← 叙利亚努斯

亚里士多德《形而上学》注释

§180.27-182.7

论数的象征性生成与超越的一与善

针对亚里士多德在《形而上学》N卷第4章中对毕达哥拉斯学派和柏拉图学派关于数的生成以及“一”与“善”关系的批判,叙利亚努斯进行辩护,指出数的生成不过是教学假说或象征性表述,且“一”与“善”作为完全同一者超越于一切实在之上。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.156

" Πάντα δὴ... λέγωσι." Ταῦτα τοὺς παρὰ τοῖς ῥήτορσιν ἐπιλόγους μιμεῖται, οὐκ ἀπήλλακται δὲ οὐδὲ κωμικῆς βωμολοχίας διὸ τὰ πλεῖστα αὐτῶν ὅσα μὴ ἔστι πραγματειώδη χρὴ καὶ ὑπερβαίνειν ἢ ἄλλως συνείρειν.1 Σιμωνίδου δὲ μνημονεύει τῶν Ἀτάκτων οὕτως ἐπιγραφομένων εἰρόμενα γὰρ ταῦτα καὶ ἥκιστα διανοίας πληρωτικά. φαίνεται... διπλασιαζόμενον. ἐπειδὴ δυάς ἐστι τὸ μέγα καὶ τὸ μικρόν, ἡ δὲ δυὰς τὸν ἄρτιον μόνον, μάλιστα δὲ τὸν ἀρτιάκις ἄρτιον ὑφίστησι, τοὺς ἄλλους οὔ φησιν ἐκ τοῦ μεγάλου καὶ μικροῦ δύνασθαι γεννηθῆναι. εἴρηται δὲ πολλάκις ποίαν δυάδα μέγα καὶ σμικρὸν ἐκάλουν, καὶ ὅτι τὴν παντὸς πλήθους γεννητικήν. ἄτοπον δὲ... τῶν ἀδυνάτων. εἰ καθ’ ὑπόθεσιν ποιοῖεν διδασκαλίας ἕνεκα, τί πλημμελοῦσιν; εἰ μὴ ἄρα κατὰ σὲ τὸν ποιητικὴν αἰτίαν ἐπὶ τῶν ἀιδίων μὴ προσιέμενον·2 τοῖς δὲ ἀρέσκει πάντα ἐκ τῶν ἀρχῶν ἔχειν τὴν ὑπόστασιν.

“因此一切[……]他们说。” 这些话模仿了修辞学家那里的结语,并且也不免带有喜剧式的粗俗嘲弄;因此,其中绝大多数不关乎论题实质的内容,人们应当直接略过,或者姑且一并提及。他提到了西摩尼得斯题为《无序之作》的诗篇;因为这些诗篇只是松散连缀,最不能满足理智之思。“显现出[……]被加倍。”既然“大和小”是双子,而双子仅能确立偶数,尤其是偶数倍偶数,所以他主张其他数不可能由“大和小”生成。然而,他们将何种双子称为“大和小”,以及它是所有多之生成的因由,这一点之前已被多次言明。“荒谬的是[……]不可能之事。”如果他们为了教学的缘故依假说设定[生成],他们究竟有何过错?除非依你这位不承认永恒事物具有动力因的人来看[算是有错];但在那些哲人看来,一切事物皆由其原理获得其存立,乃是理所当然的。

§3.157

"Οἱ μὲν οὖν... τὴν γένεσιν." Ποίῳ μὲν ἤθει τοὺς λόγους καταβάλλεται τούτους ὁ Ἀριστοτέλης, οὐ λήσεται τοὺς συνετωτέρους. ἵνα δὲ καὶ ἐξ ὧν τίθησιν ἐπακολουθήσωμεν τῇ τῶν Πυθαγορείων διανοίᾳ, ῥητέον ὡς ἓν μὲν τὸ σύνολον λέγουσι τὸ ἐξ ὕλης καὶ εἴδους διακοσμηθέν· τούτου δὲ τὴν σύστασίν φασιν οὕτω γίγνεσθαι· τοῦ λόγου τοῦ ἀπὸ τῆς φύσεως προελθόντος χρῶμα καὶ σχῆμα καὶ τὴν αἰτίαν πάντως γεννήσαντος3 πρῶτον μὲν τὸ ἄποιον σῶμα γίγνεται (τοῦτο γάρ ἐστι τὸ ἔγγιστα τοῦ ἀπείρου), εἶτα τὸ διακοσμηθέν, ὅταν τὸ πέρας καὶ ὁ φυσικὸς λόγος κατασχῇ τέλεον τὸ ὑποκείμενον. ὅτι δὲ καὶ περὶ χωριστῶν ἀριθμῶν εἰρήκασιν οἱ ἄνδρες καὶ μάλιστα πάντων οὗτοι, καὶ πρότερον ὑπεμνήσαμεν.

