← 叙利亚努斯

亚里士多德《形而上学》注释

§179.11-180.26

数学实体与形式数及原理的类比同一性

叙利亚努针对亚里士多德对仅承认数学实体者及承认形式数者的反驳(1090b13)进行辩护,指出前者维系了自然的连续性且知晓理智实体,而后者乃是通过数学知识启发对几何理念的追忆;随后针对亚里士多德对其师柏拉图的批判(1090b32),他指出各类数的原理是依比例相通而非单纯绝对同一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.154

" Ἔτι δὲ... συνείρειν." * * πρὸς μὲν τοὺς τὴν μαθηματικὴν μόνην οὐσίαν πρεσβεύοντας,1 πῶς ὄντων ἀριθμῶν παρ’ αὐτοῖς καὶ μεγεθῶν καὶ ψυχῆς καὶ σωμάτων οὐ γίγνεται τὰ δεύτερα ἀεὶ ἐκ τῶν προτέρων, ἀλλὰ καὶ ἀριθμῶν μὴ ὄντων τὰ μεγέθη καὶ ἔστι καὶ γίγνεται, κἂν ταῦτά τις ἀνέλῃ, ψυχὴ ἔστι καὶ σώματα. πρὸς δὲ τοὺς 〈τὸν〉 εἰδητικὸν ἀριθμὸν προσιεμένους, πότερον τὰ μεγέθη τὰ προσεχῶς ἐκ τῶν ἀριθμῶν γιγνόμενα καὶ αὐτὰ ἰδέαι ἢ οὔ, καὶ εἰ ἐπιδέχονται θεωρίαν ἰδίαν ἢ τὴν μαθηματικὴν εἰς αὐτὰ δεῖ μεταφέρειν; ῥητέον οὖν ὑπὲρ τῶν προτέρων πρότερον, ὅτι μήτε τὴν μαθηματικὴν οὐσίαν μόνην ἐπισκέπτονται, καὶ τάξιν ὅλως δόντες τοῖς ὑποκειμένοις ἀεὶ συντελεῖν εἰς τὴν τῶν δευτέρων ὑπόστασιν τὰ πρότερά φασιν. εὖ γὰρ εἴρηται τοῦτο, ὅτι μίαν εἶναι δεῖ συνέχειαν τῶν 〈ἐν〉 φύσει πραγμάτων καὶ μηδὲν ἐπεισοδιῶδες αὐτοῖς ἐμφαντάζεσθαι. ὅτι δὲ μὴ μόνην τὴν μαθηματικὴν οὐσίαν οἱ ἄνδρες οὗτοι γιγνώσκουσι, κἂν διὰ μαθηματικῶν ὀνομάτων καὶ τὰ περὶ τῆς νοητῆς ἀναδιδάσκωσιν, εἴρηται μὲν πολλάκις ἐν τοῖς προάγουσιν, οὐ μὴν ἀλλὰ καὶ ἡ νῦν ἀπορία δῆλον ποιεῖ. εἰ γὰρ αἰτιᾶται αὐτοὺς ὡς μὴ ποιοῦντας ἐκ μεγεθῶν καὶ ἀριθμῶν τὴν ψυχὴν προτέρων ὄντων αὐτῆς, μαρτυρεῖ σαφῶς ὅτι τοὺς ἐν νῷ καὶ τοὺς θείους ἐγέννων ἀριθμούς. ὑπὲρ δὲ τῶν δευτέρων, ὅτι καὶ τὰ πρῶτα μεγέθη ἰδέαι, ὁ αὐτοκύκλος ἡ αὐτοπυραμὶς τὸ αὐτοτρίγωνον, ἀπὸ δὲ τῶν μαθηματικῶν λόγων αἱ ἀναμνήσεις ἡμῖν ἐκείνων γίγνονται. οὐ γὰρ ὅτι ἐκείνοις ἐφαρμόζουσιν αἱ μαθηματικαὶ θεωρίαι2 διεξοδικαὶ οὖσαι καὶ μεμερισμέναι καὶ ποθέν ποι προϊοῦσαι καὶ δι’ ὑποθέσεων περαίνουσαι, ἀλλ’ ὥσπερ ἐν Ἐπιστολαῖς εἴρηται περὶ τοῦ αὐτοκύκλου ὡς οὔτε τὸ σχῆμα οὔτε τοὔνομα οὔθ’ ὁ ὁρισμὸς οὔτ’ ἐπιστήμη γνῶσίς ἐστιν αὐτοῦ, ἀλλὰ θέαν δεῖ τοῦ πράγματος παραγενέσθαι, καὶ ὥσπερ ἐκ πυρείων τῶν ἐπιστημονικῶν θεωρημάτων παρατριβομένων φῶς ἀναλάμψαι νοερόν, δι’ οὗ συζυγήσομεν ἐκείνῳ ἡ τοίνυν μαθηματικὴ μέθοδος προπαρασκευή τίς ἐστιν ὡς ἐν εἰκόσι γυμνάζουσα τὴν ψυχὴν πρὸς αὐτοπτικὴν τοῦ παραδείγματος ἐπιβολήν οὐκ ἄρα προσγλίχονται ταῖς ἰδέαις ἐφαρμόζειν τὰ μαθηματικά, ἀλλ’ ὡς ἀπὸ εἰκόνων εἰς ἐκείνας διὰ τούτων ἀναπέμπεσθαι βούλονται.

