- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:186.15-187.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努针对亚里士多德关于数与处所的关系以及数的构成和消灭的质疑作出辩护,主张表象是数学实体的处所,并论证形相数具有不灭与非质料性,绝不从属于生成与消灭的范畴。
" Ἄτοπον... ὁ τόπος μή." Τοῦτο Ἀλέξανδρος εἰς Πλάτωνά φησιν ἀπερρίφθαι. εἰ τοίνυν ὀρθῶς στοχάζεται τῆς Ἀριστοτέλους διανοίας, οὐδ’ ἂν ἡμεῖς ἄστοχόν τι λέγοιμεν περὶ τοῦ θείου Πλάτωνος φήσαντες αὐτὸν τοῖς μαθηματικοῖς σώμασι τὴν φαντασίαν ἡμῶν τόπον ποιεῖν,1 ὥσπερ τοῖς ἐνύλοις εἴδεσι τὴν ὕλην, διαφέρειν δὲ τοσοῦτον ὅτι παρὰ μὲν τῆς φύσεως ἡ ὕλη τὸ ἔνυλον εἶδος ὑποδεχομένη οὔτε οἶδεν ὃ δέχεται οὔτε διακατέχειν αὐτὸ δύναται, παρὰ δὲ τῆς ἄνω ψυχῆς ἡ φαντασία τὸ μαθηματικὸν σῶμα δεξαμένη καὶ θεωρεῖ αὐτὸ καὶ διαφυλάττειν ἐφ’ ὅσον ἔστιν αὐτῇ δύναται· ἄλλος οὖν τόπος σωμάτων φυσικῶν, ἄλλος ἐνύλων εἰδῶν, ἄλλος μαθηματικῶν σωμάτων, ἄλλος ἀΰλων λόγων. καὶ οὐχ ἡμεῖς ταῦτα καινοτομοῦντες λέγομεν, ἀλλὰ καὶ αὐτὸς Ἀριστοτέλης τόπον εἰδῶν τὴν διανοητικὴν ψυχὴν κέκληκεν. ὅτι δὲ καὶ περὶ τοῦ τῶν φυσικῶν σωμάτων τόπου λέλεκται τῷ Πλάτωνι, οἱ τὸν Τίμαιον μὴ παρέργως ἐξετάσαντες γιγνώσκουσιν.
“荒谬的是[……]而非处所是什么。” 亚历山大指出,这是针对柏拉图所说的。因此,倘若他正确地切中了亚里士多德的原意,那么我们若称神圣的柏拉图将我们的表象设定为数学物体的处所,正如将质料设定为质料中形相的处所一样,我们关于柏拉图的谈论也绝非不得要领;其差别仅在于:质料从自然那里接受质料中形相,既不知自己所接受为何物,亦无法将其完全保持,而表象从上位灵魂那里接受数学物体,既能观照它,亦能在力所能及的范围内将其完全保守;因此,自然物体的处所是一回事,质料中形相的处所是一回事,数学物体的处所是一回事,非质料诸理路的处所又是另一回事。我们说这些并非标新立异,亚里士多德本人亦将推论灵魂称为“诸形相的处所”。至于柏拉图亦曾论及自然物体的处所,凡非草率查考《蒂迈欧篇》的人皆已知悉。
"Ἔδει δὲ... ἐκείνῳ γε ἐναντίον." Οὐχ ὁ αὐτὸς λόγος περὶ τῆς τῶν μαθηματικῶν ἀριθμῶν ὑποστάσεως καὶ περὶ τῆς τῶν εἰδητικῶν· τοῖς μὲν γὰρ εἰ καὶ μὴ φυσικήν, ἀλλ’ οὖν μαθηματικὴν ὕλην δίδομεν τὴν ὑποβεβλημένην αὐτοῖς ποσότητα, τοὺς δὲ εἰδητικοὺς ἀμερεῖς πάντῃ καὶ νοεροὺς δραστηρίους τε καὶ δημιουργικοὺς εἶναι πεπιστεύκαμεν, ἐν εἴδεσιν ἁπλοῖς καὶ ἀΰλοις καὶ ἀρρεπέσι πρὸς τὰ τελευταῖα τὴν ὑπόστασιν ἔχοντας. καὶ ἔδει τούτων οὕτως ἐχόντων σαφῶς διακρῖναι, περὶ ποίων ἀριθμῶν τὰς ἐρωτήσεις