← 叙利亚努斯

亚里士多德《形而上学》注释

§189.3-190.22

关于混合比例与能动之数疑难的辩护

叙利亚努斯代表毕达哥拉斯学派和柏拉图学派回应了亚里士多德在1092b26处就蜜水调配比例、乘法与加法之别以及事物与数的重合所提出的疑难,指出亚里士多德混淆了自然之数、能动之数与数学之数。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.173

" Ἀπορήσειε δ’ ἄν τις... τῷδε καὶ ἄλλῳ." Ἐπειδὴ τὸ μὲν ἐνάριθμον πανταχοῦ παρ’ αὐτοῖς ἐπαινεῖται, τὸ δὲ μὴ ἔχον λόγον πρὸς ἕτερον, ὃν ἀριθμὸς πρὸς ἀριθμόν, ἄλογόν τε καὶ ἀσύμμετρον εἶναι λέγεται, οὔ φησιν αὐτὸς ὁρᾶν, πῶς τὸ μελίκρατον, ἐὰν μὲν κατ’ ἀριθμοὺς ἢ περιττοὺς ἢ ἀρτίους, οὓς νῦν εὐλογίστους ἐκάλεσε, κεκραμένον ᾖ, λυσιτελέστερον γίγνεται καὶ μάλιστα ἐὰν τελείως καὶ ὁμοίως, οἷον ἐὰν τρὶς τρία γένηται, ἐὰν δὲ ὑδαρέστερον, ἧττον ὑγιεινόν· αὐτῷ μὲν γὰρ ἀνάπαλιν δοκεῖ. ῥητέον δὲ πρὸς τοῦτο τέως τὸ σκωμμάτιον, ὅτι τὸ λυσιτελέστερον κρᾶμα καταλληλότερόν ἐστι καὶ συμφωνότερον τῇ φύσει τοῦ χρωμένου, συμφωνότερον δὲ ὂν ἐναρμόνιόν ἐστι καὶ σύμμετρον, τοῦτο δὲ διὰ τῆς φυσικῆς ἀριθμητικῆς παραγίγνεται. οὕτω δ’ ἄν τις ἐνέστη καὶ πρὸς τοὺς τὰς ἐν ταῖς πράξεσιν ἑκάσταις εὐκαιρίας παραφυλάττοντας, λέγων ἄμεινον εἶναι μετὰ φρονήσεως πράττειν ἢ κατὰ καιρόν, οὐ δήπου τῶν εἰς τὸ πᾶν ἀφορώντων καὶ λογισμῷ μετ’ αἰσθήσεως χρωμένων φρονήσεως ἀμελεῖν παρακελευομένων1 καὶ μόνῳ θαρρεῖν τῷ καιρῷ, πρῶτον δὲ τοῦτο φρονήσεως ἔργον εἶναι λογιζομένων τὸ τοὺς καιροὺς τοὺς πρέποντας ἑκάσταις τῶν πράξεων συνιδεῖν, εἶθ’ οὕτω τἆλλα 〈τὰ〉 πρὸς τὴν τεῦξιν τοῦ τέλους συντείνοντα θεωρεῖν. οὕτως οὖν κἀκεῖνοί φασιν οἱ ἄνδρες οὐκ ἀριθμοὺς ψιλοὺς καὶ τούτους 〈τοὺς〉 μαθηματικοὺς προκεκρίσθαι παρὰ τῇ φύσει καὶ τοῖς φρονίμοις ἀνδράσιν, ἀλλὰ τὸ ἀγαθὸν δι’ ἀριθμῶν καλλίστων καὶ ἐναρμονίων, οὐ μαθηματικῶν ἀλλὰ φυσικῶν καὶ δραστηρίων ἑκάστοις παραγίγνεσθαι (πάντα γὰρ κατ’ ἀριθμὸν καὶ ὁ θεὸς καὶ ἡ φύσις δημιουργεῖ), τοὺς δὲ φρονίμους ἄνδρας διὰ τῶν μαθηματικῶν ἀριθμῶν ἐνδείκνυσθαι τὸ κάλλος τῶν δημιουργικῶν ἀριθμῶν, ἄλλως οὐκ ἔχοντας περὶ αὐτῶν ἀναδιδάσκειν τοὺς μὴ παρηκολουθηκότας πάσῃ τῇ τάξει τῶν ὄντων.2 οὐ τοῦ λυσιτελοῦς οὖν ἀμελήσομεν, οὔτε τοὺς καιροὺς ἐκλε[γόμενοι οὔτε θεοὺς ἐπικαλούμενοι οὔτε τοὺς ἀρίστους καὶ καλλίστους ἀριθμοὺς τῶν μὴ τοιούτων προκρίνοντες, ἀλλὰ δι’ αὐτῶν τούτων τυγχάνειν τοῦ τέλους πανταχοῦ πειρασόμεθα, μιμούμενοι θεὸν εἰς δύναμιν τὸν κατὰ καιρὸν καὶ κατά τινας προσήκοντας ἀριθμοὺς ἑκάστοις τὸ ἐπιβάλλον ἀγαθὸν ἀπονέμοντα· καὶ τοῦτο μὲν τοιοῦτον. Ἑξῆς δέ φησιν ὅτι συντίθενται μᾶλλον οἱ ἀριθμοὶ ἐν τοῖς λόγοις ἢ πολλαπλασιάζονται· ὅλως γὰρ ἐν τοῖς πολλαπλασιασμοῖς μία πλευρὰ μετρεῖ τὸν ὅλον ἀριθμόν, οἷον τὸν θ̅ ὁ τρία, τὸν ιβ̅ ὁ τρία καὶ ὁ δ̅· ὥστε καὶ εἰ τὸ ἀποτελούμενον ἦν ἀνθρώπου σῶμα, ἐφ’ οὗ α̅ β̅ γ̅, ἔδει αὐτὸ τῷ α̅ μετρεῖσθαι, εἰ δὲ ἵππου, ἐφ’ οὗ δ̅ ε̅ ζ̅, ἔδει αὐτὸ τῷ δ̅ μετρεῖσθαι. ἀλλ’ ἀδύνατον· ἀνάγκη γὰρ καὶ πῦρ καὶ ὕδωρ καὶ τἆλλα στοιχεῖα εἰς σύστασιν τούτων παραλαμβάνεσθαι, ταῦτα δὲ ἑνὶ καὶ τῷ αὐτῷ μετρεῖσθαι οὐ δύναται. σαφὴς δέ ἐστι καὶ ὁ ἐν τούτοις παραλογισμὸς τοῦ ἀνδρός· μαθηματικοὺς γὰρ πολλαπλασιασμοὺς ἐν φυσικοῖς πράγμασι παραλαμβάνει, τῶν πρεσβυτέρων αὐτοῦ φιλοσόφων τὰς προόδους τῶν τῆς φύσεως λόγων πολλαπλασιάσεις ὀνομαζόντων, τὰς δὲ κρατητικὰς τῶν ὑποκειμένων * * ἐναρμονίους καὶ συμφώνους. Τὸ δὲ ἐπὶ πᾶσι ῥηθὲν οὐδεμίαν ἰσχὺν ἔχει, ὅτι εἰ πάντα τὰ πράγματα κοινωνεῖ ἀριθμοῦ καὶ πᾶς ἀριθμὸς ἐν τοῖς πράγμασίν ἐστιν, ἀνάγκη καὶ πολλὰ τῷ αὐτῷ ἀριθμῷ χρῆσθαι καὶ πολλοὺς ἀριθμοὺς τοῦ αὐτοῦ εἶναι. ὥσπερ γὰρ πάντων ὀνομάτων καὶ λόγων ἐκ στοιχείων ὄντων καὶ πάντων τῶν στοιχείων ἐν τοῖς λόγοις ἐμφαινομένων οὔτε τοὺς διαφόρους λόγους ἀνάγκη τοῖς αὐτοῖς στοιχείοις κεχρῆσθαι ἀλλὰ ἔστι μὲν ὥς, ἔστι δὲ ὡς οὔ, οὔτε τὰ διαφέροντα στοιχεῖα ἐν τῷ αὐτῷ ἐνεῖναι (λέγω δὲ τὰ τῆς Πλάτωνος φωνῆς ἐν τῇ Σωκράτους), οὕτω καὶ ἐπὶ τῶν φυσικῶν λόγων τε καὶ ἀριθμῶν πάντες μέν εἰσιν ἐνεργοὶ καὶ πάντα κατ’ αὐτοὺς τὰ φυσικὰ συνίσταται, οὐ μὴν τὰ διαφέροντα τοῖς αὐτοῖς ἀπαραλλάκτως ἀριθμοῖς κοσμηθήσεται, ἀλλ’ ὅπερ ἐπὶ τῶν ἀτόμων οὐσιῶν ἔνιοι τῶν ἀπ’ αὐτοῦ λέγειν εἰώθασιν, ὅτι τὰ ὑπάρχοντα ἑκάστῃ αὐτῶν πάντα συνδραμεῖν ἐπ’ ἄλλης οὐ δύναται, τοῦτο καὶ περὶ τῆς τῶν ἀριθμῶν ποιήσεως νομιζέσθω λέγεσθαι· οὐδὲ γὰρ ἀλλαχόθεν ἢ τὰ ἔνυλα εἴδη ἢ τὰ καθ’ αὑτὰ τούτοις ὑπάρχοντα ἢ τὰ συμβεβηκότα 〈ἢ〉 ἐκ τῶν φυσικῶν λόγων τε καὶ ἀριθμῶν ἔχει τὴν κυρίαν ὑπόστασιν.3

