← 叙利亚努斯

亚里士多德《形而上学》注释

§192.30-194.15

浅薄的数目附会反驳与宇宙理智秩序

叙利亚努斯注释1093a26–1093b7,驳斥了将韵律与音调之数强加于事物的拙劣解说者,捍卫了真正毕达哥拉斯派通过神圣之数观照天体与自然秩序的正当性,并批判亚里士多德未能将自然比例与宇宙秩序还原为单一的造化与理智始基。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.176

" Ὅμοιοι δὴ... οὐρανοῦ." Ὅτι καὶ τῶν ἐξηγουμένων τὸν Ὅμηρόν τινες τὸ ἀκόλουθον πρὸς ἑαυτοὺς οὐ διασώζουσι, καὶ τῶν ἐπιχειρούντων μιμεῖσθαι τοὺς Πυθαγορείους ἔνιοι τῆς ἀληθοῦς αὐτῶν θεωρίας ἀποπίπτουσιν ἐπὶ γλίσχρας τε καὶ καταγελάστους ὑπονοίας καταφέρονται, συγχωρεῖν δεῖ. ἀλλ’ οὐδὲν τοῦτο πρὸς Ὅμηρον ἢ Πυθαγόραν ἢ τοὺς δυνηθέντας ἐπὶ τὴν ἀληθεστάτην ἐκείνων θεωρίαν ἀναδραμεῖν. καταγέλαστοι οὖν καὶ οἱ διὰ τοῦτο τοῦ ιβ καὶ ϛ δύο μέσους εἶναι λέγοντες τὸν θ καὶ τὸν η, ὅτι τὸ ἔπος δέκα ἑπτὰ ἔχει συλλαβάς, ἢ οἱ τὰς μέσας τὰς δύο τῶν συλλαβῶν αἰτίας εἶναι λέγοντες τοῦ στίχου· “χωρίς” γάρ φασι “τὰ Μυσῶν”·1 εἰ γὰρ καὶ ἀριθμοῖς χρῆται τὰ μέτρα, ὥσπερ οὖν χρῆται, ἀλλ’ οὐ κατὰ ταύτην ἀποτελεῖται τὴν μέθοδον. γελοῖον δὲ καὶ τὰ τρυπήματα τοῦ αὐλοῦ διὰ τὰ γράμματα τοσαῦτα ποιεῖν, ἢ προσαρμόζειν τὰ κδ στοιχεῖα τῇ ὁλότητι τοῦ κόσμου· καὶ γὰρ εἴ τίς ἐστι τούτων μία αἰτία, ὥσπερ οὖν ἔστιν, ἄλλως ἐστὶ αὕτη θεωρητή. δεῖ δὲ μὴ τὰς ἀποπτώσεις τῶν ὑποδυομένων αὐτοὺς πρὸς διαβολὴν τῆς ὅλης φιλοσοφίας παραλαμβάνειν.

“他们正类似于[……]天的。” 应当承认,注释荷马的人当中也有一些人无法保持自身的自洽,而试图效仿毕达哥拉斯主义者的人当中也有一些人脱离了他们真正的观照,堕入浅薄且可笑的附会之中。但这对荷马或毕达哥拉斯,或是对那些能够上升至他们最真实观照的人而言,并无任何相干。因此,那些因为史诗诗行有十七个音节而声称九和八是十二与六的两个中项的人,或者那些声称这中间的两个音节是诗行之原因的人,同样是可笑的;因为正如人们所说,“密细亚人之事是分开的”;因为即便韵律使用了数,正如它确实使用的那样,但它绝非按照这种方法成就的。而因为字母的缘故将阿乌洛斯管的孔作成这么多,或者将二十四个字母去拼凑宇宙的全体,也是荒唐的;因为即便这些事物存在着某种单一的原因,正如确实存在的那样,这也是应当以另一种方式加以观照的。绝不应当借冒充他们之人的失足,来作为诽谤整个哲学的借口。