ταύτας πεποίηται. οὐ μὴν ἀλλ’ ἐπειδὴ μᾶλλον δοκεῖ περὶ τῶν εἰδητικῶν ἐρωτᾶν (τὰ γὰρ πρῶτα τῶν ὄντων οὐ τοὺς μαθηματικοὺς ἔλεγον οἱ ἄνδρες ἀριθμούς, ἀλλὰ τοὺς εἰδητικούς), ἀκουέτω πάλιν ὡς οὔτε μῖξις οὔτε σύνθεσις οὔθ’ ὑποκείμενον οὔτε στέρησιν οὔτε φθορὰν ἐπιδεχόμενον στοιχεῖον οὔτ’ ἄλλο τοιοῦτον οὐδὲν εἰς τὴν σύστασιν τῶν θείων ἀριθμῶν παραλαμβάνεται· πάντα μὲν γὰρ ταῦτα περὶ τὴν ἔνυλον καὶ ἄλλοτε ἄλλως ἔχουσαν φύσιν στρέφεται· τὰ δὲ θεῖα πάντα, μενουσῶν ἀεὶ τῶν ἀρχῶν 〈ἐν〉 οἰκείοις ἤθεσι, πρόεισιν αὐτογόνως διά τε τὴν τῆς γονίμου δυνάμεως τῶν πρωτουργῶν αἰτίων περιουσίαν καὶ διὰ τὴν ἑαυτῶν αὐτοφανῆ καὶ αὐτόγονον ἰδιότητα, ἔχει τε ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως, πόρρω μὲν ἱδρυμένα γενέσεως καὶ φθορᾶς συνθέσεώς τε καὶ διαιρέσεως καὶ ὅλως μεταβολῆς, τὴν δὲ φύσιν ὅλην καὶ τὴν ἐπιβατεύουσαν τῇ φύσει ψυχὴν ποδηγετοῦντα καὶ κατευθύνοντα καὶ περὶ ἑαυτὰ ποιεῖσθαι τὰς ἐνεργείας παρασκευάζοντα, ἵνα μήθ’ ἡ γένεσις ἐκλίπῃ μήθ’ ἡ περὶ τὴν ὕλην ἀνωμαλία κρατῇ, κοσμῆται δὲ πάντα ταῖς τῶν εἰδῶν καὶ τῶν ἀριθμῶν φυσικαῖς καὶ δημιουργικαῖς † ἐπιστήμαις. περὶ δὴ τοιούτων ἀριθμῶν διαλεγόμενοι πῶς ἂν φθορᾶς ἐποιήσαντο μνήμην; οἱ γὰρ καὶ τὰ ῥευστὰ τῇ ἑαυτῶν φύσει καὶ θνητὰ καὶ ἐπίκηρα διακατέχοντες καὶ ἀνανεούμενοι πῶς ἂν ὑπελήφθησαν παρὰ τῶν ὀρθῶς αὐτοῖς ἐπιβεβληκότων φθαρήσεσθαι; ἀλλ’ οὐδ’ ὁ Ἐμπεδοκλῆς δικαίως ἐπιτετίμηται νῦν, τάχα δὲ οὐδὲ ἄλλοτε, ὡς τὸ μῖγμα φθείρων διὰ τοῦ νείκους· οὔτε γὰρ τὸ νεῖκος φθαρτικόν (αὐτὸ γοῦν ἐστι τὸ κοσμοποιοῦν) οὔθ’ ὁ σφαῖρός ποτε διαλύεται παρ’ αὐτῷ, εἰ μή τις τῶν ῥημάτων ἐχόμενος τῶν προβεβλημένων τῆς ὅλης αὐτοῦ θεολογίας2 ἀφίσταιτο τῆς διανοίας τἀνδρός, ἀλλ’ ἔστι τὸ μὲν νεῖκος αὐτῷ πλήθους καὶ ἑτερότητος γεννητικόν, ἡ δὲ φιλία ταυτότητος καὶ ἑνώσεως· διὸ καὶ κρατεῖ μὲν ἐν τοῖς νοητοῖς, ἃ δὴ σφαῖρον ὠνόμασεν, ἡ φιλία, ἐν δὲ τοῖς αἰσθητοῖς τὸ νεῖκος· ἑκατέρωθι μὲν γὰρ ἓν καὶ πλῆθος, ἀλλ’ οὗ μὲν τὸ ἓν οὗ δὲ τὸ πλῆθος ἐπικρατεῖ.
