- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:184.30-186.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努考察了亚里士多德从将相反者设为原理所得出的荒谬推论(如恶成为原理及数分有恶),并辩护称毕达哥拉斯派从未将恶立为原理。在对1092a11的注解中,他肯定了亚里士多德关于完全者优先于不完全者的论点,但指出若不承认宇宙中的产生性理路,便无法合理解释腐生等自然生成的生物。
" Συμβαίνει... ἀγαθόν." Πάντα ταῦτα ἕπεται τοῖς δύο μὲν ἀρχὰς ποιοῦσι τῶν ὅλων, διαιροῦσι δὲ αὐτὰς τῷ ἀγαθῷ καὶ τῷ κακῷ· πάντα τε γὰρ μεθέξει τοῦ κακοῦ πλὴν 〈τῆς〉 ἑτέρας τῶν ἀρχῶν, ὡς παρ’ Ἐμπεδοκλεῖ πάντα δόξειεν ἂν μετέχειν τοῦ νείκους πλὴν αὐτῆς τῆς φιλίας, καὶ τὰ πρῶτα τῶν δευτέρων ἀκρατότερον ἕξει τὸ κακόν, καὶ ἐνεργήσει τὸ ἀγαθὸν ἐν τῷ κακῷ ἐρασθήσεταί τε τὸ κακὸν τοῦ ἀγαθοῦ, καίπερ ὄντος ἑαυτοῦ λύμης καὶ φθορᾶς.1 εἰ δὲ καὶ ὑλικὸν εἴη τοῦτο, τὸ κακὸν ἔσται δυνάμει βέλτιστον. καὶ ἄξιον μὲν θαυμάσαι τὸν Ἀριστοτέλην καὶ ἐν τούτοις, ὅπως εἶδέ τε τὰ ἑπόμενα ταύτῃ τῇ ὑποθέσει ἄτοπα καὶ δι’ ἐλαχίστων παραδέδωκεν· οὐ μὴν διὰ τοῦτο καὶ λέγειν τι πρὸς τοὺς Πυθαγορείους οἰητέον αὐτόν· οὐδαμοῦ γὰρ ἐκεῖνοι τὸ κακὸν ἐν ταῖς ἀρχαῖς παρελάμβανον. ταῦτα... πρῶται οὐσίαι. τὸ μὲν τῶν ἀτόπων ἕπεται, φησίν, ὅτι πᾶσαν ἀρχὴν στοιχεῖον ποιοῦσι·2 ποῖον ἄτοπον οἴεται τούτῳ ἕπεσθαι; τὸ πάντα εἶναι ἀγαθά, εἰ τἀγαθὸν ὡς στοιχεῖον ἀρχή. τὸ δὲ ὅτι τἀναντία ἀρχάς, τὸ εἶναι καὶ τὸ κακὸν ἀρχήν· τὸ δὲ ὅτι τὸ ἓν ἀρχήν, οὐκέτι γάρ, φησίν, ἔσται ἀγαθόν, εἴπερ ἕν· τὸ δὲ ὅτι τὰς πρώτας οὐσίας ἀριθμοὺς εἰρήκασιν εἶναι, τὸ ἀκράτου μετέχειν τοῦ κακοῦ τοὺς ἀριθμούς. τέτταρα οὖν ἄτοπα ἠκολούθησε ταῖς τέτταρσιν ὑποθέσεσιν· καὶ γὰρ πάντα ἔσται ἀγαθὰ καὶ κακὰ πλὴν ἑνός, καὶ τὸ κακὸν ἀρχή, καὶ ἀρχὴ οὐκ ἀγαθόν, καὶ οἱ ἀριθμοὶ τοῦ κακοῦ μεθέξουσιν ἀκράτου. ῥητέον οὖν πρὸς αὐτόν, ὡς οὔτε στοιχεῖον οἷον σὺ νοεῖς ποιοῦσι πᾶσαν ἀρχὴν οὔτε τοιαῦτα ἐναντία ποιοῦσι τὰς ἀρχάς, ὡς τὴν μὲν εἶναι ἀγαθὸν τὴν δὲ κακόν, οὔτε τὸ ἓν κατὰ τὴν ἐκείνων ἐκλαμβάνεις διάνοιαν οὔθ’ ἕπεται τῷ χωριστοὺς εἶναι τοὺς ἀριθμοὺς τὸ μετέχειν αὐτοὺς ἀκράτου 〈τοῦ〉 κακοῦ ἢ κεκραμένου, τοῦ κακοῦ πεφυγαδευμένου πάλαι οὐκ ἐκ τῆς νοητῆς μόνης οὐσίας ἀλλὰ καὶ ἐκ τοῦ σύμπαντος αἰθέρος, ἐνταῦθα δὲ περὶ τὴν θνητὴν φύσιν περιπλανωμένου καὶ παρυφισταμένου τοῖς μερικωτέροις τῶν ἀγαθῶν κατὰ τὴν ἐξ αὐτῶν ἀπόπτωσιν. καλῶς οὖν ἀπεδόθησαν αἱ ἀρχαί, καὶ ἄμεινον τἀγαθὸν ἓν λέγειν ἢ νοῦν· ὁ μὲν γὰρ ἓν αὐτὸ καλῶν ἄκρατον τἀγαθὸν φυλάττει καὶ μόνως ἀγαθόν. τὸ γὰρ ἓν οὐκ ἐθέλει συνδυάζεσθαί τινι· ὁ δὲ νοῦν καλῶν οὐ μόνον ἀγαθὸν ποιεῖ· ἐὰν δὲ καὶ ζῷον καὶ ὂν καὶ νοητόν, δῆλός ἐστιν ἀπὸ τἀγαθοῦ ἐπὶ τὸ ἀγαθοειδὲς ἀποφερόμενος, καὶ τοῦ μὲν ὄντως ἑνὸς ἀποτετυχηκώς, ἐπὶ δὲ τὸ ἓν πολλὰ † κατανείμας.
