- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:182.8-183.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努援引俄耳甫斯神统记,驳斥了亚里士多德关于古代神学诗人将至善归于后起诸神而非初始统治者的观点,论证了在柏拉图与毕达哥拉斯学派中,“一”与“善”皆为超越且至善的第一原理。
" Οἱ δὲ ποιηταὶ... Δία." Οὐδὲ ταῦτα 〈κατὰ〉 τὸ ἀληθὲς ἱστόρηται περὶ τῶν θεολόγων· ἐκεῖνοι γὰρ Νύκτα μὲν καὶ Οὐρανόν φασι βασιλεύειν καὶ πρὸ τούτων τὸν μέγιστον αὐτῶν πατέρα· “τὸν τόθ’ ἑλὼν διένειμε θεοῖς θνητοῖσί τε κόσμον, οὗ πρῶτος βασίλευσε1 περικλυτὸς Ἠρικεπαῖος”, μεθ’ ὃν ἡ Νύξ “σκῆπτρον ἔχουσ’ ἐν χερσὶν 〈ἀριπρεπὲς〉 Ἠρικεπαίου”. μεθ’ ἣν ὁ Οὐρανός, “ὃς πρῶτος βασίλευσε θεῶν μετὰ μητέρα Νύκτα”. τὸ δὲ χάος ὑπὲρ τὴν τοῦ βασιλεύοντός ἐστι σχέσιν· τὸν δὲ Δία οὐ πρῶτον ἀλλὰ πέμπτον βασιλέα σαφῶς ὀνομάζουσιν οἱ πρὸς αὐτὸν παρὰ τῆς Νυκτὸς δοθέντες χρησμοί· “ἀθανάτων βασιλῆα θεῶν πέμπτον σε γενέσθαι”. ἡ πρωτίστη οὖν ἀρχὴ καὶ παρ’ αὐτοῖς ἓν καὶ τἀγαθόν, μεθ’ ἣν ἡ δυὰς ἡ κρείττων τοῦ βασιλεύειν, αἰθὴρ μὲν καὶ χάος * * * κατὰ τὸν Πυθαγόραν· εἶτα τὰ πρώτιστα καὶ κρύφια τῶν θεῶν γένη· ἐφ’ οἷς ὁ πρῶτος ἀναφανεὶς τῶν ὅλων πατὴρ καὶ βασιλεύς, ὃν διὰ τοῦτο Φάνητα προσεῖπον. οὔτ’ οὖν οἱ ἄριστοι τῶν φιλοσόφων ἀφίστανται τῶν θεολόγων οὔθ’ οἱ θεολόγοι τὰ δεύτερα δυνατώτερα καὶ ἀμείνω τῶν ἀρχηγικωτέρων φασὶν εἶναι, ἀλλὰ μία ἡ παρὰ πᾶσιν αὐτοῖς ἀλήθεια.
“而诗人们[……]宙斯。” 关于神学家们的这些陈述,也并非符合实情;因为他们主张黑夜与乌拉诺斯统领王权,而在他们之前则是他们最伟大的父亲:“他当时执掌秩序,分赐诸神与凡人,声名显赫的厄里克派奥斯最先在此秩序中称王”,继他之后是黑夜,“手中握有厄里克派奥斯辉煌的权杖”;继她之后是乌拉诺斯,“继母后黑夜之后最先统领诸神”。然而卡俄斯则超越于统治者的关联之上;而且黑夜赐予宙斯的神谕明确称他并非第一位而是第五位君王:“命你成为不死诸神的第五位君王”。因此,在他们那里,至高的原理同样是一与善,居于其后的则是超越于称王统治之上的双子,即按照毕达哥拉斯的以太与卡俄斯[……];随后是诸神最本原且隐秘的族类;继其之后的则是整个宇宙最先显现的父与王,人们因之称其为法涅斯。因此,最优秀的哲学家们并未背离神学家,神学家们也未曾声称第二位的存在比更居首位的原理更有力量且更优异,而在他们所有人那里,真理乃是同一的。