“因此那些[……]其生成。” 亚里士多德是以何种品格提出这些论点的,逃不过更有见识之人的眼睛。但是,为了让我们即便是从他所设定的前提中也能跟上毕达哥拉斯学派的思路,必须指出,他们所说的“一”,是指由质料与形式结合而成并被赋予秩序的复合整体;并且他们声称这一整体的构成乃是按如下方式生成的:当源自自然的理路无论如何生成了颜色、形状与原因时,首先生成的是无性质的物体(因为这是最接近无限的),随后,当界限与自然理路彻底统摄了基础载体时,被赋予秩序者便生成了。至于这些人——尤其是这些人——也曾论及分离之数,我们在前文也已提请注意。

§3.158

"Τοῦ μὲν οὖν... γενέσεως." Συμβολικῶς εὕροις ἂν παρ’ ἐκείνοις ταῦτα λεγόμενα· τὸν γὰρ περιττὸν τοῖς θεοῖς προσοικειοῦντες εἰκότως ἀγένητον εἶναί φασι, τὸν δὲ ἄρτιον τοῖς ἐνύλοις ἀνάλογον λαμβάνοντες γενητὸν καλοῦσι καὶ δυάδι προσοικειοῦσιν· ἐπεὶ ὅτι τοὺς συστοίχους ἀρτίους καὶ περιττοὺς ἀριθμοὺς ἐκ τῶν αὐτῶν ἀρχῶν ἀπογεννῶσιν, εἰ καὶ τοὺς μὲν μονάδι προσεοικέναι τοὺς δὲ δυάδι φασί, πολλάκις ὑπεμνήσαμεν.

“因此关于[……]生成的。” 你会发现这些说法在那些哲人那里是以象征性的方式被表述的;因为他们将奇数与诸神相联系,因而自然地说它是非生成的,而将偶数与物质性事物作类比,称其为生成的,并将其与双子相联系。然而,即便他们说一方类似于单子而另一方类似于双子,他们同样是从相同的原理中繁衍出相互对应的偶数与奇数,这一事实我们已多次提醒。

§3.159

"Τὸν δ’ ἄρτιον... ἀριθμῶν." Τὸν ἄρτιον ὕλην ἔχοντα καὶ εἶδος κατὰ μὲν τὴν ὕλην ὡς ἐκ τῆς δυάδος προελθόντα μέγα καὶ σμικρὸν ἔχειν, κατὰ δὲ τὸ εἶδος ἰσότητι κεκρατῆσθαί φασι. ταῦτα δὲ οὐκ ἀπὸ χρόνου ἀλλ’ ἀεί. εἰ δὲ πρότερα τὰ ἄκοσμα τῶν κεκοσμημένων ἀποφαίνουσι διδασκαλίας ἕνεκα, κοινόν ἐστι τοῦτο πάντων ἡμῶν ἔθος· καὶ γὰρ σὺ τὴν ὕλην προτέραν εἶναι λέγεις καὶ ἀρχὴν τοῦ σώματος, καίτοι ἀεὶ κεκοσμημένην.

