- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:190.23-191.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努回应《形而上学》1093a3的疑难,论证主导天体与生物周期的自然及塑造之数不同于数学数,而将平方或立方等术语用于自然之数乃是指形相的主导,而非单子性的数量。
" Ἆρ’ οὖν... ἀριθμοῦ ἔχοντα, οἷον ἥλιος καὶ σελήνη 〈τὰ〉 αὐτά." Ὅτι μὲν ἡλιακός ἐστί τις ἀριθμὸς καὶ σεληνιακὸς ἄλλος καὶ ἑκάστου τῶν κατ’ οὐρανὸν κινουμένων ἴδιος, καὶ τυφλῷ, φασί, δῆλον· οὐ γὰρ ἂν αἱ ἀποκαταστάσεις τῶν φορῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐγίγνοντο, εἰ μὴ εἷς καὶ ὁ αὐτὸς ἀριθμὸς ἐδυνάστευεν ἐφ’ ἑκάστου. πάντες γε μὴν οὗτοι συντελοῦσι τῇ τοῦ θείου γενητοῦ1 περιόδῳ καὶ περιέχονται ὑπὸ τοῦ τελείου ταύτης ἀριθμοῦ. οὐ μὴν ἀλλὰ γὰρ καὶ τῶν ζῴων ἑκάστου πάντως ἐστί τις φυσικὸς ἀριθμός· οὐ γὰρ ἂν ὡσαύτως τὰ ὁμοειδῆ διωργάνωτο οὐδ’ ἂν περὶ τὸν αὐτὸν ἤκμαζέ τε καὶ παρήκμαζε χρόνον οὐδ’ ἐγέννα οὐδ’ ἔτρεφεν οὐδ’ ηὖξε τὰ ἔκγονα, εἰ μὴ τῷ αὐτῷ μέτρῳ κατείχετο τῆς φύσεως. καὶ μὴν ὅτι οὗτος αἴτιος γίγνεται ‘ἀμεινόνων τε καὶ χειρόνων γενέσεων’, ἀκηκόαμεν παρὰ τοῦ κρατίστου τῶν Πυθαγορείων Πλάτωνος. τί οὖν χρὴ τοῖς φυσικοῖς καὶ δημιουργικοῖς ἀριθμοῖς εἰς ταὐτὸν ἄγοντα τοὺς μαθηματικοὺς ἐπιταράττειν τὸν λόγον;2 κἂν γὰρ τετραγώνους ποτὲ λέγωμεν ἢ κύβους τῶν φυσικῶν ἀριθμῶν ἐνίους, οὐ μοναδικοὺς αὐτοὺς ποιοῦμεν, ὥσπερ τὸν Θ καὶ τὸν ΚΖ, ἀλλὰ τὴν δι’ ὁμοιότητος αὐτῶν πρόοδον καὶ τὴν ταὐτοῦ περὶ τὰς ἀπογεννήσεις αὐτῶν ἐπικράτειαν διὰ τούτων τῶν ὀνομάτων σημαίνομεν· ὁμοίως δὲ κἂν ἴσους λέγωμεν ἢ διπλασίους, εἰδῶν ἐπικρατείας καὶ συμφωνιῶν ἐν αὐτοῖς ἐνδεικνύμεθα. ὥστε οὐ παρὰ τοῦτο ἢ τὰ διαφέροντα τῷ αὐτῷ χρήσεται ἀριθμῷ καθὸ διαφέρει ἢ τὰ αὐτὰ ἑτέρῳ καὶ ἑτέρῳ, καθὸ τὰ αὐτά ἐστιν· οὐδὲ γὰρ κατὰ τὸ μαθηματικὸν ἀκούοντι τῶν ἀριθμῶν ταῦτα ἄν ἠκολούθησε τὰ ἄτοπα,3 πολλῶν τετραγώνων καὶ ἀπείρων ἐπινοεῖσθαι δυναμένων κύβων καὶ ἴσων καὶ διπλασίων, μήτοι γε δὴ τοῖς κατὰ τὸ βούλημα τῶν χρησαμένων τῇ θεωρίᾳ ταύτῃ φυσικῶς αὐτὰ μετιοῦσιν ἐμποδὼν ἂν κατασταίη.
“那么难道[……]具有[相同的]数,例如太阳和月亮具有相同的[数]?” 存在某种太阳之数,另有月亮之数,且天体中运行的每一物皆有其固有的数,正如俗话所说,“即便对盲人而言也是显而易见的”;因为若非单一且相同的数统摄着每一物,它们运行的复归就不会始终依照相同的方式且均匀地发生。确实,所有这些数都促成“神圣生成物”的周期,并被其完满的数所包容。不仅如此,每一动物也绝对具有某种自然的数;因为若非受到自然之同一尺度的维系,同类的个体便不会以相同的方式被赋予器官,也不会在大致相同的时期达到全盛与衰老,亦不会生育、哺育并抚育后代。而且,正是这个数成为“较好与较差的诞生”的原因,我们从最卓越的毕达哥拉斯主义者柏拉图那里已经听闻了。那么,何必将数学数与自然的及塑造性的数混为一谈以扰乱理路呢?因为即使我们有时将自然之数中的某些称为“平方数”或“立方数”,我们也并未将它们看作由单子构成的数,例如9(Θ)和27(KZ),而是通过这些名称来表示它们借由相似性的推进以及“同”在其生成中的主导;同样地,即使我们称它们为“相等的”或“倍数的”,我们也是在其中指明形相与协和的主导。因此,绝不会由此导致相异的事物就其相异而言使用相同的数,或者相同的事物就其相同而言使用不同且各异的数;因为即便对于按数学方式理解这些数的人而言,由于可以设想许多乃至无限的平方数和立方数、等数和倍数,这些荒谬之事也不会随之而来,更不用说会对那些依照采用该学说之人的意旨而以自然方式探究它们的人构成阻碍了。
- 3.174τοῦ θείου γενητοῦ
中性单数属格名词化短语,袭用柏拉图在《理想国》和《蒂迈欧篇》中指称宇宙(可感世界)的传统表达。在此语境中,它指代由其“完满数”所包容的整个宇宙天球运行的大周期(大年)。
- 3.174τί οὖν χρὴ τοῖς φυσικοῖς καὶ δημιουργικοῖς ἀριθμοῖς εἰς ταὐτὸν ἄγοντα τοὺς μαθηματικοὺς ἐπιταράττειν τὸν λόγον;
非人称动词 χρή 支配不定式 ἐπιταράττειν,其隐含逻辑主语以宾格分词 ἄγοντα 呈现。分词 ἄγοντα 带有直接宾语 τοὺς μαθηματικούς,并通过 εἰς ταὐτὸν τοῖς φυσικοῖς καὶ δημιουργικοῖς ἀριθμοῖς(“引向与自然及塑造之数同一”)与之结合。
- 3.174οὐδὲ γὰρ κατὰ τὸ μαθηματικὸν ἀκούοντι τῶν ἀριθμῶν ταῦτα ἄν ἠκολούθησε τὰ ἄτοπα
由 ἄν 与直说语气不定过去时 ἠκολούθησε 构成的反事实条件句后件(归结分句)。与格分词 ἀκούοντι 作判断/基准与格(“对于按数学方式理解数的人而言”)。否定词 οὐδέ 修饰全句(“连这些荒谬也不至于随之而来”),并与后文的 μήτοι γε δή(“更不用说……”)相呼应。
