← 叙利亚努斯

亚里士多德《形而上学》注释

§1.4-2.14

诘难的作用与第一项诘难

叙利亚努阐明了《形而上学》卷Β的诘难性质以及自身的注释策略,随后提出第一项诘难(考察诸原因属于一门还是多门科学),并即刻回应指出智慧应是考察所有原因的单一科学。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0

Ἐν τῷ μείζονι Α τίς ἡ παροῦσα σκέψις εἰπών, ὅτι ἡ τοῦ ὄντος ᾗ ὄν, καὶ τίς ἡ ἐπιστήμη, ὅτι ἡ πρώτη φιλοσοφία, καὶ πόσα τὰ αἴτια, καὶ πῶς οἱ πρὸ αὐτοῦ περὶ τῶν αἰτίων τοῦ ὅπως ποτὲ ὄντος διελέχθησαν, ἔτι δὲ ἐν τῷ ἐλάττονι τῶν Α δείξας, ὅτι οὔτε κατ’ εὐθυωρίαν οὔτε κατ’ εἶδος ἄπειρα τὰ αἴτια, νῦν ἀρχόμενος τοῦ Β πρῶτον ἀπορῆσαι χρῆναί φησιν, ἵνα τε εὐπορώτερον ἀναστραφῶμεν ἐν τοῖς προκειμένοις σκέμμασιν (οὔτε γὰρ εὐπορῆσαι δυνατὸν μὴ λύσαντας τὰς ἀπορίας1 οὔτε λῦσαι μὴ κατανενοηκότας τὸ ἄπορον τοῦ πράγματος), καὶ ἔτι ὅπως ἂν ἴδωμεν τὸ τέλος τῆς προκειμένης θεωρίας· ἡ γὰρ λύσις τῶν ἀπόρων εὐοδίαν παρέχουσα ἐπ’ αὐτὸ καταντᾶν ἡμᾶς τὸ ἀληθέστατον τῆς θεωρίας τέλος παρασκευάσει· κἀκ τούτων δὲ καθῆκον τῷ φιλοσόφῳ τὸ ἀπορεῖν δείκνυσιν, ἵνα τῶν ἀντικειμένων λόγων ὥσπερ ἀπρόληπτος καὶ ἀδέκαστος γενόμενος διαιτητὴς ἕληται τὸ τῇ ἀληθεῖ θεωρίᾳ συμφωνότερον. ταῦτα προοιμιασάμενος ἔκθεσιν πρῶτον ποιεῖται τῶν ἀποριῶν, εἶθ’ ὕστερον ἐφ’ ἑκάστης ἑκατέρῳ τῶν ἀντικειμένων συνηγορήσας λόγων ἐπιτείνει τὴν τῶν ἀποριῶν δυσκολίαν. τὰς δὲ λύσεις παρ’ αὐτοῦ μὲν οὐ χρὴ ζητεῖν ἐν τούτῳ τῷ βιβλίῳ· διαπορητικὸν γάρ ἐστιν ὅλον τὸ Β· ἡμεῖς δὲ ἅμα προτείνοντος αὐτοῦ τὰ ἄπορα δι’ ὀλίγων ἀποκρίνεσθαι πειρασόμεθα καὶ τοὺς ἀντικειμένους λόγους ἐρωτῶντος τοῖς μὲν ἀληθέσι συμφθέγξασθαι, τοῖς δὲ σοφιστικοῖς ἀνταγωνίσασθαι. κρατήσας γάρ τις τοῦ τοιούτου σκοποῦ τήν τε λέξιν τοῦ φιλοσόφου σαφῆ καταστήσει καὶ τῆς ὅλης πραγματείας τὴν προαίρεσιν ἐν οὐ πολλοῖς περιλήψεται (περὶ γὰρ ὧν ἐνταῦθα προὔτεινε καὶ οὐ περί τινων ἄλλων ὁ Ἀριστοτέλης, ὅ τι μὴ πάρεργον,2 ἐν ταῖς ὑπὲρ φύσιν αὐτοῦ ταύταις διδασκαλίαις διαλέξεται)· ἔτι δὲ πρόχειρον μὲν ποιήσει τῶν ἐριστικῶν λόγων τὸν ἔλεγχον· ἐνδείξεται δὲ καὶ πῶς ἂν ὁ Πυθαγόρειός τε καὶ Πλατωνικὸς πρὸς τὰς ἐνστάσεις ταύτας ἀπαντήσειε. πρώτη οὖν ἀπορία, " Πότερον μιᾶς ἢ πολλῶν ἐπιστημῶν θεωρῆσαι τὰς αἰτίας.3" Ὃ μὲν ζητεῖ τοιοῦτόν ἐστιν· ἐπειδὴ καὶ ποιητικόν ἐστιν αἴτιον καὶ εἰδικὸν καὶ τελικόν, ἐπί τινων δὲ καὶ ὑλικόν, ἆρα ὁ ἐπιστήμων τοῦ πράγματος εἴσεται πάντα αὐτοῦ τὰ αἴτια, εἷς ὢν καθὸ μίαν ἐπιστήμην ἔχει, ἢ πολλαὶ ἐπιστῆμαι περὶ τὰ πολλὰ διατρίψουσιν αἴτια, καὶ ἄλλη μὲν εἴσεται τὸ ποιητικόν, ἄλλη δὲ εἰ τύχοι τὸ ὑλικὸν ἢ τὸ τελικόν, ἄλλη τὸ εἰδικόν; ἀποκρινούμεθα οὖν ὅτι μία πάντα ἐπισκέπτεται· ἓν γάρ τι αὐτῶν ἀγνοοῦσα οὐχ ἕξει τοῦ πράγματος ἐπιστήμην. εἰ δὲ καὶ περὶ τῆς σοφίας ὁ λόγος εἴη, κομιδῇ γελοῖον τὸ ἀγνοεῖν αὐτὴν οἴεσθαι τὸ ἀγαθὸν ἢ τὸ εἶδος ἢ τὸ γεννητικὸν τῶν ὄντων αἴτιον.

