- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:22.10-23.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努指出《形而上学》B卷诸问题的列举顺序与本处讨论顺序的不一致,探讨了定义性科学与论证性科学的关系及天文学的局限,并论及亚里士多德指引回大阿尔法卷对柏拉图理念论的批判。
" Ἔτι δὲ... ἄλλης." Τοῦτο πέμπτον μέν ἐστιν ἐν τῇ τῶν προβλημάτων ἐκθέσει, νυνὶ δὲ μετὰ τὸ τρίτον οὐκ εἰκῇ δοκεῖ μοι παρειλῆφθαι, ἀλλ’ ἐπειδὴ ἐν τῷ τρίτῳ τοῦτο αὐτὸ λίαν ἀμφιβόλως ἔθηκεν (εἴτε γάρ φησι τῆς αὐτῆς εἴτε ἄλλης), ἠθέλησεν εὐθέως περὶ τούτου προηγούμενον λόγον ποιήσασθαι. εἴρηται μὲν ἐν τοῖς προβλήμασιν ἱκανῶς περὶ αὐτοῦ, καὶ ὅτι ἡ τὸ ὑποκείμενον εἰδυῖα πάντως καὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα δείκνυσι· καὶ γὰρ οὐδ’ ὃ ἐπάγει νῦν, ἀνασκευαστικὴν τούτου δύναμιν ἔχει τινά. λέγει δὲ οὕτως· εἰ μὲν.. εἶναι. πρὸς ὃ φαίης ἂν ὅτι τοῦ μὲν τί ἐστιν οὐκ ἔστιν ἀπόδειξις, τὴν δὲ αὐτὴν καὶ ὁριστικὴν εἶναι καὶ ἀποδεικτικὴν οὐδὲν κωλύει, ὁριστικὴν μὲν τοῦ τί ἐστιν, ἀποδεικτικὴν δὲ τῶν καθ’ αὑτὰ συμβεβηκότων· τῆς αὐτῆς γάρ ἐστι καὶ τὸ τί κόσμος καὶ ἥλιος καὶ σελήνη θεωρῆσαι καὶ περὶ ἀιδιότητος αὐτῶν καὶ ἐνεργειῶν ἀποδεῖξαι. εἰ δ’ ἑτέρας... χαλεπόν. καὶ τῷ ὄντι χαλεπώτατον ἐξευρεῖν· εἰ γὰρ ἡ ἀποδεικτικὴ τῶν καθ’ αὑτὰ συμβεβηκότων ἄχρι τῆς πρώτης αἰτίας καὶ τοῦ τί ἐστιν ἄνεισι, πάντως ἔσται καὶ ὁριστική. ῥητέον δὲ ὅτι ἡ μὲν κυρίως ἀποδεικτικὴ τοιαύτη, ἤδη μέντοι καὶ ἄλλη ἐστὶν ἡ ἐξ ὑποθέσεων ἀποδεικνῦσα, ἣ οὐκ ἄνεισιν ἐπὶ τὸ τί ἐστιν, ὡς ἡ ἀστρονομία τὰ πολλά, διὸ μηδὲ εἰπεῖν ἔχει περὶ οὐσίας τῶν φαινομένων ἄστρων· ὡς ἐκ πάντων ἐκεῖνο κυροῦσθαι, ὃ ἤδη προείπομεν, ὡς ἡ μὲν περὶ τὰς οὐσίας καὶ ἀποδεικτική, οὐ πᾶσα δὲ ἀπόδειξις ἄνεισιν ἐπὶ τὴν ὁριστικὴν ἐπιστήμην, ἀλλὰ ᾗ ἂν ἔχῃ τὸν ὁρισμόν, ὡς ἀρχῇ χρῆται αὐτῷ πιστευτικῶς.1
“此外……是另一门科学。” 这在诸问题的陈述中本是第五个,但在我看来,现在紧接在第三个之后被采纳并非偶然,而是因为他在第三个问题中将这一点本身表述得过于含混(因为他说,“究竟属于同一门还是另一门”),所以他希望立即就此展开主要的论述。在诸问题中关于它已经说了足够多,并且已经说明知晓基底事物的科学无论如何也会论证自身属性;因为他现在补充的论证,对此也不具备任何反驳力。他这样说道:“如果一方面……存在。”对此人们可以说,对于本质并没有论证,但没有任何东西阻止同一门科学既是定义性的又是论证性的——对于本质是定义性的,而对于自身偶性是论证性的;因为观照宇宙、太阳和月亮是什么,以及论证它们的永恒性与活动,属于同一门科学。“但如果属于另一门……困难。”而事实上这极其难以查明;因为如果关于自身偶性的论证科学一直上升到第一原因和本质,它就必定也是定义性的。但应当指出,严格意义上的论证科学是这样的,然而另外也已经存在着从假说出发进行论证的科学,它并不上升到本质,正如天文学在大多数情况下那样,因而它甚至无法说明可见天体的实体;所以从所有各方面来看,我们先前所说的这一点都得到了确认:关于实体的科学也是论证性的,但并非所有论证都上升到定义性科学,而是无论以何种方式拥有这一定义,都将其作为本原予以信任地使用。
