- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:183.30-184.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在1091b27–32中提出若将“一”设定为善便会破坏理念论并迫使另一原理成为恶的责难,叙利亚努斯依据范型与摹本的差异以及恶被彻底排除在第一原理之外作出辩驳,并为斯珀西波辩护。
" Ἀλλὰ μὴν... κακὸν αὐτό." Εἰ τὸ ἕν, φησίν, ἀγαθόν, ἀγαθοειδῆ καὶ τὰ εἴδη· οὗ συγχωρηθέντος1 ἄπορον αὐτῷ καταφαίνεται, τίνων χρὴ τὰς ἰδέας ὑποτίθεσθαι· εἴτε γὰρ τῶν τῇδε ἀγαθῶν μόνων, οἷον τῶν ἀρετῶν, οὔτε οὐσιῶν ἔσονται αἱ ἰδέαι οὔτε οὐσίαι· εἴτε τῶν οὐσιῶν, ἔσονται πᾶσαι αἱ τῇδε οὐσίαι ἀγαθαί, ἐπειδὴ κατὰ τὰς ἰδέας ὑπέστησαν ἀγαθὰς οὔσας. πρὸς τούτοις δὲ πᾶσιν εἰ τὸ ἕν, φησίν, ἀγαθόν, τὸ μὴ ἓν ὃ εἴτε δυάδα εἴτε ἄνισον εἴτε πλῆθος χρὴ καλεῖν, ἔσται κακόν, ἵνα ἐξ ἐναντίων ἡ γένεσις ᾖ τῶν πραγμάτων. πρὸς ὃν φαίη τις ἂν ὅτι καὶ εἰ τῶν ἀρετῶν μόνων ἦσαν αἱ ἰδέαι, οὐκ ἐκωλύοντο εἶναι οὐσίαι· οὐ γὰρ οἷον τὸ παράδειγμα, τοιαύτη κατὰ πάντα καὶ ἡ εἰκών, ἀλλὰ ὡς ἀμερῆ μεριστῶν αἴτια καὶ νοερὰ ἀνοήτων καὶ θεῖα θνητῶν, οὕτω καὶ οὐσίαι ποιοτήτων,2 οὐ τῶν τυχουσῶν ἀλλ’ ὅσαι οὐσιῶν εἰσι τελειωτικαί. καὶ εἰ πασῶν δὲ οὐσιῶν εἰσιν ἰδέαι, ὥσπερ οὖν εἰσίν, οὐκ ἀνάγκη τὰ τῇδε πάντα καλὰ εἶναι καὶ ἀγαθά· οὐ γὰρ ἀεὶ κατέχει τὸ μέτρον ὅπερ ἄνωθεν δέχεται, παρατρεπόμενα δὲ εἰς ἀμετρίαν ὑποφέρεται. τίς δὲ ἀνάγκη καὶ τοῦ ἑνὸς ἀγαθοῦ ὄντος τὴν ἑτέραν ἀρχὴν κακὸν εἶναι; πρῶτον μὲν γὰρ ἐκεῖνο τὸ ἓν λέγουσιν εἶναι τἀγαθόν, ὃ ἐξῄρηται πάσης τῆς πρὸς ἕτερον συντάξεως καὶ ἔστιν ἐπέκεινα καὶ τῶν μετ’ αὐτὸ δυεῖν ἀρχῶν· κἂν τὴν προτέραν δὲ καὶ θειοτέραν τῶν δυεῖν ἀρχῶν, ἣν μονάδα καλοῦσι, τὸ ἀγαθὸν εἶναι λέγωσιν, οὐχ ἕπεται αὐτοῖς τὴν δυάδα, κἂν ἄλλην ἀντίθεσιν ἔχῃ πρὸς τὴν μονάδα, κακὸν λέγειν· οὐ γὰρ ἐκ τοιαύτης ἀντιθέσεως τὰ θεῖα γεννᾶται καὶ πρόεισιν, ἀλλ’ ἐκ παναρίστου καὶ ἀκράτως ἐχούσης τὸ ἀγαθόν. ὥσθ’ ὅσα ἐν τοῖς ἑπομένοις ὡς ἀκολουθοῦντα τῇ ὑποθέσει συλλέγει ἀδύνατα, οὐδὲν προσήκοντα τοῖς ἀνδράσιν ἐκείνοις ἐπιφέρει· πάντῃ γὰρ τὸ κακὸν ἐκ τῶν ἀρχῶν παρ’ αὐτοῖς ἐξώρισται, ὥσπερ ὁ θεῖος Πλάτων ἐν Θεαιτήτῳ σαφῶς εἴρηκεν, ὡς ‘οὐ δυνατὸν αὐτὸ ἐν θεοῖς ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον ἀνάγκη περιπολεῖν.’
