← 叙利亚努斯

亚里士多德《形而上学》注释

§23.12-24.33

理念实在性与天体多重实在性的辩护

叙利亚努回应《形而上学》B卷第2章997b5–14中的难题,论证柏拉图派的理念在一切方面都不同于可感事物,并未陷入同名异义的欺骗,并揭示了亚历山大辩护中的破绽。随后针对997b14起的内容,他援引柏拉图和神学家的传统,捍卫了可知、中间与可感层面上天与太阳的多重实在性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.30

" Πολλαχῇ... ἀΐδια." Ἀλλ’ ἐκεῖνοι μέν, φαίην ἄν, οἱ ἄνδρες τοῖς πᾶσι τὰ εἴδη διαφέρειν ἡγοῦνται τῶν τῇδε· τὰ μὲν γὰρ οὐσίας εἶναι θείας ἀμερεῖς πρὸς ἑαυτὰς ἐστραμμένας, δημιουργικὰς αἰτίας τῶν τῇδε, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσας, τὰ δὲ πᾶσαν ὑπομένειν τροπὴν θνητά τε εἶναι αὐτῶν ἔνια καὶ ἀποτελέσματα καὶ περὶ τὴν ἐν χρόνῳ στρεφομένην εἰλεῖσθαι γένεσιν· τὰ μὲν νοητὰ καὶ ἀμερῆ καὶ ἑαυτῶν ὄντα καὶ αὐτὸ τοῦτο πᾶσι τοῖς ἐγκοσμίοις χορηγοῦντα τὴν ὑπόστασιν, τῷ δραστηρίῳ καὶ δημιουργικῷ καὶ προνοητικῷ καὶ γνωστικῷ τῶν ὅλων τῶν παρὰ σοὶ χωριστῶν εἰδῶν διαφέροντα, τὰ δὲ διαπεφωνημένα καὶ μεριστὰ καὶ ἑτεροκίνητα καὶ τῶν ὄντων τὰ ἔσχατα καὶ ἀγονώτατα. δέος δὲ μὴ αὐτὸς ἁλῷ πέρα τοῦ μετρίου ταῖς παρὰ τὰς ὁμωνυμίας ἀπάταις προσχρώμενος· οὐ γὰρ ἐπειδὴ ἄνθρωπος ὁ τῇδε κἀκεῖ ὁ αὐτὸς ἄνθρωπος, ἀιδιότητι μόνῃ διαφέρειν ἐκεῖνον οἴοιντο ἂν τούτου, ἀλλὰ πᾶσι μὲν οἷς εἴπομεν, πλείοσι δὲ ἔτι τοῖς παραλελειμμένοις. θαυμάσειε δ’ ἄν τις ἐν τούτοις καὶ τὸν Ἀλέξανδρον κατασκευάζοντα μὲν σὺν πολλῇ προθυμίᾳ τὰ τῷ Ἀριστοτέλει νυνὶ ῥηθέντα, λανθάνοντα δὲ ἑαυτὸν ἀπεναντία τῷ φιλοσόφῳ φθεγγόμενον. εἰ γὰρ συνώνυμός ἐστιν ὁ τῇδε ἄνθρωπος τῷ ἐκεῖ ἀνθρώπῳ, ὡς Ἀλεξάνδρου λόγος, οὐδ’ ἂν ἀιδιότητι διαφέροι τοῦ τῇδε ὁ ἐκεῖ· ἐν γὰρ τῷ λόγῳ τοῦ τῇδε ἀνθρώπου τὸ θνητὸν ἔγκειται, καὶ ὅλως ὅσοις τὸ θνητὸν καὶ τὸ ἄφθαρτον ὑπάρχει, κατ’ οὐσίαν ὑπάρχει καὶ οὐ κατὰ συμβεβηκός, ὡς αὐτὸς ὁ φιλόσοφος ἐν αὐτῇ ταύτῃ τῇ πραγματείᾳ σαφῶς ἀπέδειξεν· ὥστε οὐ καλῶς τοῦτο συγκεχώρηκεν Ἀριστοτέλης κατὰ τὸν Ἀλεξάνδρου λόγον. ἀλλὰ ταῦτα μὲν οὐδ’ 〈ἂν〉 αὐτοὺς οἶμαι διενεχθῆναι τοὺς ἄνδρας οὕτως ὄντας δεινοὺς τὰ συλλογιστικά, ὅτι τῶν Πλάτωνος θείων δογμάτων οὐχ ἅπτεται,1 ὡς οὐδὲ τὰ παρὰ τῶν Θρᾳκῶν τοξεύματα τῶν αἰθερίων ἐφικνεῖτο θεῶν. ἐπὶ δὲ τὰ ἑξῆς ἴωμεν· ἔτι... ἀπορίας ἕξει. ἴδωμεν δὲ καὶ ποίας καὶ πόσας καὶ πῶς ἐχούσας λύσεως.