"Ἔτι... ἐπιστήμας." Τέταρτον [δὲ] τοῦτο ἐν τοῖς προβλήμασιν ἔταξεν. ἀπεκρινάμεθα δὲ ἐν ἐκείνοις ἱκανῶς πρὸς τὰ νυνὶ προτεινόμενα· διὸ περὶ τῆς τάξεως μόνον τοσοῦτον ἐπισημηνάμενοι, ὅτι τάχα τοῦτο τρίτον ὤφειλε τετάχθαι, μέτιμεν ἐπὶ τὸ φωρᾶσαι τοὺς παραλογισμοὺς τῶν ἀναιρουσῶν τὰς πλείους οὐσίας ἐπιχειρήσεων. πρώτου δὴ γενομένου προβλήματος, εἰ περὶ πάντα τὰ αἴτια τοῦ ὄντος ὁ σοφός, δευτέρου δὲ εἰ καὶ περὶ τὰς ἀποδεικτικὰς ἀρχάς, τρίτον μὲν ἂν εἰκότως ἐπήγαγέ τις,2 εἰ πολλαὶ οὐσίαι, ὃ νῦν ζητεῖ· μεθ’ ὃ τέταρτον, εἰ τῶν πολλῶν οὐσιῶν μία ἐστὶν ἐπιστήμη· εἶτα πέμπτον, ὃ νῦν ἐστι τέταρτον, εἰ μὴ μόνων τῶν πολλῶν οὐσιῶν μία ἐστὶν ἐπιστήμη, ἀλλὰ καὶ τῶν καθ’ αὑτὰ ταύταις ὑπαρχόντων. ἀλλὰ ταῦτα μὲν ὡς ἂν ἐθέλῃ τις κρινέτω· μετέλθωμεν δὲ λοιπὸν ἐπὶ τὰ ἑξῆς. ὡς... αὐτῶν. ἀναπέμπει ἡμᾶς ἐπὶ τὰ ἐν τῷ μείζονι Α ῥηθέντα· γελοῖοι οὖν καὶ ταύτῃ οἱ τὸ βιβλίον νοθεύοντες. εἴρηται δὲ ἐν ἐκείνοις Πλάτωνι μὲν ἀρέσκον περὶ τῶν εἰδῶν ἢ οὐδὲν ἢ ἐλάχιστον, ἃ δὲ αὐτὸς ὑποτιθέμενος ἤλεγξε, λίαν κενῶς καὶ διαλεκτικῶς.
“此外……科学。” 在诸问题中他把这列为第四个。而在那些问题中,我们对于现在所提出的内容已经作了充分的回答;因此关于顺序仅指出这一点——即这或许本应被列为第三个,我们就要进而揭露那些否定多种实体的论证中的谬误推理。因为,在第一个问题是智者是否探讨存在的一切原因、第二个问题是是否也探讨论证本原之后,人们本可合情合理地提出第三个问题:是否存在多种实体(即他现在所探究的);在此之后是第四个问题:关于这多种实体是否只有一门科学;然后是第五个问题(即现在列为第四的问题):是否不仅关于多种实体只有一门科学,而且关于自身属于这些实体的属性也是如此。然而关于这些,任凭人们随意评判;让我们接着探讨后续的内容。“正如……关于它们。”他把我们指引回大阿尔法卷中所说的话;因此在这一点上,那些判定该卷为伪作的人也是可笑的。而在那些篇章中,关于理念符合柏拉图本意的内容要么全无要么极少,而他自己设定并加以反驳的那些内容,则是极其空洞且纯属辩证论争性的。
- 1.28ἐκ πάντων ἐκεῖνο κυροῦσθαι, ὃ ἤδη προείπομεν, ὡς ἡ μὲν περὶ τὰς οὐσίας καὶ ἀποδεικτική, οὐ πᾶσα δὲ ἀπόδειξις ἄνεισιν ἐπὶ τὴν ὁριστικὴν ἐπιστήμην, ἀλλὰ ᾗ ἂν ἔχῃ τὸν ὁρισμόν, ὡς ἀρχῇ χρῆται αὐτῷ πιστευτικῶς
包含嵌套 ὡς 从句的句式:第一个 ὡς 引导不定式 κυροῦσθαι(或表结果),而第二个 ὡς 从句(“ἡ μὲν περὶ τὰς οὐσίας καὶ ἀποδεικτική...”)充当 ἐκεῖνο 的同位语说明其具体内容。其后的 ᾗ ἂν ἔχῃ 为条件/方式从句(“无论以何种方式拥有”),其未明示的主语是“论证科学”。
- 1.29πρώτου δὴ γενομένου προβλήματος, εἰ περὶ πάντα τὰ αἴτια τοῦ ὄντος ὁ σοφός, δευτέρου δὲ εἰ καὶ περὶ τὰς ἀποδεικτικὰς ἀρχάς, τρίτον μὲν ἂν εἰκότως ἐπήγαγέ τις
由属格独立结构(πρώτου δὴ γενομένου προβλήματος... δευτέρου δέ...)开启,后接带有 ἄν 与直陈式过去时(ἐπήγαγε)的主句,表达过去的潜在性或未实现推测(“人们本可合情合理地提出……”)。叙利亚努以此重构难点问题的理想逻辑顺序。
