- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:21.9-22.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努阐析了《形而上学》997a16起的疑难,探讨了实体科学是一门或多门时智慧的地位,以及基底实体的科学与证明其自身偶性的论证科学之间的一一对应关系,维护了关于作为存在的存在的单一论证科学的合理性。
" Εἰ μὲν... ταύτην." Εἰ τις, φησίν, ἄλλην μὲν περὶ τάσδε τὰς οὐσίας, ἄλλην δὲ περὶ ἑτέρας ἐπιστήμην θήσεται, ἀπορήσει τὴν περὶ ποίαν οὐσίαν στρεφομένην σοφίαν καλέσει.1 ἐροῦμεν οὖν ὅτι μάλιστα μὲν μία πάσας θεωρήσει· εἰ δὲ καὶ ἄλλη ἄλλην, οὐκ ἄδηλον ὅτι ἡ περὶ τὰς πρώτας καὶ νοητὰς εἱλουμένη αὕτη ἦν ἡ πρώτη τῶν ἐπιστημῶν· ἀμέλει καὶ νῦν καίπερ πᾶν τὸ ὂν ᾗ ὂν ἐπισκεπτομένη περὶ τὸ νοητὸν ἐθέλει τὴν πλείστην καὶ τὴν καλλίστην σπουδὴν καταβάλλεσθαι. τὸ δὲ μίαν πασῶν, οὐκ εὔλογον.2 μέτεισι μὲν εἰς τὸ δεῖξαι καὶ τῷ ἀντικειμένῳ παρεπόμενόν τι δυσχερές· ἴδωμεν δὲ τί ἐστι τὸ λεγόμενον, ἢ διὰ τί οὐκ εὔλογον. καὶ γὰρ... συμβεβηκότων. καὶ τί τοῦτο ἄτοπον; καὶ γὰρ εἰ πολλαὶ ἀποδεικτικαί, οἷον γεωμετρία καὶ ἀστρονομία καὶ ἀριθμητικὴ καὶ ἄλλαι πλεῖσται, ἀλλὰ πρὸ τούτων πασῶν ἐστι μία ἡ τὸ καθ’ αὑτὸ τῷ ὄντι ᾗ ὂν συμβεβηκὸς ἐπισκεπτομένη· τίνα δέ ἐστι ταῦτα, ἐν τῷ Γ αὐτὸς ἐρεῖ σαφέστατα· ἀριθμητικὴ μὲν γὰρ τὰ τῷ ἀριθμῷ καθ’ αὑτὸ ὑπάρχοντα δείκνυσι καὶ γεωμετρία τὰ τοῖς σχήμασιν· ἐκείνη δὲ ἡ μία ἀποδεικτικὴ τὰ παντὶ τῷ ὄντι καθ’ αὑτὸ ὑπάρχοντα δείκνυσιν οὐχ ᾗ τοιόνδε ἢ τοσονδί ἐστιν, ἀλλ’ ᾗ ὄν· ὥστε οὐδὲν μὲν ἄτοπον ἕπεται. ὅτι δὲ τοῦτο ἕπεται, κατασκευάσαι πειράσεται. εἴπερ... μία. ὁ λόγος τοιοῦτος· εἰ μία περὶ πάσας εἴη τὰς οὐσίας ἐπιστήμη, μία πάντων ἔσται τῶν καθ’ αὑτὰ ὑπαρχόντων ταῖς πάσαις οὐσίαις καὶ ἀποδεικτική, εἴτε καὶ ἡ αὐτὴ εἴη τῇ περὶ τὰς οὐσίας αὐτὰς διατριβούσῃ εἴθ’ ἑτέρα· μή πω γὰρ περὶ τούτου, ἀλλ’ ὅτι μία ἔσται καὶ ἀποδεικτική, τοῦτο, φησί, δείκνυμι. ἡ δὲ δεῖξις τοιαύτη. περὶ ὅπερ ὑποκείμενον τὸ ὅ τι θεωρεῖ μία τις ἐπιστήμη, περὶ τοῦτο καὶ ἀποδεικτικὴ μία στρέφεται, τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὑποκειμένῳ δεικνῦσα ἐκείνῳ ἐκ τῶν κοινῶν ἐννοιῶν, αἵ εἰσι πάσης ἀποδείξεως ἀρχαί· οὐ γὰρ τὸ μὲν ὅ τι τοῦ ὑποκειμένου, τουτέστι τὴν οὐσίαν, μία θεωρεῖ, τὸ δὲ ἐξ ὧν, τουτέστι τὰ [δὲ] καθ’ αὑτὰ ὑπάρχοντα, ἐξ ὧν καὶ οἱ ὁρισμοὶ καὶ τὸ τί ἐστι τοῦ πράγματος, πολλαί,3 ἀλλὰ μία καὶ ἡ ἀποδεικτική ἐστιν, εἴθ’ ἡ αὐτὴ οὖσα τῇ περὶ τὸ ὅ τι εἴθ’ ἑτέρα, πλὴν ὅτι μιᾶς οὔσης ἐκείνης μία καὶ αὕτη. εἰ τοίνυν πάσας τὰς οὐσίας μία θεωρήσει ὡς ἓν ὑποκείμενον γένος, καὶ πάντα τὰ καθ’ αὑτὰ ὑπάρχοντα ταύταις μία τις ἀποδεικτικὴ περιλήψεται, εἴθ’ ἡ αὐτὴ οὖσα τῇ σοφίᾳ εἴθ’ ἑτέρα· τοῦτο γὰρ ἐν τῷ ἑξῆς προβλήματι διακριθήσεται. τὸ δὲ ὥστε καὶ τὰ συμβεβηκότα, εἴθ’ αὗται θεωρήσουσιν, εἴτε ἐκ τούτων μία τοιοῦτόν ἐστιν· ὥστε καὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα, εἰ μὲν πολλαὶ εἶεν αἱ τὰς οὐσίας εἰδυῖαι, πᾶσαι δείξουσιν αἱ ἀποδεικτικαί· εἰ δὲ μία εἴη, μία τῶν ἀποδεικτικῶν πάντα θεωρήσει. καὶ ἕπεται μὲν τοῦτο πάντως, εἰ καὶ μὴ μία τῶν ἄλλων ἐστὶν ἀποδεικτικῶν ἡ σοφία 〈ἡ〉 πασῶν ἐξῃρημένη. οὐδὲν δέ ἐστιν ἄτοπον μίαν τὰ καθ’ αὑτὰ ὑπάρχοντα παντὶ τῷ ὄντι ᾗ ὂν ἐπισκέπτεσθαι.