§3.177

"Ὁρᾶν δὲ δεῖ... φθαρτοῖς." Ἐπειδὴ τὰ ἀΐδια τέτακται καὶ ἀεὶ ὡσαύτως ἔχει, πολλή, φησίν, ἐπ’ αὐτῶν εὐπορία τοῖς θεωρήμασι χρῆσθαι τῶν ἀριθμῶν, ὅπου γε καὶ ἐπὶ τῶν ἄλλοτε ἄλλως διακειμένων ἔστι πολλὰ τοιαῦτα ἐπινοεῖν.2 ἔδει δὲ τοῦτο τεκμήριον ἱκανὸν ποιεῖσθαι τοῦ κατά τινας θείους ἀριθμοὺς τὰ ἀΐδια κεκοσμῆσθαι, τὰ δὲ θνητὰ † καὶ θείους καὶ φυσικούς. εἰ γὰρ ἀεὶ οὕτως ἔχει τὰ ἀΐδια, κατὰ φύσιν οὕτως ἔχει· εἰ τοίνυν ἀριθμητικῶς αὐτοῖς ἐπιβάλλοντες ἀληθεύομεν περὶ αὐτῶν, ὡς ἡ φύσις αὐτὰ ὑπέστησεν ἡ θεία, οὕτως ἐπιχειροῦσι θεωρεῖν οἱ γνησίως φιλοσοφήσαντες. φέρε γὰρ ἐφ’ ἑνὸς εἰπεῖν, ὁ ἥλιος διὰ τοσοῦδε χρόνου ἀποκαθίσταται, καὶ τοῦτο ἀεί· κατὰ φύσιν ἄρα οὕτως. ἀλλὰ μὴν οὗτος ὁ χρόνος ἀριθμός ἐστι τοιόσδε· ἡ φύσις ἄρα σὺν τοιῷδε αὐτὸν ὑπέστησεν ἀριθμῷ καὶ τὴν σελήνην σὺν τοιῷδε καὶ ἕκαστον τῶν κατ’ οὐρανόν (οὐ μέντοι σὺν μαθηματικῷ ἀλλὰ σὺν δημιουργικῷ καὶ θείῳ, εἰ καὶ ἐν τοῖς μαθηματικοῖς εἰκόνας αὐτοῦ τινας θεωρεῖν δυνάμεθα διὰ τὸ τοὺς δευτέρους ἀριθμοὺς ἐξηρτῆσθαι τῶν προτέρων ἀεὶ καὶ κατὰ τὴν ἐκείνων ἰδιότητα προϊέναι κἀκείνους ἐν ταῖς τελευταίαις ἐκφαίνειν τάξεσι). καὶ θνητὰ δὲ ζῷα, καθ’ ὅσον ἡ φύσις ἐν αὐτοῖς δυναστεύει (δυναστεύει δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ οὐκ ἀεί), κατὰ τοσοῦτον τοῖς οἰκείοις ἀριθμοῖς διακεκόσμηται.

“但应当看到[……]在可毁灭的事物中。” 他说,既然永恒的事物是被整饬的且始终保持相同状态,那么在它们身上运用数的定理便有极大的充裕,况且在那些随时变易的事物上尚且能够构想出许多此类事情。但这本应作为充分的证据,证明永恒事物是按照某种神圣的数被秩序化的,而必死事物[则是按照神圣的数与自然的数两者的]。因为如果永恒事物始终如此,那么它们就是依照自然如此;如果说我们通过在算术上施用于它们而道出了关于它们的真理,那么真正从事哲学的人就是在按照神圣自然成立它们的原本样貌来试图观照它们。例如试以一事说明,太阳在如此长的时间内运行周天,且始终如此;因此依照自然便是如此。然而这段时间是如此这般的数;因此自然是连同如此这般的数而成立了太阳,也连同如此这般的数成立了月亮,以及天界中的每一事物(然而不是连同数学的数,而是连同造化与神圣的数,即便我们在数学事物中能够观照到它的某种影像,因为第二位的数始终悬系于先在的数,依照它们的特质而前行,并在最末端的位阶中彰显它们)。而必死的动物,只要自然在其中居于统治(而自然是就大多数而言居于统治,并非始终如此),在这个范围内也是被其本有的数所整饬的。