“然而确实[……]其自身即是恶。” 他宣称,如果“一”是善,那么诸形相亦具有善之形态;在此前提被承认后,对于究竟应当设定何等事物的理念,在他看来便显露出疑难:因为如果仅仅是此世诸善物(例如各种美德)的[理念],理念既不会是实体,也不会是实体的[理念];而如果是诸实体的[理念],此世的一切实体便都将是善的,因为它们是依照本就是善的诸理念而存立的。在所有这些之外他又说,如果“一”是善,那么“非一”——无论应当称其为二元、不等还是多——都将是恶,以便事物的生成乃是由相反者而来。人们可以反驳他说,即使理念仅仅是诸美德的[理念],也并不妨碍它们是实体;因为摹本并非在所有方面都如同范型一般,而是正如无部分者是有部分者的原因、理智者是无理智者的原因、神圣者是凡俗者的原因一样,实体同样是诸性质的[原因],且并非任何偶然的性质,而是使实体得以完满的性质。此外,即使存在着一切实体的理念——事实确乎如此——,此世的一切事物也并不必然是美且善的;因为它们并不总能保有从上方所领受的尺度,而是在偏离中滑向无度。而且,即使“一”是善,又何以必然推得另一原理便是恶呢?因为首先,他们所说为“善”的乃是那个“一”,它超脱于一切朝向他者的配合关联,甚至居于其后的两个原理的彼岸;即便他们宣称两个原理中较居先且更具神性的那一个(他们称之为单子)是善,他们也绝无必然将二元说成是恶,哪怕二元相对于单子具有另一种对立;因为神圣之物绝非产生并流溢于此种对立,而是出自至善且纯粹拥有善的对立。因此,他在后文中作为跟随该假设而来的荒谬后果所汇集的一切不可能之事,所强加给那些哲人的全然是毫无关联之物;因为在他们那里,恶已完全从诸原理中被驱逐出去,正如神圣的柏拉图在《泰阿泰德篇》中所明确指出的那样:“恶不可能在诸神之中安立,而必然在凡俗本性与此世处所中周旋。”
" Διόπερ... τῷ ἑνί." Τίς ἐστιν ὁ φυγών; διὰ τί μάτην ὀνειδίζεται ὁ χρυσοῦς Σπεύσιππος; πῶς δὲ εἵπετο ἐκ τοιούτων ἐναντίων εἶναι τὴν τῶν θείων πραγμάτων ὑπόστασιν; οἱ δὲ... φύσιν. εὐφήμει· τὸ γὰρ ἄνισον, ὃ ἐπὶ τῆς αἰτίας τῶν ὄντων παρελάμβανον, πρεσβύτερον ὂν καὶ τῆς ἐν τοῖς γένεσι τοῦ ὄντος ἑτερότητος οὐ μόνον πανάριστον ἔλεγον εἶναι, ἀλλὰ καὶ τῶν παναρίστων γεννητικώτατον· εἰ δέ γε πρὸς τοῖς ἐσχάτοις καὶ ἐνύλοις ἐστί τι παρ’ αὐτοῖς ἄνισον κακιζόμενον, οὐδὲν τοῦτο πρὸς τὴν γεννητικὴν τοῦ πλήθους αἰτίαν,3 εἰ μὴ ὅτι ἐκεῖθέν πως καὶ τοῦτο.
“因此[……]对于一。” 逃避者是谁?为何金子般的斯珀西波遭受到徒劳的责难?又怎能推导出神圣事物的存立是出于此等相反者?“而其他人[……]本性。”请谨言慎行;因为他们在存在者的原因中所采纳的不等,甚至比存在之诸族类中的相异性更加原初,他们不仅称其为至善,而且称其为最能孕育至善者之物;倘若在末位的与居于质料的事物中存在某种在他们看来遭到贬抑的不等,这与孕育众多性的原因也毫无干系,除非说这在某种程度上亦是由那源头而来。
- 3.164οὗ συγχωρηθέντος
属格绝对结构。它构成后续主句 ἄπορον καταφαίνεται 的背景条件,οὗ 为关系代词,表示前述命题(即若“一”为善则形相亦具善相)被承认后所引出的疑难。
- 3.164οὕτω καὶ οὐσίαι ποιοτήτων
承前省略结构。承接前面的比喻结构 ὡς ἀμερῆ μεριστῶν αἴτια καὶ νοερὰ ἀνοήτων καὶ θεῖα θνητῶν,表语 αἴτια 被省略,意为“实体同样是诸性质的[原因]”。
- 3.165οὐδὲν τοῦτο πρὸς τὴν γεννητικὴν τοῦ πλήθους αἰτίαν
惯用表达 οὐδὲν τοῦτο πρὸς...,省略了系动词 ἐστί,意为“这对于……毫无关系/毫无意义”。句末的 εἰ μὴ ὅτι 引出例外,意为“除非……”。
