- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:187.28-189.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努回应了亚里士多德对将实体视为数的界限或比例/协和音这两种学说的驳斥(1092b8–15),为欧律托斯的象征性数论及自然之数进行了辩护。进而,针对亚里士多德借恩培多克勒关于骨骼构成的诗句将数完全排除在四因之外的做法(1092b16–23),叙利亚努从承认非质料性与能动性数的前提出发,严厉指责其犯下了乞求论题的错误。
" Οὐθὲν... θερμόν;" Δύο δόξας ἐκτίθεται περὶ τῆς τῶν οὐσιῶν ἐκ τῶν ἀριθμῶν ὑποστάσεως, ὧν οὐδετέραν προσίεται· οὔτε γάρ, φησίν, ὅροι τῶν οὐσιῶν εἰσιν οἱ ἀριθμοί, ὥσπερ τῶν γραμμῶν αἱ στιγμαί (οὕτω γὰρ ὁ Πυθαγόρειος οἰηθεὶς Εὔρυτος τοῦδε μὲν τοῦ φυτοῦ τόνδε τὸν ἀριθμὸν ὅρον ἔλεγεν εἶναι, τοῦδε δὲ τοῦ ζῴου τόνδε, ὥσπερ καὶ τοῦ μὲν τριγώνου 〈τὸν〉 ς̄, τοῦ 〈δὲ〉 τετραγώνου τὸν θ̄, τοῦ δὲ κύβου τὸν η̄)· οὔθ’ ὡς ἕτεροι λέγουσιν, ὅτι αἱ μὲν οὐσίαι διὰ λόγων δημιουργοῦνται, οἱ δὲ λόγοι συμφωνίαι εἰσίν, αἱ δὲ συμφωνίαι σχέσεις ἀριθμῶν ἐναρμόνιοι· κατ’ οὐδετέραν γάρ, φησί, τούτων τῶν δοξῶν ἔστιν εἰπεῖν, πῶς τὰ συμβεβηκότα γίγνεται ἐκ τῶν ἀριθμῶν. ῥητέον δὲ ὅτι οἱ μὲν περὶ τὸν Εὔρυτον εἰκόνας ὁρῶντες ἐν τοῖς μαθηματικοῖς ἀριθμοῖς τῶν πραγμάτων εὐλόγως ἀπένεμον τινὰς τισὶ κατ’ οἰκειότητα, οἷον τὸν μὲν σι ὡς βωμίσκον τῷ σώματι, τὸν δὲ σις ὡς ἀγώνιον κύβον τῇ ψυχῇ·1 οἱ δὲ δεύτεροι τοὺς φυσικοὺς ἐῴκεσαν ἀριθμοὺς παραδιδόναι· τῷ γὰρ ὄντι οὗτοι συμφωνίας εἰσὶ τῷ ὑποκειμένῳ ποιητικοί· πῶς γὰρ ἂν καὶ ἓν γένοιτο τὸ ὑποκείμενον τῇ τοῦ ἑνὸς εἴδους ἐπικρατείᾳ μὴ συμφωνησάντων ἐν αὐτῷ καὶ ἁρμοσθέντων τῶν ἐναντίων; ταῦτα δὲ τίς ἂν ἄλλος ἁρμόσειε πλὴν τῆς φύσεως; ὥσπερ δὲ ὁ μουσικὸς διὰ τῶν ἑαυτοῦ μαθηματικῶν ἀριθμῶν τὴν λύραν, οὕτως ἡ φύσις διὰ τῶν ἑαυτῆς φυσικῶν ἀριθμῶν τὰ ἑαυτῆς ἁρμόζει δημιουργήματα.
“绝无[……]热的?” 关于实体由数而存立,他提出了两种观点,但对二者皆未予采纳;因为他说,数并非像点是线的界限那样是实体的界限(因为毕达哥拉斯学派的欧律托斯正是如此设想,称这个特定的数是这种植物的界限,那个数是这种动物的界限,正如他还称6是三角形的界限、9是正方形的界限、8是正方体的界限一样);亦非如其他人所说,实体通过比例(理路)而被塑造,比例即协和,而协和即数的和谐关系;因为他说,按照这两种观点的任何一种,都无法说明偶性是如何从数中产生的。但应当指出的是,欧律托斯一行人在数学数中看到了事物的影像,故依其亲缘性合理地将某些数分配给了某些事物,例如将作为小祭坛的210分配给身体,将作为竞技正方体的216分配给灵魂;而第二派人则似乎传授了自然数;因为实际上正是这些自然数在基底中促成了协和;因为倘若基底中互相对立的各项未达成协和并被调谐,基底又怎能因单一形相的主导而成为一?而除了自然之外,又有谁能调谐这些事物呢?正如乐师通过其自身的数学数来调谐里拉琴一样,自然亦通过其自身的自然数来调谐她自身的造物。
