- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:191.12-192.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努斯承认亚里士多德对涉及七和三的偶性事例的反驳在一定程度上是合理的,但他为真正的毕达哥拉斯数论辩护,指出该批判仅针对后世的拙劣解释;他还指出亚里士多德本人在其讲授性著作中亦肯定了数的自然与造化意义。
" Ἀλλὰ διὰ τί... οὐκέτι δύναται." Ὡς εἰ ἔλεγεν· ἀλλ’ ἴδωμεν αὐτῶν τὰς κατασκευὰς δι’ ἃς αἴτια λέγουσι ταῦτα τῶν πραγμάτων. τὴν ἑπτάδα τοίνυν ἐπαινοῦντές φασι τά τε φωνήεντα ἑπτὰ εἶναι δι’ ὧν ἡ ἐγγράμματος ἀποτελεῖται φωνή, καὶ τοὺς φθόγγους τῆς διὰ πασῶν, ἔτι δὲ τὰς Πλειάδας ἑπτά, ἐν ἑπτὰ δὲ ἔτεσιν ὀδόντας βάλλειν τὰ ζῷα (οἷς ἐπιφωνεῖ πᾶσι κωμικῶς καὶ ἐλεγκτικῶς τὸ ἔνιά γε ἔνια δ’ οὔ), ἑπτὰ δὲ εἶναι τοὺς ἐπὶ Θήβας στρατεύσαντας. εἶτα δείκνυσιν ὅτι οὐδὲν τούτων διὰ τὸν ἑπτὰ ἀριθμὸν γίγνεται, ἀλλὰ δι’ ἄλλην αἰτίαν. καὶ τῷ ὄντι γελοῖον ἢ τῶν Ἀργείων στρατηγῶν τὸν ἀριθμὸν τοῦτον αἰτιᾶσθαι ἢ τῆς Πλειάδος· οὐδὲ γὰρ περὶ αὐτῆς θαρροῦντα ἔστιν εἰπεῖν, ὅτι οὕτω συντέτακται δημιουργικῶς, ἀλλὰ μᾶλλον ὅτι πᾶς ὁ καταστερισμὸς πολλῆς μετέχει θέσεως· διὸ καὶ παρ’ Αἰγυπτίοις μὲν ἄλλως, παρὰ Χαλδαίοις δὲ ἢ Ἕλλησιν ἑτέρως εἰσὶ συντεταγμένοι οἱ ἀπλανεῖς. λέγει δὲ καὶ περὶ τῶν διπλῶν συμφώνων, ὅτι οὐ διὰ τοῦτο τρία ἐπειδὴ τρεῖς αἱ συμφωνίαι. καὶ εὖ λέγει· οὐδὲ γὰρ ἔστιν ἕκαστον αὐτῶν ἀνάγειν εἰς ἑκάστην τῶν συμφωνιῶν, οἷον τὸ ζ εἰς τὴν διὰ τεσσάρων ἢ τὸ ξ εἰς τὴν δι’ ὀξειᾶν ἢ τὸ ψ εἰς τὴν διὰ πασῶν· ἀλλὰ μᾶλλον, φησίν, ἐπειδὴ οἱ τόποι τρεῖς τῆς ἐκφωνήσεως, διὰ τοῦτο ἐφ’ ἑκάστου ἓν ἀποτελεῖται. ταύτῃ δὲ τῇ ἀποδόσει καὶ Ἀρχῖνος ἐχρῆτο, ὡς ἱστορεῖ Θεόφραστος· ἔλεγε δὲ ὁ Ἀρχῖνος ἢ ἔξω τι παρὰ τὴν μύσιν τῶν χειλῶν ἐκφωνεῖσθαι, ὥσπερ τὸ π, καὶ διὰ τοῦτο τὸ ψ πρὸς τῷ ἄκρῳ γεννᾶσθαι τῆς γλώττης ὡς ἐκ τοῦ π σ συγκείμενον· ἢ τῷ πλάτει τῆς γλώττης παρὰ τοὺς ὀδόντας, ὥσπερ [δὲ] τὸ δ, καὶ διὰ τοῦτο τὸ ζ κατὰ ταύτην γεννᾶσθαι τὴν χώραν· ἢ τῷ κυρτῷ πιεζομένῳ ἐκ τοῦ ἐσχάτου, ὥσπερ τὸ κ, ὅθεν τὸ ξ προϊέναι. ταῦτα δὲ ὅτι φυσικώτερα τοῦ τὰς τρεῖς αἰτιᾶσθαι συμφωνίας πᾶς ἄν τις ὁμολογήσειεν· οὐ μὴν ἐπειδή τινες τῶν νεωτέρων μοχθηραῖς ἀποδόσεσιν ἐχρήσαντο, διὰ τοῦτο χρὴ τὰς διὰ τῶν ἀριθμῶν φυσιολογίας ἀποδοκιμάζειν. ἀλλ’ εἰ μὲν εὑρίσκετό τι τοιοῦτον ἢ παρὰ Πλάτωνι τῷ θείῳ ἢ παρά τινι τῶν εὐδοκίμων Πυθαγορείων, διαβολὴν〈ἂν〉 ἔφερε τῇ μεθόδῳ· ἐπεὶ δὲ Πρῶρος μὲν ὁ Πυθαγόρειος πολλὰ καὶ σεμνὰ καὶ θεοπρεπῆ περὶ ἑπτάδος εἰπὼν οὐδεμιᾷ τοιαύτῃ χρῆται ἀποδόσει, δείκνυσι δὲ συνετῶς ὅπως ἡ φύσις δι’ ἑπτὰ ἐτῶν ἢ μηνῶν ἢ ἡμερῶν πλεῖστα τοιούτων πραγμάτων τελειοῖ ἢ μεταβάλλει, ἄλλοι δὲ περὶ δεκάδος διαλεχθέντες ἔδειξαν αὐτῆς τήν τε ἐν παντὶ τῷ θείῳ γενητῷ βασιλείαν καὶ τὴν ἐν τοῖς καθ’ ἕκαστα τῶν φυσικῶν ἔργων ἐπικράτειαν, αὐτός τε ὁ Πυθαγόρας περὶ πάντων τῶν ἀπὸ μονάδος ἄχρι δεκάδος ἀναδιδάξας ἀριθμῶν θεολογικῶς ἅμα καὶ φυσικῶς ἀναστρέφεται μηδεμιᾶς εὐτελοῦς καὶ ψυχρᾶς ἀποδόσεως ἐφαπτόμενος, — τί οὖν δεῖ τὰ γνήσια τῶν ἀνδρῶν ἀπολελοιπότα συγγράμματα ἐκ τῶν ὑποδυομένων τὴν ἐκείνων φιλοσοφίαν τὴν κατὰ τῶν θείων ἀνδρῶν αὔξειν διαβολήν;1 εἰ δὲ δεῖ καὶ τοῦτο προσθεῖναι, φανερός ἐστι καὶ αὐτὸς ὁ δαιμόνιος Ἀριστοτέλης, ἐν οἷς οὐ φιλονεικεῖ, καὶ τὴν φυσικὴν τῶν ἀριθμῶν δύναμιν ἀποθαυμάζων καὶ τῇ τῶν Πυθαγορείων θεωρίᾳ κατακολουθῶν.2 καὶ ἃ μὲν περὶ τριάδος εἶπεν ἐν τῷ προοιμίῳ 〈τῆς〉 Περὶ οὐρανοῦ πραγματείας μαρτυράμενος καὶ τὸ Πυθαγόρου διδασκαλεῖον καὶ τέλος ἐπιφωνήσας, ὡς “παρὰ τῆς φύσεως εἰληφότες ὥσπερ νόμους ἐκείνης πρὸς τὰς ἁγιστείας χρώμεθα τῶν θείων τῷ ἀριθμῷ τούτῳ”, πᾶσίν ἐστι πρόδηλα. τὰ δὲ ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν κείμενα πῶς οὐκ ἄν τις ἐκπλαγείη; εὑρὼν γὰρ τοὺς γενικωτάτους χυμοὺς ὀκτώ, στρυφνὸν αὐστηρὸν πικρὸν ἁλμυρὸν δριμὺν ὀξὺν γλυκὺν λιπαρόν, καὶ πάλιν ὀκτὼ τὰ ἁπλούστατα χρώματα, λευκὸν ξανθὸν φοινικοῦν ἁλουργὸν πράσινον φαιὸν κυανὸν μέλαν, ἑπτὰ ἑκάτερα ποιεῖ, δημιουργίᾳ πρέπειν ὑπολαβὼν τοῦτον τὸν ἀριθμὸν καὶ εἰς ταὐτὸ συνωθῶν πικρῷ μὲν ἁλμυρόν, μέλανι δὲ φαιόν. μὴ τοίνυν ἃ δοκιμάζομεν ἐν τοῖς ὑφηγητικωτέροις τῶν συγγραμμάτων, ταῦτα ἐν τοῖς ἀντιλογικοῖς ἀποσκορακίζωμεν.