“此外[……]连贯起来。” [……他向两方提出疑难:]一方面,针对那些仅尊崇数学实体的人,在他们那里既然存在数、量度、灵魂和物体,为什么次等之物并不总是由先在之物产生,反而在数不存在时量度既存在又生成,而且即使有人取消了这些,灵魂依然存在,物体也依然存在?另一方面,针对那些接纳形式之数的人,直接由数生成的量度它们本身是否也是理念,以及它们是否容纳其固有的理论考察,抑或应当将数学考察转移到它们身上?因此首先应当为前者[仅确立数学实体的人]辩护说,他们并非仅仅考察数学实体,而是在对一般的基础事物赋予秩序之后,主张先在之物总是对次等之物的确立做出贡献。因为这话讲得极好:在自然[本质]中的事物之间必须有一种连续性,其间绝不可显现出任何插曲式的片段。而这些人并非仅认识数学实体,即便他们通过数学名称来传授关于可知实体的道理,这一点虽然在前文已多次提及,然而当下的这一疑难同样使之明朗。因为如果他指责他们没有由作为先于灵魂存在的量度与数中产生出灵魂,他便清楚地证明了他们产生出了在理智中的数与神圣的数。至于为后者[承认形式之数的人]辩护,[应当说]最初的量度——圆自身、棱锥自身、三角形自身——同样是理念,而我们对它们的追忆是通过数学理路产生的。这并非因为数学考察适合于它们——数学考察是推演性的、分立的、由某处向某处行进的且通过假说得出结论的——而是正如在《书简》中所述及关于圆自身那样,无论是形状、名称、定义还是科学知识都不是对它的认识,而是必须出现对该事物的直观,并且如同摩擦取火木一样,当科学定理相互切磋磨砺时,必定会闪耀出理智之光,我们由此便能与那对象相连合。因此,数学方法是一种预备性的训练,如同在影像中磨砺灵魂以使其朝向对范型的亲眼直观把握;所以他们绝非执意将数学事物生搬硬套于理念,而是希望通过这些事物如通过影像而被引向那些理念。