“而偶数[……]数们的。” 他们主张,具有质料与形式的偶数,就质料而言,作为源自双子之物而具有“大和小”;就形式而言,则被相等性所支配。而且这些情况并非从某一时间点开始,而是永恒的。如果他们为了教学的缘故宣称未受秩序之物先于受秩序之物,这也是我们所有人的共同惯例;因为你自己也主张质料是先在的且是物体的原理,尽管它总是处于被秩序化之中。

§3.160

"Ἔχει δ’ ἀπορίαν... ἑνός." Ὅτι μὲν τὸ εὖ ταῖς ἀρχικωτέραις αἰτίαις ἀπονέμεσθαι θέλει, κατορθοῖ. οὔτε δὲ οὕτως ἄρξασθαι τοῦ λόγου δίκαιον ἦν, ἀλλ’ ἦν εὐλογώτερον εἰπεῖν· ἔχει δὲ ἀπορίαν καὶ εὐπορήσαντι θαυμαστήν· οὔτε τοὺς θεολόγους ἄλλο τι λέγειν ὀρθῶς τις ὑποτίθεται. πάντων δὲ ἀτοπώτατον τὸ νομίζειν ἢ ὅτι4 τῷ ἑνὶ τὸ ἀγαθὸν οὕτω συντρέχει ἢ ὅτι τὸ ἓν τὸ πρώτιστον οὕτως ἀρχὴ λέγεται ὡς στοιχεῖον, ἐξ οὗ ἐνυπάρχοντος ὁ ἀριθμὸς συνίσταται· πάντα γὰρ ταῦτα ψευδῶς ἱστόρηται· τὸ γὰρ ἓν καὶ τἀγαθὸν ταὐτόν ἐστι παρὰ Πλάτωνι καὶ ἐξῄρηται πάσης οὐσίας καὶ νοῦ καὶ ζωῆς.

“然而存在疑难[……]一的。” 就他希望将“善”归于更本原的原因而言,他是正确的。然而,以这种方式开启论述并不公正,更为合理的说法应当是:“然而此处存在疑难,且对寻得解答者而言是令人赞叹的”;任何人假定神学家们说了别的什么,也都是不正确的。而在所有事情中最荒谬的,莫过于认为善与一是以这种方式巧合在一起,或者认为至高的一是以这种方式被称为原理——即作为构成数所内在居存的元素。因为这一切陈述都是虚假的;因为在柏拉图那里,“一”与“善”是完全同一的,并且超越于一切实体、理智与生命。

语法注4 条
  1. 3.156ὅσα μὴ ἔστι πραγματειώδη χρὴ καὶ ὑπερβαίνειν ἢ ἄλλως συνείρειν

    关系代词从句 ὅσα μὴ ἔστι πραγματειώδη 限制性地修饰作宾语的名词短语 τὰ πλεῖστα αὐτῶν,而由无人称动词 χρή 支配的两个不定词 ὑπερβαίνειν 与 συνείρειν 形成并列。整句构成“其中绝大多数不关乎论题实质的内容,人们应当直接略过,或者姑且一并提及”的统语构造。

  2. 3.156εἰ μὴ ἄρα κατὰ σὲ τὸν ποιητικὴν αἰτίαν ἐπὶ τῶν ἀιδίων μὴ προσιέμενον

    这是一个省略了前句疑问句 τί πλημμελοῦσιν(“他们有何过错?”)中动词的椭圆句结构。补充后为 εἰ μὴ ἄρα [πλημμελοῦσιν] κατὰ σέ...,意即“除非依你这位不承认永恒事物具有动力因的人来看[算是有错]”。分词短语 τὸν... προσιέμενον 与代词 σέ 构成同格。

  3. 3.157τοῦ λόγου τοῦ ἀπὸ τῆς φύσεως προελθόντος χρῶμα καὶ σχῆμα καὶ τὴν αἰτίαν πάντως γεννήσαντος

    这是附属于主句 πρῶτον μὲν τὸ ἄποιον σῶμα γίγνεται 的属格绝对结构(genitive absolute)。名词 τοῦ λόγου 由两个并列分词 προελθόντος 和 γεννήσαντος 修饰,表示时间或逻辑上的前提:“当源自自然的理路无论如何生成了颜色、形状与原因时”。

  4. 3.160πάντων δὲ ἀτοπώτατον τὸ νομίζειν ἢ ὅτι... ἢ ὅτι...

    带定冠词的不定词短语 τὸ νομίζειν 作全句的主语,表语形容词为 ἀτοπώτατον。动词 νομίζειν 带领两个由并列连词 ἢ... ἤ...(“或者……或者……”)引出的 ὅτι 宾语从句。全句基本骨架为:“认为……或者认为……是所有事情中最荒谬的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:180.27-182.7