“但是为何[……]便不再能够。” 这正如他所说的:“不过让我们来看看他们的立论,即他们凭何宣称这些是事物的根据。”于是,他们在赞颂七元数时说,构成有拼写发音的元音是七个,八度音程中的音也是七个,此外昴星团是七颗星,动物在七岁时换牙(针对所有这些,他都以滑稽且反驳的口吻补充道:“至少有些是如此,但有些则不然”),而且远征底比斯的将领也是七人。随后他表明,这些事情没有一件是因七这一数目而发生的,而是出于另一原因。确实,将阿哥斯将领们的数目或昴星团的数目归咎于这个数是可笑的;因为关于昴星团本身,也不能自信地说它是出于造物的方式如此排布的,而是所有的星座划分都带有很大程度的约定俗成;这也是为什么恒星在埃及人那里是一种排布方式,而在迦勒底人或希腊人那里又是另一种排布方式。他还谈及双辅音,指出它们是三个并非因为协和音是三个。他说得很对;因为不可能将它们中的每一个归于每一个协和音,比如将zeta归于四度音程,或将xi归于五度音程,或将psi归于八度音程;正如他所说,毋宁是因为发音的部位有三处,因而在每一处产生一个。正如泰奥弗拉斯托斯所记载的,阿耳基诺斯也采用了这种解释:阿耳基诺斯说,要么是在双唇紧闭的正外侧发音,如pi,因此psi在舌尖处产生,因为它是由pi和sigma构成的;要么是用舌的平阔部分靠近牙齿发音,如delta,因此zeta在这一区域产生;要么是用舌的隆起部分从最深处受挤压发音,如kappa,xi便由此发出。所有人都会承认,这些解释比归咎于三个协和音要更符合自然;然而,并不能因为较晚近的某些人采用了拙劣的解释,就应当因此废弃通过数来进行的自然探究。如果这类说法是在神圣的柏拉图那里,或是在某位声名卓著的毕达哥拉斯主义者那里被发现的,它确实会给这一方法带来非难;然而,毕达哥拉斯派的普罗罗斯关于七元数虽谈论了许多崇高且合乎神圣的事理,却绝未使用任何此类解释,而是明智地表明自然如何通过七年、七月或七日来成就或转化多数这类事物;其他人论述十元数,表明了它在整个神圣生成物中的统治地位以及在具体的自然造化中的主导力;毕达哥拉斯本人对从一到十的所有数进行施教,兼具神学与自然学地展开探讨,未触及任何浅薄而枯燥的解释,——既然如此,为何要抛弃那些先贤的真正著作,却根据冒充其哲学的人来加深对那些神圣之人的非难呢?如果还应当加上这一点的话,那么显而易见,这位非凡的亚里士多德本人在他不存好胜之心的地方,既赞叹数的自然潜能,又依循毕达哥拉斯派的学说。他在《论天》这篇著作的序言中关于三元数所说的话,引证了毕达哥拉斯学派作为见证,并最终补充道“我们仿佛领受了自然的法则而将这个数用于对神圣事物的祭仪”,这对于所有人而言都是显而易见的。而写在《论感觉及其对象》中的论述,又怎能不令人惊叹呢?因为他在发现最属类的滋味有八种——涩、苦涩、苦、咸、辛、酸、甜、油,又发现最单纯的颜色有八种——白、黄、红、紫、绿、灰、青、黑之后,却将每一类都作成了七种,这是因为他认为这个数适合于造化,并将咸与苦、灰与黑合而为一。因此,我们绝不应当在论辩性的著作中,将我们在更具讲授性的著作中认可的事情一举抛弃。
- 3.175ἐπεὶ δὲ Πρῶρος μὲν ... τί οὖν δεῖ τὰ γνήσια τῶν ἀνδρῶν ἀπολελοιπότα συγγράμματα ἐκ τῶν ὑποδυομένων τὴν ἐκείνων φιλοσοφίαν τὴν κατὰ τῶν θείων ἀνδρῶν αὔξειν διαβολήν;
长句的骨干结构。在非现实条件的归结句(διαβολὴν ἂν ἔφερε)之后,由连词 ἐπεί 引导出三个并列分句(Πρῶρος μὲν ... ἄλλοι δὲ ... αὐτός τε ὁ Πυθαγόρας ...),随后以破折号连接主句的修辞反问 τί οὖν δεῖ ... αὔξειν。不定式 αὔξειν(增加)的主语是宾格分词短语 τὰ γνήσια ... ἀπολελοιπότα(抛弃了真正著作的人),συγγράμματα 作该分词的宾语。
- 3.175φανερός ἐστι καὶ αὐτὸς ὁ δαιμόνιος Ἀριστοτέλης ... ἀποθαυμάζων καὶ ... κατακολουθῶν
形容词 φανερός 与分词(ἀποθαυμάζων, κατακολουθῶν)构成的个人主语结构(personal construction)。原本可用非人称表达“亚里士多德赞叹且遵循……是显而易见的”(即 φανερόν ἐστι 搭配不定式),此处直接以亚里士多德为主语,后接表语分词。