“在诸多方面……是永恒的。” 然而,我可以说,那些人认为理念在所有方面都与此地的实物不同。因为前者是神圣的、不可分的、朝向自身的实体,是此地事物的创造性原因,始终保持相同且处于同等状态;而后者承受一切转变,其中有些是必死的,且是产物,围绕着在时间中运转的生成而旋转;前者是可知的、不可分的、属于自身的,并将这一实在性赋予所有宇宙内的存在者,在其能动的,以及对万物造化的、眷顾的和认识的本性上,不同于你所设想的分离理念;而后者是不协调的、可分的、受他物推动的,是存在者中最末梢且最不育的。令人担忧的是,他自己恐怕会被发觉过度使用了基于同名异义的欺骗。因为并非由于此地的“人”与那里的“人”同名,他们就会认为那里的“人”仅在永恒性上与这里的“人”不同,而是在我们所说的一切方面都不同,甚至在被略去的更多方面亦是如此。在这些问题上,人们也会对亚历山大感到惊讶:他怀着巨大的热忱确立亚里士多德现在所说的话,却不自觉地说出了与这位哲学家截然相反的主张。因为如果此地的人与那里的人如亚历山大之论所言是同义的,那么那里的人甚至在永恒性上也与此地的人毫无二致。因为在此地之人的定义中包含了“必死的”,而大凡“必死的”与“不朽的”所从属的一切事物中,它们都是依本质从属而非依偶性从属,正如这位哲学家本人在这一部著作中明确论证的那样;因此按照亚历山大的论述,亚里士多德承认这一点并不恰当。然而关于这些,我认为即便他们这些如此精通推论术的人自己,也不会否认它并未触及柏拉图的神圣学说,正如色雷斯人的弓箭无法射及以太中的诸神一样。让我们转向接下来的内容:“此外……将会有难题。”让我们看看会有怎样的难题,有多少难题,以及它们具有何种解答。

