- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:194.16-195.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努在注解1093b21–24时反驳了亚里士多德依据协和音比例对理念数的指难,坚称理念数统摄的是宇宙与神圣灵魂的和谐而非乐器音调。在1093b24处,他直接向亚里士多德发话并赞扬古贤不可驳斥,指出本注释亦涵盖了对《形而上学》大阿尔法卷和佚作《论理念》的回应,最后以向掌管哲学的诸神祈祷结束全书。
" Ἔτι... ποιητέον." Τοῦτο εἰς τοὺς εἰδητικοὺς ἀριθμοὺς μόνους ἀπέρριπται, οὕς φασιν ἀσυμβλήτους ἔχειν μονάδας καὶ διὰ τοῦτο διαφορὰν δεικνύναι καὶ ἐπὶ τῶν ἴσων, οἷον τὸν ἐκεῖ τρία μὴ εἶναι τὸ τρίτον μέρος τῆς αὐτοεννεάδος μηδὲ τὸ ἥμισυ τῆς αὐτοεξάδος. εἰ τοίνυν, φησί, τοιοῦτοί εἰσιν οἱ εἰδητικοὶ ἀριθμοί, οὐκ ἂν εἶεν αἴτιοι τῶν ἁρμονιῶν· ἐν γὰρ ταῖς συμφωνίαις οἵ τε ὁμόφωνοι φθόγγοι ἴσοι εἰσὶ καὶ ἡ νήτη διπλασία τῆς ὑπάτης ἐπιτέταται καὶ ὅλως ὁ δ̅ τοῦ ὀκτὼ ἥμισυς καὶ τοῦ τρία ἐπίτριτος, ὡς ἂν ἀδιαφόρων οὐσῶν τῶν ἐν αὐτοῖς μονάδων.1 συλλογίζεται οὖν οὕτως· οἱ εἰδητικοὶ 〈ἀριθμοὶ〉 διαφόρους ἔχουσι μονάδας, οἱ συνιστάντες τὰς ἁρμονίας ἀριθμοὶ οὐκ ἔχουσι διαφόρους μονάδας, οὐκ ἄρα οἱ εἰδητικοὶ ἀριθμοὶ συνιστᾶσι τὰς ἁρμονίας· ὥστε εἴ τις αὐτοὺς εἶναι λέγει διὰ τοῦτο, ψευδῶς λέγει. ῥητέον δὲ πάλιν, ὅτι οὔτε μοναδικοί εἰσιν οἱ εἰδητικοὶ ἀριθμοί, εἰ μή τις τὰ εἴδη αὐτῶν μονάδας ἢ ἑνάδας ἐθέλει καλεῖν, οὔτ’ αὐτόθεν καὶ ἀμέσως τῶν ἐν ταῖς λύραις ἁρμονιῶν εἰσι συστατικοί, ἀλλ’ ἴσως τῶν ἐν ταῖς θείαις ψυχαῖς καὶ τῶν τοῦ σύμπαντος κόσμου· καὶ ὅλως ὅσα ὁ εἷς καὶ ὅλος δημιουργὸς ἑνιαίως ὑφιστάνειν καὶ κατακοσμεῖν καὶ σύμφωνα πρὸς ἑαυτὸν καὶ πρὸς ἄλληλα ποιεῖν λέγεται, τὴν τούτων ἁρμονίαν ἐκ τῶν εἰδητικῶν ἀριθμῶν ὑφίστασθαί φασι.
“此外[……]应当作成。” 这一论辩仅是针对理念数而发难的,他们称理念数具有不可比的单子,并因此即使在相等事物上也显现出差异,例如彼处的三既非“九自身”的三分之一部分,亦非“六自身”的一半。他说,因此如果理念数是这般模样,那么它们就不可能是和谐的原因;因为在协和音中,同音是相等的,最高音(涅忒)的张力是最低音(许帕忒)的两倍,总括而言,四是八的一半,也是三的一又三分之一(三分之四比),犹如存在于其中的单子是无差别的。因此他如此作三段论:理念数具有有差别的单子,构成和谐的数不具有有差别的单子,因此理念数不构成和谐;所以,如果有人因为这一缘故而声称理念数存在,他便说得不实。然而仍须反驳说,理念数既非由单子组成(除非有人愿意将其形式称为单子或一子),亦非直接且无中介地构成竖琴中的和谐,而是也许构成了神圣灵魂中的和谐以及全宇宙的和谐;总括而言,凡是独一而整体的造作者被认为以单一方式使其成立、予以整饬,并使其与自身及彼此相协调的事物,人们都说这些事物的和谐乃是由理念数建立起来的。