“人们也许会提出疑难[……]在这一个和另一个之中。” 由于在他们那里,能用数表达的事物到处受到赞赏,而与另一事物不具有数与数之比例的事物则被称为无理的和不可通约的,因而他自己[亚里士多德]说,他看不出如果蜜水按照数(无论是奇数还是偶数,他刚才称之为易于计算的数)来调配,何以会变得更有益,尤其是如果完全且均匀地调配,例如成为三乘三时,而若是更稀薄,何以就更不健康;因为在他看来恰恰相反。但针对这种讥嘲暂且应当说,更有益的混合对于使用者的自然而言是更适宜且更协和的,而更为协和的就是调和的与匀称的,这乃是通过自然算术而产生的。同样,人们也可以反对那些在各项行动中注视良机(时宜)的人,说凭借明智行事比顺应时机更好;这绝非因为那些着眼于全体并结合感觉运用理性计算的人在告诫人们忽视明智而仅仅信赖时机,而是因为他们认为看清适合于各项行动的良机乃是明智的首要工作,然后再以此方式考察促成实现目的的其他事项。因此,那些哲人同样不是说单纯的数、且是这些数学数在自然与明智之人那里受到推崇,而是说善是通过至美且调和的数——不是数学的而是自然的且能动的数——赋予每一事物的(因为神与自然皆依照数来塑造万物),而明智之人通过数学数来指明塑造性之数的美,乃是因为他们对于那些尚未通晓全部存在者秩序的人,别无他法来向他们传授这些数。因此,我们在选取时机时、在祈求神明时、在将最好和最美的数置于非此类数之上时,绝不会忽视有益之事,而是要通过这些事物本身在一切场合尝试达成目的,依力量模仿那位依照时机并依照某些相称之数将所应得之善分配给各物之神;关于这一点便作如是观。 接着他说,在比例(理路)中数更多是被相加而非相乘;因为通常在乘法中,一个边度量整个数,例如3度量9,3与4度量12;因此,即便所产生的是人体,以Α、Β、Γ表示,它也必须由Α来度量;若是马,以Δ、Ε、Ζ表示,就必须由Δ来度量。但这是不可能的;因为火、水及其他元素也必须被纳入它们的构成之中,而这些元素不可能由单一且相同之物来度量。然而此人在这些问题上的谬误推理亦是显而易见的;因为他在自然事物中采纳了数学乘法,而早于他的哲学家们则是将自然之比例(理路)的展开称为乘法,而将主导基底的[比例]称为调和与协和的。 至于最后所说的话则毫无效力,即如果一切事物皆分有数且一切数皆在事物之中,就必然导致许多事物使用相同的数,且同一事物具有许多数。因为正如虽然一切名称与语句皆由字母组成且一切字母皆显现于语句之中,既非不同的语句必然使用相同的字母(而是一方面如此,另一方面则不然),亦非不同的字母存在于同一事物之中(我指的是苏格拉底声音中柏拉图声音的字母),在自然之比例与数的情形下亦是如此:虽然它们皆是能动的且一切自然事物皆依照它们而构成,然而不同的事物绝不会毫无差异地由相同的数来装饰;相反,正如他的一些门徒谈及个别实体时惯常所言,属于它们各自的所有属性不可能同时汇聚在另一事物之上,这一点也应当被认为适用于数的塑造;因为无论是质料中形相,还是本然地属于这些形相的属性,抑或是偶性,除了从自然的比例与数中之外,绝非从别处获得其根本存立。