§3.178

"Ἀλλ’ αἱ... ἐν δὲ χρόᾳ τὸ λευκόν." Συγχωρεῖ μὲν καὶ 〈ἐν〉 ἀριθμοῖς καὶ ἐν σχήμασι καὶ ἐν χροιαῖς καὶ ἐν ἑκάστοις εἶναι τό τε εὖ καὶ τὸ ἀντικείμενον τῷ εὖ, ὁμοίως δὲ καὶ ἐν τῇ φύσει· οὐ μὴν ἔτι τοῦ ἐν τῇ φύσει ἀμείνονος τὴν ἀμείνω συστοιχίαν αἰτιᾶται τοῦ ἀριθμοῦ, μᾶλλον δὲ εἰ τύχοι τὰς ὥρας τοῦ ἔτους βούλεται προτέρας εἶναι καὶ αἰτιωτέρας τοῦ ἀριθμοῦ αὐτοῦ, ἀλλ’ οὐχὶ τοὺς ἀριθμοὺς τῶν ὡρῶν. καὶ τοῦτο εἰκότως μὲν ὑπομένει, τοὺς ὑστερογενεῖς ἐννοῶν ἀριθμούς. ὅμως δὲ ἐρωτητέον αὐτόν, πόθεν αἱ ὧραι ἀεὶ ὡσαύτως; ἢ γὰρ ἐκ Διὸς ἢ ἐξ ἡλίου ἢ ἐξ ἄλλου του τῶν δημιουργῶν. οὐκοῦν ἐκεῖθεν μετροῦνται καὶ τάττονται κατὰ τὴν ποιητικὴν δύναμιν τῶν ἀριθμῶν. ὅλως δὲ πρὸ τοῦ ἐν ἄλλῳ τὸ ἑαυτοῦ ὂν διὰ τί μή μελετῶμεν ἀσπάζεσθαι; ἐπεὶ καὶ τὸ ἐν ἑκάστοις ἀγαθὸν ὁρῶντα μὴ αἰτιολογεῖν αὐτὸ καὶ τὸ μὴ ἀνάγειν πάντα εἰς μίαν ἀρχήν, ἀφ’ ἧς αὐτοῖς καὶ τὸ ὁμοίως ἔχειν καὶ τὸ ἀνὰ τὸν αὐτὸν λόγον προεληλυθέναι διασώζεται, διασπῶντός ἐστι τὰ ὄντα καὶ ἐπιλανθανομένου3 τοῦ “οὐκ ἀγαθὸν πολυκοιρανίη.” καίτοι τίς οὐκ ἂν ὁμολογήσειεν, ὅτι δεῖ τὸν ἕνα λόγον προυπάρχειν τῶν ἀνάλογον; ὁ δὲ οὔ φησι, πέπονθε δὲ τοῦτο καὶ ἐν τοῖς φυσικοῖς αὐτοῦ σκέμμασι, τὴν τύχην οὐ μίαν αἰτίαν συναγωγὸν τῶν διαφερουσῶν ἀρχῶν ὑποθέμενος, ἀλλὰ συμπτώματα φὰς εἶναι τὰ κατὰ τύχην καὶ τύχην ἀναίτιον αἰτίαν. ὅθεν πολὺ τὸ εἰκῇ παρ’ αὐτῷ καὶ ἀλόγιστον, ὃ δὴ παρεμπίπτον διακόπτει τὴν τοῦ νοῦ τῶν ὅλων ἐπικράτειαν.

“但是[……]在颜色中则是白。” 他固然承认在数中、在图形中、在颜色中以及在每一事物中都存在善以及与善对立的事物,在自然中同样如此;然而他不再将自然中更好的事物归咎于数的更好的对应序列,反而随其所至,愿意将一年中的时节视为先于数本身且比数更具原因性,而不愿将数视为时节的[原因]。如果他是设想了后生的数,那么他承受这一看法也是有理由的。然而仍须质问他:时节究竟何以始终保持相同状态?因为这要么出自宙斯,要么出自太阳,要么出自造作者中的某一位。因此它们是从彼处按照数的创造潜能而被测度并被整饬的。总而言之,在存在于他物之中的事物之前,为何我们不努力去接纳那存在于其自身之中的事物呢?因为看到了每一事物之中的善却不对其探究原因,且不将万物还原至单一的始基——万物以此始基才得以保全其同等状态并依照相同的比例而展开,这乃是割裂存在者并遗忘“多头统治非善事”之说者的作为。然而,比例中的各项之前必有单一的比例关系预先存在,对此又有谁不会承认呢?但他却说不然;而且他在自己的自然探究中也陷入了这种境地,他并未将运气假设为统摄不同始基的单一原因,而是说出于运气者是偶然会合,并将运气称为无原因的原因。因此在他那里充斥着盲目与无理性之物,而这横插进来,切断了万物之理智的主导地位。

语法注3 条
  1. 3.176“χωρίς” γάρ φασι “τὰ Μυσῶν”

    引用希腊谚语“密细亚人之事是分开的”(用以指代彼此毫无关联之事物)。在此引入是为了说明音节数目或中项与诗行的本质原因之间不存在任何内在关联。

  2. 3.177ὅπου γε καὶ ἐπὶ τῶν ἄλλοτε ἄλλως διακειμένων ἔστι πολλὰ τοιαῦτα ἐπινοεῖν

    ὅπου γε 引导对比性或让步性的理由,意为“在……尚且可能的场合/既然在……中都能”。它构成一个次前提:如果在可变易且无常的事物中尚且能构想出数的吻合,那么在有序且永恒的天体事物中,便更有充分的余地运用数的定理。

  3. 3.178διασπῶντός ἐστι τὰ ὄντα καὶ ἐπιλανθανομένου

    名词化的不定词短语(τὸ ... μὴ αἰτιολογεῖν ... καὶ τὸ μὴ ἀνάγειν)作主语,属格分词 διασπῶντος ... καὶ ἐπιλανθανομένου 作表语(表示特征或属于某种人),意为“……乃是割裂存在者并遗忘……之人的作为/特征”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:192.30-194.15