§3.155

"Οἱ δὲ... κατ’ ἐκεῖνον." Ἀποτείνεται μὲν νῦν πρὸς τὸν ἑαυτοῦ διδάσκαλον αὐτὸς γάρ ἐστιν ὁ σαφῶς τὰ μαθήματα τῶν νοερῶν διακρίνας εἰδῶν καίτοι καὶ παρὰ τοῖς ἄλλοις οὐ θάτερα μόνον ἀλλὰ καὶ θάτερα γιγνώσκεται. λέγει δὲ ὅτι περὶ γενέσεως οὐ διδάσκει τοῦ μαθηματικοῦ ἀριθμοῦ (δεῖ γὰρ αὐτὸν γίγνεσθαι μὴ πρῶτον ὄντα) οὔτε δὴ ἐκ τῶν αὐτῶν ὀφείλει γίγνεσθαι τῷ εἰδητικῷ, ἵνα μὴ ὁ αὐτὸς ἐκείνῳ φανῇ, οὔτε ἐξ ἄλλων ἀριθμὸν γὰρ οὐ δυνατὸν ἑτέρως ὑποστῆναι ἢ ἐκ μονάδος καὶ τῆς ἀορίστου δυάδος. διὰ τί οὖν, φήσομεν πρὸς αὐτόν, μὴ τοῦτο δὴ τὸ πολυπάτητον ὑποτίθεσαι λέγειν τὸν διδάσκαλον, ᾧ καὶ αὐτὸς ἐν ταῖς φυσιολογίαις χρῆσθαι μεμελέτηκας,3 ὡς ἀναλογίᾳ μὲν τῶν διαφόρων ἀριθμῶν αἱ αὐταί εἰσιν ἀρχαί, ἁπλῶς δὲ οὐχ αἱ αὐταί τοιοῦτον δέ τι καὶ σὺ νῦν αἰνίττῃ, ὅταν λέγῃς ἐξ ἄλλου δὲ μεγάλου καὶ μικροῦ, πλὴν οὐκ ἐξ οὗ τὰ μεγέθη. ἄλλη γὰρ δυὰς ἡ γεννητικὴ τῶν ἀριθμῶν τῶν μαθηματικῶν, ἄλλη δὲ ἡ τῶν μεγεθῶν καθ’ ἑκάστην γὰρ τῶν ὄντων τάξιν ἰδίως αἱ νοεραὶ καὶ αἱ λογικαὶ καὶ 〈αἱ〉 φυσικαὶ θεωροῦνται ἀρχαί. τὸ μέντοι ζητεῖν, πῶς τὸ ἓν τὰ πανταχοῦ πολλὰ παράγει καὶ γεννᾷ, καὶ φιλόσοφόν ἐστι καὶ παρ’ ἐκείνοις ᾐτιολόγηται.

“而那些[……]依照他。” 他[亚里士多德]现在将矛头指向他自己的老师;因为正是他清楚地将数学对象与理智形式区分开来,尽管在其他人那里不仅认识前者,也认识后者。他说他没有讲授关于数学之数的生成(因为数学之数既然不是第一位的,就必须生成),然而它既不应当由与形式之数相同的原理生成,以免显得与形式之数相同,也不应当由其他原理生成(因为数除了由单子和不定双子生成外,不可能有其他确立方式)。因此,我们将对他说:你为什么不假定你的老师所说的是那条被广泛践行的原则——而你自己也习惯于在自然学研究中运用该原则:对于不同的数而言,其原理按比例是同一的,但绝对而言并非同一?你自己现在说“由另一种大和小,只是不同于产生量度的那种大和小”时,也正是在暗示这样一种道理。因为产生数学之数的双子是一回事,而产生量度的双子是另一回事;在实在的每一个层级中,理智的、理性的和自然的作用原理都是依其特有方式被观察到的。然而,探讨“一”如何在各处产生并生成“多”,这确实是哲学性的,而且在那些哲人那里也已阐明了其原因。

语法注3 条
  1. 3.154πρὸς μὲν τοὺς τὴν μαθηματικὴν μόνην οὐσίαν πρεσβεύοντας

    句首因脱文( )而缺失主要动词(如 ἀπορεῖ 等),但从其后对称的结构 πρὸς μὲν τοὺς ... πῶς ... πρὸς δὲ τοὺς ... πότερον ... 可以明确判定,此处是在分别陈述亚里士多德向两个学派提出的疑难。

  2. 3.154οὐ γὰρ ὅτι ἐκείνοις ἐφαρμόζουσιν αἱ μαθηματικαὶ θεωρίαι

    此处采用 οὐ γὰρ ὅτι ... ἀλλʼ ... 句式,意为“并非因为数学考察适合于那些理念,而是……”,否定前者理由并引出后者:借助《书简》中摩擦取火的喻说,将数学方法定位为通向直观的预备训练(προπαρασκευή)。

  3. 3.155ᾧ καὶ αὐτὸς ἐν ταῖς φυσιολογίαις χρῆσθαι μεμελέτηκας

    关系代词 ᾧ 的先行词指代 τὸ πολυπάτητον 所代表的主张(即各类数之间的原理依比例而言是同一的)。叙利亚努以此指出亚里士多德在自己的自然学著作中也惯用这种按比例相通的论法,借此对其进行反驳。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:179.11-180.26