语法注3 条
  1. 3.173οὐ δήπου τῶν εἰς τὸ πᾶν ἀφορώντων καὶ λογισμῷ μετ’ αἰσθήσεως χρωμένων φρονήσεως ἀμελεῖν παρακελευομένων

    由 οὐ δήπου 引导的属格绝对结构(τῶν ... ἀφορώντων ... παρακελευομένων),用以否定一种荒谬的假定或反事实前提(“绝非因为那些着眼于全体的人……在告诫”)。

  2. 3.173ἄλλως οὐκ ἔχοντας περὶ αὐτῶν ἀναδιδάσκειν τοὺς μὴ παρηκολουθηκότας πάσῃ τῇ τάξει τῶν ὄντων

    宾格分词 ἔχοντας 与句中前文不定式的逻辑主语(τοὺς δὲ φρονίμους ἄνδρας)一致。短语 ἄλλως οὐκ ἔχω 加不定式是惯用表达,意为“别无他法去……”,其后接宾格 τοὺς μὴ παρηκολουθηκότας 作为 ἀναδιδάσκειν 的直接宾语。

  3. 3.173οὐδὲ γὰρ ἀλλαχόθεν ἢ τὰ ἔνυλα εἴδη ἢ τὰ καθ’ αὑτὰ τούτοις ὑπάρχοντα ἢ τὰ συμβεβηκότα 〈ἢ〉 ἐκ τῶν φυσικῶν λόγων τε καὶ ἀριθμῶν ἔχει τὴν κυρίαν ὑπόστασιν

    句子的核心骨架为 οὐδὲ γὰρ ἀλλαχόθεν ... ἢ ἐκ τῶν φυσικῶν λόγων τε καὶ ἀριθμῶν ἔχει ...(“因为除了从自然的比例与数中之外,绝非从别处获得……”),主语由 τὰ ἔνυλα εἴδη、τὰ καθ’ αὑτὰ τούτοις ὑπάρχοντα 以及 τὰ συμβεβηκότα 通过 ἢ ... ἢ ... 并列构成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:189.3-190.22