοῖς εἴη τὰ αἰσθητά· οὔτε αἰσθήσεις αὐτοῖς συζυγοῦσιν ἀλλὰ διανοήσεις, ἅτε λόγοις οὖσιν ἀύλοις· οὔτε τὸ εἶναι μεταξὺ τῶν νοητῶν ζῴων καὶ τῶν αἰσθητῶν ἐν τοῖς καθόλου λόγοις τῆς ψυχῆς ἢ τοῖς εἴδεσι τοῖς φυσικοῖς ἕτερα ζῷα παραιτήσαιτο ἄν τις συγχωρεῖν. ὥστε 〈οὔτε〉 ἀληθῆ τὰ λαμβανόμενα οὔτε τὸ ἐξ αὐτῶν συναγόμενον ἄτοπον.3 ἀπορήσειε... ἐπιστήμας. τοῦτο μὲν εὖ ζητεῖ· καὶ γὰρ τῷ ὄντι ἐστὶν ἄπορον, ποίας ἐπιστήμας τῶν τῇδε φήσομεν εἶναι παραδειγματικωτέρας· ὅμως δὲ ἀποκρινούμεθα αὐτῷ, ὅτι τῶν περὶ φυσικὰ εἴδη τὴν κατανόησιν ἐχουσῶν ἢ λόγους ἢ ἀριθμοὺς φυσικοὺς ἀνάγκη πρεσβυτέρας εἶναι4 [τῶν τῇδε], αἳ περὶ τὰ ἄυλα τούτων παραδείγματα διατρίψουσιν.
“同样……原因。” 他说[中间数学对象]无论是不动的还是受动的,都不合乎情理。然而,一方面我们当时就曾说过,它们就身体性运动而言是不动的,而就生命性运动而言是受动的,这是必然的;另一方面,现在我也极乐意问他,难道他连我们在这一感官之眼外拥有另一只眼睛都不承认吗?抑或他承认有眼睛,但绝不具有针对其本有形式的视觉[或视知觉]能力?抑或连这也承认,但心智的观照对象是无实在基质的?如果感觉对准着存在者,而心智的观照对象却缺乏实在性,那么我们高度尊崇的心智岂不是要比感觉更加不幸吗?如果这是荒谬的,且我们既有心智之眼,也有那只眼睛的视觉能力,那么也将存在与这种视觉能力相匹配的形式,它们就物体的运动而言是不动的,而就心智的现实活动而言则是受动的。还有什么呢?在宇宙可见的秩序化之前,神赐予灵魂的和谐理性原则,难道没有任何观照者吗?难道不是正如荷马所说,所有宇宙内的诸神都分有了缪斯本身以及由她们生出的和谐,充满了“以美妙歌喉交替咏唱的缪斯”,并且一切存在者都获得了一份吗?那么为什么不会有另外的和谐之物呢?即使这些敏锐的人声称这些是柏拉图式的神话,然而你那里的心智形式朝向至高之善及其中的可知形式所成就的唯一步调一致,又怎能不是诸和谐中最美且最神圣的呢?哲学家沉浸于此,岂不会操持比此地的音乐更为令人惊叹的和谐之事吗? “因为如果……可朽坏之物。” 中间对象并不是可感事物,即便可感事物与它们同名;与它们相对应的也不是感觉,而是推论思考,因为它们是非质料的理性原则;也没有人会拒绝承认,在可知动物与可感动物之间,在灵魂的普遍理性原则中或自然形式中,存在着另外的动物。因此,所假定的前提并不真实,从中推导出的结论也绝非荒谬。 “人们可能会感到困惑……诸科学。” 他在这一点上探究得很恰当;因为事实上,我们要主张此地的何种科学更为具有范本性,确实是一个难题;尽管如此,我们仍将回答他:相比于那些对自然形式或自然理性原则或自然数具有理解的科学,必然存在着更为本原的科学,它们沉浸于这些事物的非质料范本之中。
- 1.32ἀκίνητα τὴν σωματικὴν κίνησιν καὶ κινούμενα τὴν ζωτικὴν
宾格词组 τὴν σωματικὴν κίνησιν 与 τὴν ζωτικὴν(省略了 κίνησιν)作关系宾格(或同族宾格)使用,表示“在身体性运动的方面不动,在生命性运动的方面受动”。后文的 ἀκίνητα μὲν τὴν τῶν σωμάτων κίνησιν, κινούμενα δὲ τὴν νοερὰν ἐνέργειαν 亦属同一句法构造。
- 1.32ἀλλ’ ὄμμα μὲν εἶναι δίδωσιν, οὐ μὴν ἔχον γε δύναμιν ὀπτικὴν [ἢ ὁρατικὴν] τῶν οἰκείων εἰδῶν· ἀλλὰ καὶ τοῦτο μέν, ἀνυπόστατα δὲ εἶναι τὰ τοῦ νοῦ θεάματα.
此处为一系列假设性的逐步让步构成的虚拟辩难结构。在动词 δίδωσιν(承认、允许)之后接宾格不定式 ὄμμα εἶναι,分词 ἔχον 与 ὄμμα 性数格一致。随后的省略句 ἀλλὰ καὶ τοῦτο μέν 省略了 δίδωσιν,而并列的 ἀνυπόστατα δὲ εἶναι τὰ τοῦ νοῦ θεάματα 则延续了宾格加不定式结构(ἀνυπόστατα 为谓词形容词,主语为 τὰ ... θεάματα)。
- 1.32ὥστε 〈οὔτε〉 ἀληθῆ τὰ λαμβανόμενα οὔτε τὸ ἐξ αὐτῶν συναγόμενον ἄτοπον.
本句基于校勘所补入的否定词 〈οὔτε〉。两分句中系动词 ἐστί 均省略,构成平行的双重否定对比结构:“既非所取的前提为真,亦非由其推导之结论荒谬”。
- 1.32τῶν περὶ φυσικὰ εἴδη τὴν κατανόησιν ἐχουσῶν ἢ λόγους ἢ ἀριθμοὺς φυσικοὺς ἀνάγκη πρεσβυτέρας εἶναι
句首的属格分词短语 τῶν ... ἐχουσῶν 作比较格,从属于谓词比较级形容词 πρεσβυτέρας(“更古老/本原的”)。不定式 εἶναι 的逻辑主语由随后的关系从句 αἳ περὶ τὰ ἄυλα τούτων παραδείγματα διατρίψουσιν(“那些专注于这些事物的非质料范本的科学”)所指明。