§1.31

"Δῆλον γὰρ... οὐρανόν." Καὶ τί ἄτοπον εἶναι ταῦτα καὶ νοητὰ καὶ διανοητὰ καὶ αἰσθητά; πῶς δὲ οὐκ ἀναγκαῖον εἶναι μὲν ἐν τῷ δημιουργῷ τὴν αἰτίαν τοῦ οὐρανοῦ καὶ τοῦ ἡλίου; εἶναι δὲ καὶ ἐν ταῖς ψυχαῖς τῶν ἄστρων ἀληθέστερον οὐρανὸν καὶ ἥλιον τῶν φαινομένων, εἶναι δὲ καὶ ταύτας αὐτῶν τὰς αἰσθητὰς ὑποδοχάς; τί δὲ ἄλλο οἰόμεθα τὸν Πλάτωνα λέγειν, ὅταν οὐρανοῦ τε ὕπερ ἀστρονομεῖν τὸν κορυφαῖον ἀποφαίνηται καὶ πάλιν πολλὰς εἶναι μακαρίας θέας τε καὶ διεξόδους ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφεσθαι; οὐκ ἄστρα τε ἡγεῖσθαι εἶναι ὑπὲρ τοῦτον τὸν οὐρανὸν ἢ ἵνα συνηθέστερον εἴπω, τὰς νοερὰς τῶν ἄστρων ζωάς, ὧν τὴν ἀσύγχυτον ἕνωσιν καὶ τὴν ἀνέκλειπτον κοινωνίαν καὶ τὴν πρὸς τὰς νοητὰς οὐσίας σύνταξιν θεάσασθαι τὸν παρ’ αὐτῷ σοφόν, οὐρανόν τε νοερὸν ἄλλον παρὰ τουτονὶ τὸν φαινόμενον, οὗ τὰ θεάματα καὶ τὰς ἐξοδικὰς θεωρίας εἶναι τῶν ἐγκοσμίων θεῶν τε καὶ δαιμόνων;2 ὥστε τοῦτο μὲν εὖ λέλεκται λίαν, ὅτι οὐ παρ’ αὐτὰς μόνας τὰς γραμμάς, τουτέστι παρὰ τὰς νοητὰς καὶ ἔτι παρὰ τὰς αἰσθητάς, ἔσονται μέσαι τινὲς γραμμαί, ἀλλὰ καὶ οὐρανοὶ καὶ ἥλιοι πολλαχῶς. τέως δὲ τοὐλάχιστον τριχῶς ἔστιν ἐπινοεῖν πάντα· εἰ γάρ, ὥς φησιν ὁ θεῖος Πλάτων, νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι συνθεὶς ὁ θεὸς τὸ πᾶν κοσμικὸν ζῷον ἔννουν καὶ ἔμψυχον ἐτεκτήνατο, πάντα ἄρα ὅσα κατὰ τὸν φαινόμενον οὐρανὸν αἰσθητῶς καὶ διαστηματικῶς ἐνορᾶται, κατὰ μὲν ψυχὴν ἐν ἀύλοις λόγοις καὶ ὁλικοῖς ἔσται, κατὰ δὲ τὸν νοῦν ἐν εἴδεσιν ἀμερεστάτοις καὶ νοεροῖς. ὁ δὲ ἀποθαυμάζοντι ἐοικὼς καὶ τὰ ἑξῆς γράφει· καίτοι... ἀδύνατον. διὰ τί τῶν κινουμένων οὐκ εὔλογον ἀκίνητον αἰτίαν εἶναι; πῶς δὲ οὐκ ἀναγκαῖον; ἢ τοῦτο μὲν συγχωροῦμεν, πρὸς δὲ τὸ μὴ ὁμοίως αὐτὴν ὀνομάζεσθαι τοῖς ἀποτελέσμασι διαμαχούμεθα; καὶ μὴν ἐπὶ τῶν τεχνητῶν αὐτὸ συγκεχωρήκαμεν, ἐκ τῆς ἀύλου τὴν ἔνυλον οἰκίαν διισχυριζόμενοι γίγνεσθαι. δεῖ δὲ καὶ τῇ χρήσει τῶν θεολόγων προσέχειν, παρ’ οἷς πολλῶν μὲν οὐρανῶν πρόοδοι, πολλῶν δὲ ἡλίων, πολλῶν δὲ τῶν ἄλλων ἑκάστων παραδίδονται· διὰ τί δὲ καὶ κινούμενον παντελῶς ἀδύνατον, εἰ μὴ ὅτι τὴν σωματικὴν μόνην μεταβολὴν εἰώθαμεν κίνησιν ὀνομάζειν; ἐπεὶ τὴν δημιουργικὴν καὶ νοερὰν κίνησιν τίς οὐκ ἂν δοίη τοῖς ὄντως οὖσιν;