“如果一方面……这一门。” 他说,如果有人设定关于这些实体的科学是一门,而关于另一些实体的科学是另一门,那么他将困惑于:应当把围绕何种实体的科学称为智慧。于是我们将回答说,最妥当的是由一门科学观照所有实体;但即使不同的科学观照不同的实体,围绕第一且可知解实体而运作的科学是诸科学之首,这也并不模糊。诚然,即便在如今,尽管它考察作为存在的全部存在,它仍愿把最大且最美好的热忱倾注在可知解者身上。至于“然而所有实体只有一门科学,这是不合情理的”,他进而展示那也伴随着相反立场的某种困难;但让我们看看所说的是什么,或者为什么是不合情理的。 “因为……偶性。”而这何以荒谬呢?因为即使存在许多论证的科学,例如几何学、天文学、算术以及许许多多其他科学,然而先于所有这些科学,存在着一门考察自身偶属于作为存在的存在之偶性的单一科学;而这些偶性是什么,他本人将在伽玛卷中极其清楚地说明。因为算术论证自身属于数的属性,几何学论证属于图形的属性;而那唯一的论证科学则论证自身属于一切存在的属性,不是就其具有如此性质或如此体量而言,而是作为存在而言;因此并不导致任何荒谬。但这会随之而来这一点,他将试图加以确立。 “既然……一门。”论证如下:如果关于所有实体存在一门科学,那么关于属于所有实体的一切自身属性,也将存在一门单一的论证科学,无论它是与研讨实体本身的科学同一,还是与之不同;因为他说,“关于这一点我尚且不论,但我指出这一点:论证的科学也将是一门”。证明如下:某一门单一科学围绕何种基底事物观照其“何所是”,围绕这同一事物也转动着一门单一的论证科学,它从作为一切论证本原的共同观念出发,证明自身属于该基底事物的属性。因为绝非单单一门科学观照基底事物的“何所是”(即实体),而多门科学观照那些作为构成要素的属性(即事物定义和本质所由构成的自身属性);相反,论证科学也是单一的,无论它与关于“何所是”的科学是同一的还是不同的,只要前者是一门,后者也就同样是一门。那么,如果一门科学将所有实体作为一个基底属类来观照,某种单一的论证科学也将包含自身属于这些实体的一切属性,无论它与智慧是同一的还是不同的;因为这将在接下来的问题中加以辨析。而“因此对于偶性,要么是这些科学去观照,要么是其中的一门去观照”这句话意在指:因此对于自身属于的属性,如果知晓实体的科学是多门,那么所有论证科学都将证明它们;但如果是一门,那么论证科学中的一门就将观照一切。并且无论如何这都必然随之而来,即使那超绝于所有其他科学的智慧并不是其他论证科学中的一门。然而,由一门科学来考察自身属于作为存在的一切存在的属性,这绝无任何荒谬之处。
- 1.27ἀπορήσει τὴν περὶ ποίαν οὐσίαν στρεφομένην σοφίαν καλέσει
此处为动词 καλέσει 所带的二重宾格结构:实质化的分词短语 τὴν ... στρεφομένην 充当直接宾格,σοφίαν 充当谓语性宾格。疑问代词 ποίαν 嵌入在修饰分词的介词短语 περὶ ποίαν οὐσίαν 之中。
- 1.27τὸ δὲ μίαν πασῶν, οὐκ εὔλογον
这是对亚里士多德原文(997a18 τὸ δὲ μίαν μὲν εἶναι πασῶν οὐκ εὔλογον)的引用和提示。中性定冠词 τό 将这一命题名词化(或作为引文标记),在句首充当话题主语或悬空结构。
- 1.27οὐ γὰρ τὸ μὲν ὅ τι τοῦ ὑποκειμένου, τουτέστι τὴν οὐσίαν, μία θεωρεῖ, τὸ δὲ ἐξ ὧν, τουτέστι τὰ [δὲ] καθ’ αὑτὰ ὑπάρχοντα, ἐξ ὧν καὶ οἱ ὁρισμοὶ καὶ τὸ τί ἐστι τοῦ πράγματος, πολλαί
句首的否定词 οὐ 统摄整个由 μέν...δέ 构成的对比结构(“绝非一方面……而另一方面……”)。在后半句中,主语是 πολλαί[省略了 ἐπιστῆμαι],动词 θεωροῦσι 被省略。对比的核心是否定了基底事物的本质(τὸ μὲν ὅ τι)由一门科学考察而其构成属性(τὸ δὲ ἐξ ὧν)由多门科学考察的不对等情况。