"Ὅτι δὲ οὐχ..· ὁποιωνοῦν." Βουλόμενος δεῖξαι ὅτι τὸ εἶδος οὔτε ἀριθμός ἐστιν οὔτε ἐκ τῶν ἀριθμῶν ἐνδίδοται, ἀλλ’ εἴπερ ὅλως συμβάλλεταί τι τοῖς πράγμασιν, ὁ ἀριθμὸς τὸ ποσόν ἐστι τῆς ὕλης, ἀποχρῆται [δὲ] τοῖς Ἐμπεδοκλεῖ περὶ συστάσεως τῶν ὀστῶν ῥηθεῖσι· “τὰς δύο τῶν ὀκτὼ μερέων λάχε Νήστιδος αἴγλης, τέσσαρα δ’ Ἡφαίστοιο, τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο”. φησὶ δὲ πάντα ἀριθμὸν ἐν ὑποκειμένῳ εἶναι, ἢ ἐν μονάσιν ἢ ἐν ξηροῖς ἢ ἐν ὑγροῖς σώμασι, τὸ δὲ τῆς μίξεως αἴτιον λόγον εἶναι καὶ οὐκ ἀριθμόν. γελοῖον δὴ πρὸς ἐκείνους ἀποτεινόμενον τοὺς ἄνδρας λαβεῖν,2 ὅτι πᾶς ἀριθμὸς τινῶν ἐστι καὶ ὑποκειμένου δεῖται, καὶ πάλιν ὅτι ὁ λόγος ὁ τῆς μίξεως αἴτιος οὐκ ἔστιν ἀριθμός, ἐκείνων καὶ ἀΰλους ἀριθμοὺς ὑποτιθεμένων καὶ τοὺς τῆς φύσεως ἀριθμοὺς αἰτίους ἀποφαινομένων εἶναι πάσης τῆς ἐν τοῖς αἰσθητοῖς ἐναρμονίου μίξεως. τίς ἂν οὖν ἕτερος τὸ ἐν ἀρχῇ μᾶλλον οὐκ αἰτήσειεν ἀλλὰ προσαρπάσειεν, οὐκ εὔπορον εἰπεῖν.3
“至于并非[……]无论属于何种。” 为了表明形相既非数亦非由数所赋予,且数若对事物整体上有所贡献,亦仅仅是质料的数量,他挪用了恩培多克勒关于骨骼构成的诗句:“八份之中她获得两份涅斯提斯的光彩,四份赫淮斯托斯的,遂生成洁白的骨骼”。他说,一切数都在基底之中,或在单元中,或在干燥或潮湿的物体中,而混合的原因则是比例而非数。然而,当他针对那些哲人发难时,预先假定一切数都属于某些事物并需要基底,且混合之原因的比例并非数,这确实是荒谬可笑的;因为那些人既假定了非质料的数,又指明自然之数乃是感觉事物中一切和谐混合的原因。因此,还有谁比他更算得上不是在乞求论题、而是在强夺论题,实难以言表。
"Οὔτε οὖν... ἕνεκα." Τεττάρων ὄντων αἰτίων οὐδὲν τούτων εἶναί φησι τὸν ἀριθμόν· οὔτε γὰρ ὡς τὸ σπέρμα ποιητικὴν ἔχει δύναμιν οὔθ’ ὡς εἶδός ἐστιν ἐν τοῖς αἰσθητοῖς οὔθ’ ὡς ὕλη οὔθ’ ὡς τελικὸν αἴτιον. † λέγεις δὲ ὅτι πάντα τὰ αἴτια ἀριθμοὶ πλὴν τῆς ὕλης, ἢ οὐδ’ αἴτιόν ἐστι κυρίως, ἀλλ’ εἰς γένεσιν δουλεύει τοῖς αἰτίοις· καὶ γὰρ δημιουργοῦσι καὶ ἀριθμοὺς ἄλλους, τὰ ἔνυλα εἴδη, τοῖς ὑποκειμένοις ἐνδιδόασι καὶ ἑαυτῶν ἕνεκα ποιοῦσιν οἱ θεῖοι τῶν ἀριθμῶν καὶ οἱ δαιμόνιοι.
“因此既非[……]为了……的缘故。” 在四种原因之中,他说数不是其中任何一种;因为数既没有像种子那样的能动能力,亦非作为形相存在于感觉事物中,亦非作为质料,亦非作为目的因。但人们可以说,除质料之外的一切原因皆是数,抑或质料严格说来甚至根本不是原因,而只是为了生成而役属于诸原因;因为神圣之数与精灵之数既进行造作,亦将其他的数——即质料中形相——赋予基底,并且是为了自身的缘故而活动。
- 3.170τὸν μὲν σι ὡς βωμίσκον τῷ σώματι, τὸν δὲ σις ὡς ἀγώνιον κύβον τῇ ψυχῇ
在希腊字母记数法中,σι 代表210,σις 代表216(6的三次方)。依据毕达哥拉斯学派的数论与几何学象征,210作为坛状体数(小祭坛)被归于身体,而216作为立方的正方数被归于灵魂。
- 3.171γελοῖον δὴ πρὸς ἐκείνους ἀποτεινόμενον τοὺς ἄνδρας λαβεῖν
不定词 λαβεῖν(作为前提假定、接纳)作非人称短语 γελοῖον [ἐστί] 的真正主语,分词 ἀποτεινόμενον 取宾格,与不定词的逻辑主语(亚里士多德)保持一致。该句指责亚里士多德在反驳论敌时直接把自己一方的结论当成了未经证明的前提。
- 3.171τίς ἂν οὖν ἕτερος τὸ ἐν ἀρχῇ μᾶλλον οὐκ αἰτήσειεν ἀλλὰ προσαρπάσειεν, οὐκ εὔπορον εἰπεῖν
间接疑问节 τίς ἂν ... προσαρπάσειεν 前置,作后续主干 οὐκ εὔπορον εἰπεῖν(“难以言表”)的宾语。短语 τὸ ἐν ἀρχῇ αἰτεῖν 是标准的逻辑学术语“乞求论题”(petitio principii),此处叙利亚努将其与具有强夺意味的 προσαρπάσειεν 相对比,以极度讽刺亚里士多德论证方式的强横。