“因为显然……天。” 这些事物既是可知的、又是推论思考的、还是可感知的,这有何荒谬之处?在造物主之中存在着天和太阳的原因,这难道不是必然的吗?而在星辰的灵魂之中存在着比可见之物更为真实的天和太阳,且这些可见之物是它们的可感接受体,这难道不也是必然的吗?当柏拉图宣称哲人的领袖在天之上进行天文学探究,又说在天之内有许多受祝福的景象与路径,幸福的诸神族类在其中往复巡行时,我们以为他指的还能是什么?难道他不正是认为在这一重天之上存在着星辰——或者用更通常的话来说,星辰的心智生命,在他那里的智者观照它们未受混淆的统一、永不衰竭的共通以及与可知实体的结合,并且存在着另一重有别于这重可见之天的心智之天,其景象与巡行的观照属于宇宙内的诸神与神灵?因此,说得极好的正是:不仅在线本身之外——也就是在可知线之外——并且进而在可感线之外将存在某些中间的线,而且天和太阳也以多种方式存在。目前至少可以从三重角度来构想万物:因为正如神圣的柏拉图所说,神通过将心智置于灵魂之中、将灵魂置于身体之中,制造了具有心智和灵魂的整个宇宙活物,因此凡是在可见之天中以感性的、具有间隔的方式被看到的一切,在灵魂中都将存在于非质料的、普遍的理性原则中,而在心智中则存在于最不可分的心智理念中。但他仿佛带着惊异的神情,写下了接下来的话:“然而……是不可能的。”对于受动的事物存在不动的原因,为何不是合情合理的?又怎能不是必然的?难道我们一方面承认这一点,另一方面却要反对它与产物享有相同的名称吗?然而在人工制品上我们已经承认了这一点,坚持认为质料的房屋是由非质料的房屋生成的。此外也应当注意神学家的用法,在他们那里传授了许多重天的流溢展开,许多个太阳,以及许多个其他诸物。此外,若不是因为我们习惯于仅将身体性的变化称为运动,被推动之物又为何会完全不可能存在?因为谁又会不赋予真正存在者以造化的和心智的运动呢?

语法注2 条
  1. 1.30ἀλλὰ ταῦτα μὲν οὐδ’ 〈ἂν〉 αὐτοὺς οἶμαι διενεχθῆναι τοὺς ἄνδρας οὕτως ὄντας δεινοὺς τὰ συλλογιστικά, ὅτι τῶν Πλάτωνος θείων δογμάτων οὐχ ἅπτεται

    连词 ὅτι 引导的从句依附于 διενεχθῆναι(διαφέρομαι 的不定式,意为“产生异议”“争执”),整句表达“我认为即便他们自己也不会否认……这一事实”。ὅτι 从句未明言的主语是前文亚里士多德的反驳论证,指其根本未触及柏拉图的真实学说。

  2. 1.31οὐκ ἄστρα τε ἡγεῖσθαι εἶναι ὑπὲρ τοῦτον τὸν οὐρανὸν ἢ ἵνα συνηθέστερον εἴπω, τὰς νοερὰς τῶν ἄστρων ζωάς, ὧν τὴν ἀσύγχυτον ἕνωσιν καὶ τὴν ἀνέκλειπτον κοινωνίαν καὶ τὴν πρὸς τὰς νοητὰς οὐσίας σύνταξιν θεάσασθαι τὸν παρ’ αὐτῷ σοφόν, οὐρανόν τε νοερὸν ἄλλον παρὰ τουτονὶ τὸν φαινόμενον, οὗ τὰ θεάματα καὶ τὰς ἐξοδικὰς θεωρίας εἶναι τῶν ἐγκοσμίων θεῶν τε καὶ δαιμόνων;

    承接前文反问句 τί δὲ ἄλλο οἰόμεθα τὸν Πλάτωνα λέγειν(“我们以为柏拉图说的还能是什么?”)而展开的重层不定式结构。其主干为 οὐκ [οἰόμεθα αὐτὸν] ἡγεῖσθαι(“难道我们不认为他主张……”),统摄两个并列的不定式宾语 ἄστρα... εἶναι 与 οὐρανόν τε... [εἶναι],并在各自的关系从句中嵌套了进一步的宾格不定式结构(θεάσασθαι τὸν ... σοφόν 与 εἶναι τῶν ... θεῶν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:23.12-24.33