“本来应当[……]至少与那一项相反。” 关于数学数的存立的论说,与关于形相数的存立的论说并不相同;因为对于前者,纵非自然质料,我们终究给予了作为其基础的数量即数学质料,而对于形相数,我们则确信它们是全然不可分的、理智的、具能动性且具有造物功能的,在单纯、非质料且绝不倾向于末位事物的诸形相中拥有其存立。既然情况如此,本应清楚界定他究竟是关于何种数提出这些疑问的。然而,既然他似乎更多是在关于形相数发问(因为那些人并非将数学数、而是将形相数称为第一存在者),那么就让他再次听一听:既非混合,亦非复合,亦非基质,亦非接纳匮乏或消灭的元素,亦非任何其他此类事物,会被引入神圣诸数的构成之中;因为所有这些都围绕着处于质料之中且时常变动的本性打转;而一切神圣事物,在诸原理始终居于固有品性之中的同时,既因首要动因之生成能力的充盈,又因其自身自我显现且自我生成的独特性,而以自生方式发散而出,始终处于同一状态并保持如一,安立于远离生成与消灭、复合与分割以及一切变异之地,引导并匡正整个自然以及统摄自然的灵魂,促使它们围绕自身而展开活动,以便生成不致止息,围绕质料的紊乱不致占上风,而万物皆由形相与诸数的自然且造物的知识加以整饬。谈论此类数的人,又怎会提及消灭?因为连依其自身本性而言流动、必死且脆弱的事物亦能加以维系并使之更新的存在者,在正确领会它们的人眼中,怎会被设想为会遭受消灭?而且,恩培多克勒如今——或许在任何其他时候亦然——被指责为通过争斗来摧毁混合体,也是不公正的;因为争斗并非具有毁灭性(正是它创造了宇宙),在他那里球体亦绝未被消解——除非有人执着于呈现在其整个神学之前的字面言辞,而背离了该人的真实思想;相反,对他而言,争斗乃是生成多数性与相异性者,而友爱则是生成同一性与联合者;因此,友爱在被他称为球体的可知事物中占主导,争斗则在感觉事物中占主导;因为在这两处都存在一与多数,只是一处是一占优势,另一处则是多数占优势。
- 3.168φήσαντες αὐτὸν τοῖς μαθηματικοῖς σώμασι τὴν φαντασίαν ἡμῶν τόπον ποιεῖν
主格复数分词 φήσαντες 与主句主语(第一人称复数 ἡμεῖς)一致,并支配带不定式的宾格结构(αὐτὸν ... ποιεῖν)。代词 αὐτόν 作不定式的逻辑主语,指代柏拉图。动词 ποιεῖν 带双宾格:τὴν φαντασίαν ἡμῶν 为直接宾语,τόπον 为宾语补足语(述语宾格)。插入的与格短语 τοῖς μαθηματικοῖς σώμασι 作关系与格,整体构成“将我们的表象设定为数学物体的处所”之句式。
- 3.169τῶν ῥημάτων ἐχόμενος τῶν προβεβλημένων τῆς ὅλης αὐτοῦ θεολογίας
此处出现修饰成分后置的隔置(hyperbaton)结构:属格 τῶν ῥημάτων 作中动分词 ἐχόμενος(“执着于”)的宾语,其修饰语 τῶν προβεβλημένων 被置于其后。属格短语 τῆς ὅλης αὐτοῦ θεολογίας 语法上既可作远距离主动词 ἀφίσταιτο(“背离”)的来源/分离属格,但在文意上更自然地依附于复合分词 προβεβλημένων,体现前缀 πρό 的含义(即“被置于其整个神学之前的[言辞]”)。