"Οὐ μὴν... ποιήσας." Εὖ μὲν ὅτι τοὺς τὸ πρῶτον αἴτιον ἄριστον εἶναι λέγοντας ἀποδέχῃ· οὐ μὴν οἱ θεολόγοι μεταβολὰς ποιοῦσι τῶν βασιλειῶν, κἂν τὰ μυθώδη πλάσματα τοῦτο προφαίνειν δοκῇ· τῶν δὲ πρεσβυτέρων ἀεὶ μενουσῶν2 ἐν ἤθεσι τοῖς οἰκείοις οὕτω τὰς δευτέρας ὑφίστασθαι λέγουσιν. τῶν δὲ... μάλιστα. ἔστι μὲν ὑπερούσιον παρά τε τῷ Πλάτωνι τὸ ἓν καὶ τἀγαθὸν καὶ παρὰ Βροτίνῳ τῷ Πυθαγορείῳ καὶ παρὰ πᾶσιν ὡς εἰπεῖν τοῖς ἀπὸ τοῦ διδασκαλείου τοῦ τῶν Πυθαγορείων ὡρμημένοις· ὅμως δὲ κείσθω τὸ ἓν οὐσία εἶναι τῆς πρωτίστης ἀρχῆς, ἣν ἐκάλουν τἀγαθὸν ὡς ἑνώσεως καὶ τοῦ ἀγαθοῦ πᾶσιν αἰτίαν ὑπάρχουσαν, καὶ ἴδωμεν εἴπερ ἕπεταί τι αὐτοῖς ἄτοπον. ἡ μὲν... λέγειν. ἀπορείτω βουλόμενος· τοῖς δὲ ἀνδράσιν ἐκείνοις πρὸ πάσης ἐπιστάσεως καὶ ἀποδείξεως κεῖται τὸ πρώτιστον εἶναι τὸ πανάριστον.
“然而[……]因为造就了。” 你赞同那些主张第一原因至善之人,这固然很好;然而神学家们并未设定王权的更迭,即使神话虚构之作看似呈现出这一点;他们乃是说,由于更居先的王权始终持守于其本有的位置,第二位的王权才由此得以存立。“而在那些[……]尤其是。”无论在柏拉图那里,还是在毕达哥拉斯派的布罗提诺斯那里,以及可以说在所有出自毕达哥拉斯学派的人那里,一与善皆是超越实体的;然而即便如此,且让我们假定一是第一原理的实体,他们之所以称其为善,乃是因为它是一切事物的统一与善的原因,让我们来看看对他们而言是否会随之产生任何荒谬之处。“因此这疑难[……]宣称。”若他愿意,尽可陷入疑难;但对那些哲人而言,在一切审视与论证之前,第一者乃是至善的这一原则早已确立。
"Θαυμαστὸν δὲ εἰ... ἀγαθόν τι." Τῷ μὲν πρωτίστῳ καὶ αὐταρκεστάτῳ τοῦτ’ αὐτὸ ἀγαθὸν τὸ αὔταρκες· ἀλλ’ ὑπάρχει αὐτῷ δι’ ἁπλότητα καὶ ἑνότητα τῆς ὑποστάσεως· οὐ γάρ ἐστι τἀγαθὸν καὶ ἄλλο τι, ἀλλ’ αὐτὸ τοῦτο τὸ ἀγαθόν· ὥστε ἕν, ἐπεὶ μὴ σύγκειται αὐτοῦ ἡ φύσις ἐξ ἀγαθοῦ καὶ ἄλλου τινός· οὕτω γὰρ ἂν ἐδεήθημεν ἑτέρας ἀρχῆς, ἐν ᾗ τὸ ἀγαθὸν ἀμιγὲς ἦν πρὸς πᾶν ὁτιοῦν καὶ ἄκρατον. δυσχεραίνει γὰρ αὐτὸς πρὸς τὸ ἓν καὶ τὸ στοιχεῖον, ἐπειδὴ συνηθέστερον αὐτῶν ἀλλ’ οὐ θεολογικώτερον ἀκούει· εἰ δέ τινες ἓν ὑποθέμενοι εἶναι τῶν μαθηματικῶν ἀριθμῶν τὴν ἀρχὴν ἀφεῖλον ἀπ’ αὐτοῦ τἀγαθόν, οὐ περὶ τῆς ἁπάντων ἀρχῆς διαλέγονται, ἀλλὰ περὶ 〈τῆς〉 τῶν μοναδικῶν ἀριθμῶν αἰτίας· καὶ δῆλον μὲν ὅτι καὶ αὕτη τὸ ἀγαθόν ἐστι τῶν ἐξ αὐτῆς ἀπογεννωμένων, οὐ μέντοι ἁπλῶς τἀγαθόν. ἦ γὰρ ἄν, ὅπερ λέγει, ἅπασαι αἱ μονάδες ἐγίγνοντο ὅπερ ἀγαθόν;3 * * * αἱ μονάδες οὐχ αἱ ὑλικαί, ἀλλ’ αἱ κατὰ τὰ εἴδη τῶν ἀριθμῶν θεωρούμεναι, αἵ τινες εἰσὶ μὲν τοῦδε τοῦ ἀριθμοῦ τἀγαθόν, ἡ πεντὰς τοῦ πέντε καὶ ἡ δεκὰς τοῦ δέκα, οὐ μὴν ὅπερ τὸ ἀγαθὸν ἁπλῶς, ὥσπερ αἱ μονάδες ἢ ἑνάδες αἱ ἀπὸ τῆς πρωτίστης αἰτίας προελθοῦσαι· ἐκεῖναι γὰρ οὐ μόνον θεοὶ ἀλλὰ καὶ συνοχαί τινες θεῶν. καὶ οὐδὲν ἄτοπον ἐν τοῖς ὅλοις εὐπορίαν εἶναι τῶν ἀγαθῶν· ἄφθονον γὰρ τὸ θεῖον καὶ ἀπερίληπτον ἀνθρωπίνῳ λογισμῷ, καὶ τὰ εἴδη δὲ καὶ οἱ ἀριθμοὶ θεῖα καὶ ἀγαθοειδῆ ἅτε τῆς πρωτίστης αἰτίας ὄντα γεννήματα. καὶ οὐ δεῖ ταῦτα ὡς ἄτοπα προφέρειν, ἅπερ αὐτόθεν οἱ ἄνδρες προσίενται.
“然而令人惊异的是,如果[……]某种善物。” 对于最居第一且最自足者而言,自足本身就是善;然而由于其存立的单纯性与统一性,这一属性原本就属于它;因为它并非既是善又是某种他物,而正是善自身;因而它是一,因为它的本性并非由善与某种他物复合而成;否则我们将需要另一原理,在其中善对于任何事物都是未受杂糅且纯粹的。因为他自己对一与元素感到不满,乃是由于他是以更日常而非更具神学意蕴的方式来理解它们;即使某些人假定一是数学之数的原理并从中剥离了善,他们所谈论的也不是万物的原理,而是单子之数的原因;显然这一原因也是由其衍生之物的善,却绝非单凭自身而言的纯粹之善。因为难道如他所说,所有的单子都会成为善自身吗?[……]单子并非质料性的,而是依照数的形相被观照的单子,它们固然是这一特定数的善——五组之于五,十组之于十——然而绝非单凭自身而言的纯粹之善,不像从第一原因流溢而出的单子或一子那样;因为后者不仅是神,更是神的维系者。在万有之中存在丰盛的善物绝无荒谬之处;因为神圣者是毫无吝啬的,非人类推理所能把握,而形相与数作为第一原因的产物,亦是神圣且具有善之形态的。人们绝不应将那些哲人从一开始就欣然接受的事物当作荒谬之论提出来。
- 3.161οὗ πρῶτος βασίλευσε
属格关系代词 οὗ 的先行词为紧接其前的 κόσμον。动词 βασιλεύω 支配属格以表示统治的范围(“统治……”),在此意为“声名显赫的厄里克派奥斯最先在此[秩序]中称王”。
- 3.162τῶν δὲ πρεσβυτέρων ἀεὶ μενουσῶν
属格绝对结构。阴性复数 τῶν πρεσβυτέρων 在语境上承接前文出现的 βασιλειῶν(王权),为后随的“宾格加不定式”结构(τὰς δευτέρας ὑφίστασθαι)提供伴随或对比的背景(“而在更居先的王权始终持守的同时”)。
- 3.163ἦ γὰρ ἄν, ὅπερ λέγει, ἅπασαι αἱ μονάδες ἐγίγνοντο ὅπερ ἀγαθόν;
由疑问语气词 ἦ、潜在语气小词 ἄν 以及未完成过去时直陈式 ἐγίγνοντο 构成的与事实相反的反问句。其引出一个荒谬的推论:“因为难道真会如他所说,所有的单子都会成为善自身吗?[绝非如此]”。