他在大Α卷中说明了当下的探究是什么(即关于作为有的有的探究),这门科学是什么(即第一哲学),原因有多少,以及在他之前的人如何论述了以任何方式存在的存在者的原因;接着在小Α卷中证明了诸原因无论在直线上还是在种类上都不是无限的;如今开始卷Β,他说必须首先提出诘难,这既是为了让我们在面临的考察中能更通达地行进(因为不化解诘难就不可能通达,不把握事情的疑难之处也就不可能化解),此外也是为了让我们看到面临之观照的目的;因为诘难的化解提供了顺畅的路径,将使我们得以达到观照最真实的目的本身。由此他也表明,提出诘难是哲学家的职责,以便像对待对立论证的不怀成见、公正无私的裁判者一样,去选择与真正观照更为一致的东西。在作了这些序论之后,他首先陈列了各项诘难,继而就每个论题为对立双方的论证各作辩护,从而加剧了诘难的困难程度。然而,人们绝不应当在这一卷中向他寻求化解;因为卷Β通篇都是诘难性的。但我们将尝试在他提出疑难的同时作出简要答复,并在他提出对立论证时,赞同真实者,对抗诡辩者。因为把握住这一意图的人,既能阐明这位哲学家的文辞,又能在不多的字句中领会整部著作的宗旨(因为亚里士多德在这些超越自然的学说中将要讨论的,除却附带论及的内容外,正是他在此处提出的那些论题,而非其他论题);此外,他不仅能使驳斥争辩式论证变得容易上手,还将表明毕达哥拉斯学派和柏拉图学派的人会如何应对这些异议。于是第一项诘难是: “考察诸原因属于一门还是多门科学。” 他所探究的是这样的:既然既有作用因、形式因和目的因,在某些事物上还有质料因,那么知晓该事物的人,作为拥有单一科学的单一者,是否会知晓其全部原因?抑或是多门科学分别从事于诸多原因,一门科学知晓作用因,另一门如果碰巧的话知晓质料因或目的因,又有一门知晓形式因?于是我们要回答说,是一门科学考察所有原因;因为只要不知晓其中的某一个,它就不会拥有对该事物的科学知识。而如果这讨论也是关乎智慧的,那么认为智慧不知晓善、不知晓形式、不知晓存在者的生成原因,就完全是可笑的。

语法注3 条
  1. 1.0μὴ λύσαντας τὰς ἀπορίας

    在非人称结构 οὔτε δυνατὸν [ἐστι] 之下,作为不定式 εὐπορῆσαι 逻辑主语的宾格分词(泛指探究者)。紧随其后的 μὴ κατανενοηκότας 同样作为 λῦσαι 的逻辑主语采用宾格。

  2. 1.0ὅ τι μὴ πάρεργον

    由中性单数关系代词与条件否定词 μή 构成的习语,起副词性短语作用,表示排除:“除非是作为附带之事/枝节”。

  3. 1.1Πότερον μιᾶς ἢ πολλῶν ἐπιστημῶν θεωρῆσαι τὰς αἰτίας

    属格短语 μιᾶς ἢ πολλῶν ἐπιστημῶν 是表示所有或职责的表语属格(“属于/是一门还是多门科学的任务”),不定式短语 θεωρῆσαι τὰς αἰτίας 则作为省略了系词 ἐστίν 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:1.4-2.14