“结果是[……]善。” 所有这些结论,对于那些将万物的原理设定为二、并以善与恶来区分它们的人而言,都是必然伴随而来的:因为除另一原理之外,万物都将分有恶,正如在恩培多克勒那里,除友爱自身之外,万物似乎都将分有争斗一样;而且在先者比较居次者将更纯粹地具有恶,且善将在恶中活动,恶亦将渴望善,尽管善乃是恶自身的毁灭与破坏。如果这也是质料性的,恶在潜能上便将成为最好的。在这些方面,亚里士多德亦值得赞叹,因为他既洞察到了伴随这一假设而来的诸种荒谬,又以极简短的话语将其传授下来;然而绝不可因此便认为他对毕达哥拉斯派有所批驳,因为那些人绝未在原理之中引入恶。“这些[……]第一实体。”他宣称,荒谬之一跟随在他们将一切原理皆当作元素这一点而来;他认为伴随此点而来的是何种荒谬?便是如果善作为元素是原理,则万物皆为善。另一荒谬跟随在[他们将]相反者[当作]原理而来,即恶也是原理;另一荒谬跟随在[他们将]一[当作]原理而来,因为他宣称,如果是一,它便不再是善;又一荒谬跟随在他们主张第一实体是数而来,即数将分有纯粹的恶。因此,四个荒谬伴随着四个假设:除一者之外万物都将既善且恶,恶将成为原理,原理将不是善,且诸数将分有纯粹的恶。故而应当对他反驳道:他们既未将一切原理都当作你所理解的那种元素,亦未将诸原理当作一者为善另一者为恶的那类相反者;你既未依照他们的意旨来理解一,由数是分离的这一点也推导不出数分有纯粹的或混合的恶;因为恶早已不仅从可知实体中、而且从整个以太中被放逐出去,而仅仅在此处围绕凡俗本性游荡,并依照对更个别的善物的偏离而在它们身旁附带存立。因此,诸原理得到了妥善的阐述,且将善称为“一”比较称之为“理智”更为优越;因为称其为“一”者,将善保持为纯粹且独一的善。“一”不愿与任何事物相配对;而称其为“理智”者,则未能将其设定为独一的善;倘若还称其为“生物”、“存在”与“可知者”,显而易见他便从善被贬降至具有善之形态者,错失了真正的一,并在这一之上分配了诸多事物。
"Οὐκ ὀρθῶς... πρῶτον." Ἦσάν τινες ἴσως οἳ καὶ τὰς τῶν ὅλων ἀρχὰς ἀτελεστέρας ὑπελάμβανον εἶναι τῶν ἐξ αὐτῶν, οἰόμενοι τοῖς γενητοῖς ὁμοίως ἔχειν τὰ ὅλα· πρὸς οὕς φησιν 〈ὅτι〉 οὐδ’ ἡ γένεσις ἁπλῶς ἐξ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἄγει, οἷον ἐκ σπέρματος ἐπὶ τὸ ζῷον, ἀλλὰ καὶ τὸ ἀτελὲς ἐκ τοῦ τελείου ὑφίστησιν· ἄνθρωπος γὰρ πρὸ σπέρματος καὶ αἴτιος τοῦ σπέρματος, καὶ ἁπλῶς τὸ ἐντελεχείᾳ πρὸ τοῦ δυνάμει. καὶ ἔρρωται μὲν αὐτῷ κατ’ ἀμφότερα ὁ λόγος· καὶ γὰρ ἐπιπλήττει καλῶς τοῖς τὸ ἓν ἅμα μὲν ἀρχὴν λέγουσι τῶν ὄντων, ἅμα δὲ ἀνούσιον κατὰ τὸ χεῖρον τῆς οὐσίας, καὶ περὶ τῶν γενητῶν ἱκανῶς διαλέγεται, τὸ τέλειον ἀεὶ τοῦ ἀτελοῦς προτιθείς. μὴ προσίεμενος δὲ τοὺς ἐν τῷ παντὶ λόγους οὐκ οἶδ’ ὅπως τὸ δόγμα διασῶσαι δυνήσεται.3 τί γὰρ ἐπὶ τῶν ἀπὸ σήψεως ἐρεῖ ζῴων; τί δὲ περὶ δένδρων ἢ θάμνων ἢ ποῶν αὐτομάτως φυομένων; ἡμεῖς μὲν γὰρ καὶ ἐν τούτοις οἰησόμεθα προϋπάρχειν ἐν τῇ φύσει τοῦ παντὸς τοὺς ποιητικοὺς αὐτῶν λόγους. ὁ δὲ τούτους μὴ προσίεμενος πῶς ἢ πρὸ τοῦ ἀτελοῦς τὸ τέλειον ἐν παντὶ παραλήψεται ἢ ἐκ συνωνύμων ἕκαστον ὑποστήσει· τὸ γὰρ λέγειν ὅτι ὁ ἥλιος καὶ ὁ ζῳδιακὸς τέλεια ὄντα καὶ ὑφίστησι ταῦτα καὶ τελειοῖ, μάλιστα μὲν τὴν κοινήν ἐστι λέγειν αἰτίαν πάντων τῶν γενητῶν καὶ οὐ τὴν ἑκάστων ἰδίαν· ἔπειτα πῶς ὀργανοποιεῖ τὴν ἐμπίδα καὶ τὸν σφῆκα καὶ τἆλλα τὰ ἀπὸ σήψεως, εἰ μήτε αὐτὸς ἔχοι τούτων τοὺς λόγους μήτε τὸ ἔχον κινοίη; εἰ μὴ ἄρα τῷ αὐτομάτῳ ἀεὶ τὴν γένεσιν αὐτῶν ἐπιτρέψαι καὶ τὴν διοργάνωσιν· ἀλλὰ ταὐτόματον οὐκ ἀεὶ ὁμοίως, ἀλλ’ ἐν τοῖς ἐπ’ ἔλαττον ἐνδεχομένοις ὁρᾶται.
“并不正确[……]第一[……]。” 或许曾有人认为万物的原理比出于它们的事物更为不完全,以为宇宙与受生之物处于相同的状况;针对这些人他指出,即便生成也绝非单纯地从不完全引向完全(如从种子到生物),而是不完全者亦是从完全者那里获得存立;因为人先于种子且是种子的原因,端而言之,现实存在者先于潜能存在者。他的论证在两方面都是强有力的:因为他既适当地责难了那些将一同时称为存在者的原理、又在比实体低劣的意义上称其为无实体的人,又充分地探讨了受生之物,始终将完全者置于不完全者之前。然而,由于不承认宇宙中的诸理路,我不知他将如何能够保全这一学说。因为对于由腐烂而生的生物,他将如何解释?对于自然生长的树木、灌木或草类,他又将如何解释?因为我们自己甚至在这些事物中,也会认为产生它们的理路预先存在于宇宙的自然之中。而他不承认这些理路,又怎能在一切事物中将完全者设在不完全者之先,或者使每一事物都从同名原因中获得存立?因为若说太阳与黄道带作为完全者既使这些事物存立又使其完满,这首先是在陈述一切受生之物的普遍原因,而非各自的特有原因;再者,如果太阳自身既不具有这些生物的理路,又不推动拥有理路之物,它又如何能将蚊蚋、黄蜂以及其他出于腐烂的生物构造成器官完备的机体?除非将它们的生成与器官组织始终托付给偶然;但偶然并非始终如一地显现,而仅见于罕见发生的事情之中。
- 3.166καίπερ ὄντος ἑαυτοῦ λύμης καὶ φθορᾶς
由表示让步的连词 καίπερ 引导的独立属格结构。分词 ὄντος 的逻辑主语为前文的 τοῦ ἀγαθοῦ,而反身代词 ἑαυτοῦ 则指代主句主语 τὸ κακόν,意为“尽管[善]对它自身(恶)而言乃是毁灭与破坏”。
- 3.166τὸ μὲν τῶν ἀτόπων ἕπεται, φησίν, ὅτι πᾶσαν ἀρχὴν στοιχεῖον ποιοῦσι·
梳理亚里士多德论证的排比句结构(τὸ μέν... τὸ δέ... τὸ δέ... τὸ δέ...)之始。用作代词的中性单数 τὸ μέν 与部分属格 τῶν ἀτόπων 连用作 ἕπεται 的主语(“荒谬之一”),后接表原因的 ὅτι 从句(“因为他们将一切原理皆当作元素”),而由此推导出的荒谬后果则在紧接的下一句(τὸ πάντα εἶναι ἀγαθά)中以同格方式给出。
- 3.167μὴ προσίεμενος δὲ τοὺς ἐν τῷ παντὶ λόγους οὐκ οἶδ’ ὅπως τὸ δόγμα διασῶσαι δυνήσεται
μὴ προσίεμενος 为表原因或条件的状语分词(“由于/若不承认”),其逻辑主语为亚里士多德;否定词 μή 符合条件分词的常规用法。主句 οὐκ οἶδ’ ὅπως(“我不知他将如何能够……”)引导间接疑问句,统摄将来时直陈式 δυνήσεται,以此质疑亚里士多德论点的前后自洽性。