"Τὰ μὲν οὖν... εἶναι τὰς ἀρχάς." Ἐγὼ δὲ τεκμήριον ἂν ποιησαίμην τοῦ κάλλιστα καὶ ἄριστα καὶ ἀνελεγκτότατα πεφιλοσοφηκέναι τοὺς θείους ἐκείνους ἄνδρας τὸ σὲ δεινότατον ὄντα καὶ γονιμώτατον τῶν ἱστορηθέντων [συγγραφέων] οὕτω μὲν κακοπαθῆσαι2 περὶ τὰς ἀντιλογίας τὰς πρὸς αὐτούς, μηδὲν δὲ οὐχ ὅτι νικητικὸν ἀλλ’ οὐδὲ πιθανὸν εἰρηκέναι, μᾶλλον δὲ οὐδὲ ὅλως τι πρὸς αὐτοὺς εἰρηκέναι, ἀλλὰ τὰ πλεῖστα μὲν ἑτέραις ὑποθέσεσι χρήσασθαι μηδὲν προσηκούσαις τῇ τῶν πρεσβυτέρων πραγματείᾳ, ἐνιαχοῦ δὲ λέγειν τι πρὸς τἀληθὲς αὐτῶν δόγμα προθέμενον παρὰ θύρας ἀπηντηκέναι.3 Ταῦτά ἐστιν ἃ ἐν τούτοις ἀντιλέγει ταῖς τῶν Πυθαγορείων καὶ Πλατωνικῶν ἀνδρῶν θεωρίαις ὁ Ἀριστοτέλης· ἃ δὴ περιέχει καὶ τὰ ἐν τῷ μείζονι τῶν Α ῥηθέντα, ὡς καὶ ὁ ὑπομνηματιστὴς Ἀλέξανδρος ὑπεσημήνατο· διὸ καὶ ἡμεῖς τούτοις ἐπιστήσαντες οὐδ’ ἐκεῖνα παραλελοιπέναι νομίζομεν· οὐ μὴν οὐδ’ ὅσα ἐν τοῖς Περὶ εἰδῶν δύο βιβλίοις πρὸς αὐτοὺς εἴρηκε· σχεδὸν γὰρ κἀκεῖ τὰ αὐτὰ ταῦτα ἀνακυκλοῖ, ὥστε εἰκότως διὰ τῶν αὐτῶν ἂν εἴη καὶ ἡ πρὸς ἐκεῖνα ἀπάντησις. ἡμεῖς μὲν οὖν τοῖς ἐφόροις τῆς φιλοσοφίας θεοῖς εὐξάμενοι τὸν λόγον καταπαύσομεν· πολλῶν δὲ ῥηθέντων ἐφ’ ἑκάτερα λόγων κρατοίη τῆς τῶν ἐντυγχανόντων διανοίας τὰ ἀληθέστερα καὶ θεοφιλέστερα.
“因此,这些[……]是本原。” 至于我,则愿将如下事实作为那些神圣人物进行了至美、至善且最不可驳斥的哲思的明证:在所有载于史册的著作者中最为卓越且最多产的你[亚里士多德],在反对他们的反驳中陷入如此的窘迫,却不仅未曾说出任何奠定胜局之论,甚至连有说服力的话也未曾说出,或者更确切地说,根本未曾针对他们说出任何话,反而多半使用了与古人的探讨毫无相干的其他假设,而在某些地方,即便立意要针对他们的真实学说立论,却完全未中要害。以上便是亚里士多德在这些篇章中反对毕达哥拉斯派与柏拉图派人物之观照的内容;正如注释家亚历山大所指出的那样,这些内容确实也涵盖了在大阿尔法卷中所说的话。因此,我们关注了这些内容,也认为未曾遗漏彼处的论述;并且对于他在《论理念》两卷书中所针对他们陈述的内容,亦是如此;因为他在那里也几乎兜圈子重复了这同样的话,所以针对那些言论的反驳理应同样借助这些论据。于是,我们向掌管哲学的诸神祈祷后,将结束本篇论述;而在两造陈述了诸多论辩之后,但愿那更为真实且更蒙神眷顾的言论主宰研读者的心智。
- 3.179ὡς ἂν ἀδιαφόρων οὐσῶν τῶν ἐν αὐτοῖς μονάδων
连词 ὡς ἄν 与属格独立结构(ἀδιαφόρων οὐσῶν τῶν ... μονάδων)连用,表示亚里士多德在反驳时所预设的主观假定或理由,即“犹如存在于其中的单子是无差别的那样”。
- 3.180τὸ σὲ δεινότατον ὄντα καὶ γονιμώτατον τῶν ἱστορηθέντων [συγγραφέων] οὕτω μὲν κακοπαθῆσαι
带冠词不定式结构(τὸ ... κακοπαθῆσαι ... μηδὲν δὲ ... εἰρηκέναι)充当主动词短语 τεκμήριον ἂν ποιησαίμην 的直接宾语。不定式的逻辑主语是第二人称宾格代词 σέ,叙利亚努在此处直接对亚里士多德本人发话(顿呼)。
- 3.180παρὰ θύρας ἀπηντηκέναι
习语 παρὰ θύρας ἀπαντᾶν 字面意为“在门旁(门外)相遇”,引申为未击中要害或错失目标。在此处指亚里士多德虽企图反驳柏拉图学派的真正学说,却作出了“未切中要害的应对”。
