- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:178.1-179.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努回应亚里士多德在《形而上学》1090a30–1090b5中的批判,为毕达哥拉斯学派及主张数相分离的人辩护,论证了量度由非质料的原因与形式所产生、数学公理对应于推论对象,并为将界限视为本质理路的观点作了申辩。
" Οἱ μὲν... ἐν τοῖς αἰσθητοῖς." Ὑποθέμενος τοὺς μὲν Πυθαγορείους χωριστὸν ἀριθμὸν μὴ ποιεῖν, τὸν δὲ αἰσθητὸν κόσμον ἐξ ἀριθμῶν συνιστάνειν, ἄλλους δέ τινας ἐπειδὴ τὰ ἀξιώματα καὶ αἱ καθόλου προτάσεις ἐπ’ οὐδενὸς μὲν τῶν αἰσθητῶν ἀληθεύουσι, * * * δὲ μεγέθη τε καὶ αἰσθητὰ ποιοῦντας, ἀπορεῖ πρὸς μὲν τοὺς Πυθαγορείους, πῶς ἐξ ἀβαρῶν καὶ ἀμεγεθῶν τῶν ἀριθμῶν τὰ αἰσθητὰ δύναται συνίστασθαι σώματα, πρὸς δὲ τοὺς χωρίζοντας,1 πῶς ἄν τὰ πάθη τῶν μεγεθῶν καὶ τῶν ἀριθμῶν ὑπῆρξε τοῖς αἰσθητοῖς, εἰ μὴ ἀχώριστοι αὐτῶν ἦσαν οἱ ἀριθμοί. ῥητέον οὖν ὑπὲρ μὲν τῶν Πυθαγορείων, ὅτι γινώσκουσι μὲν καὶ ἄλλους ἀριθμοὺς καὶ οὐ περὶ τοῦ αἰσθητοῦ μόνου διαλέγονται, ἀλλὰ καὶ περὶ νοερῶν καὶ ψυχικῶν καὶ φυσικῶν διακόσμων ἀναδιδάσκουσιν, οὐ μὴν ἀλλὰ γὰρ καὶ τὸν αἰσθητὸν κόσμον ἐκ τῶν ἀύλων λόγων καὶ δραστικῶν καὶ πρεσβυτέρων αἰτίων ὑφιστᾶσιν. ὅσοι δὲ οὐδὲ τῇ φύσει λόγους διδόασιν, ἵνα μὴ διπλᾶ ποιήσωσι τὰ πράγματα, οὗτοι θαυμάζουσι πῶς ἐξ ἀβαρῶν καὶ ἀμεγεθῶν βάρος ἀποτελεῖται καὶ μέγεθος. καίτοι γε ὡς μὲν ἐκ μορίων ἀμεγεθῶν ἢ ἀβαρῶν οὐκ ἄν ποτε συντεθείη βάρος ἢ μέγεθος, καὶ τοῦτο ἱκανῶς δέδεικται· ἐκ δὲ στοιχείων ἀμερῶν καθ’ αὑτὰ ὄντων δημιουργεῖται μέγεθος, εἴπερ ὕλη καὶ εἶδος στοιχεῖα σωμάτων· καὶ ἔτι πολλῷ πλέον ὑπὸ τῶν ἀληθεστέρων αἰτίων ἐν λόγοις καὶ εἴδεσι δημιουργικοῖς θεωρουμένων πῶς οὐ πᾶσαι διαστάσεις καὶ πάντες ὄγκοι τὴν ἐν κινήσει φερομένην ἑαυτῶν γένεσιν ὑποδέχονται; ἢ γὰρ ἀγένητα καὶ ὡς ἐξ ἀιδίου τὰ σώματα, ἢ τῶν διαστατῶν ἀδιάστατα καὶ τῶν μεριστῶν ἀμέριστα καὶ τῶν αἰσθητῶν καὶ ἀντιτύπων ἀφανῆ καὶ ἀναφῆ καταλειπτέον αἴτια, καὶ συγχωρητέον τοῖς οὕτως ἐξ ἀμερῶν τὰ μεμεγεθυσμένα γενέσθαι λέγουσιν. ὑπὲρ δὲ τῶν χωριζόντων τοὺς ἀριθμούς, ὅτι θαυμαστὸν οὐδὲν2 εἰ ἔοικε τὰ ἀποτελέσματα τοῖς αἰτίοις· δημιουργικῶν οὖν ὄντων τῶν χωριστῶν ἀριθμῶν, οὓς μιμοῦνται καὶ οἱ μαθηματικοί, εἰκότως καὶ ὁ αἰσθητὸς κόσμος εἰκόνας ἔχει τῶν αὐτὸν κοσμούντων ἀριθμῶν, ἵνα πάντα ᾖ ἐν πᾶσιν, οἰκείως δ’ ἐν ἑκάστοις. τὸ δὲ ἀπὸ τῶν ἀξιωμάτων καὶ ὅλως τῶν ἐπιστημῶν ἐπιχείρημα πολλάκις εἴπομεν ὅτι καὶ παρὰ τοῖς ἀντιλογικωτάτοις δυσαντιβλεπτότατόν ἐστι· ἢ γὰρ ψεύδεται ταῦτα ἢ συμφωνεῖ καὶ συζυγεῖ τοῖς οὖσιν· εἰ μὲν οὖν ψεύδεται, ἄνελε πᾶσαν κατάληψιν (ἐκ τούτων γὰρ αἱ ἀποδείξεις)· ἀνελὼν δὲ πᾶσαν κατάληψιν περὶ μηδενὸς διισχυρίζου. εἰ δὲ ἀληθεύει καὶ συζυγεῖ τισι τῶν ὄντων, ἐπεὶ μὴ τοῖς αἰσθητοῖς πρώτως (ἄτομα γὰρ ταῦτα, καὶ ὅσα δὲ κοινὰ 〈ἐν〉 αὐτοῖς κατατέτακται, ταῦτα καὶ κρατεῖται ὑπὸ τῆς ὕλης), λείπεται τοῖς διανοητοῖς αὐτὰ συμφωνεῖν ὡς ἰσαξίοις, τοῖς δὲ νοεροῖς ὡς εἰκόνας καὶ τύπους παραδείγμασιν.3
“有些人[……]在感觉事物中。” 他[亚里士多德]假定毕达哥拉斯学派并未设立分离的数,而是由数构成感觉宇宙;另一方面,其他人由于公理和全称命题在感觉事物中无一为真[而将数与感觉事物相分离],[……]并设定量度和感觉事物;在此假定下,他向毕达哥拉斯学派提出疑难:感觉物体何以能由无重量、无量度的数所构成?而向主张分离的人提出疑难:如果数不与感觉事物不可分离,量度与数的性质又怎能属于感觉事物?因此,应当为毕达哥拉斯学派辩护说,他们也认识其他数,并非仅谈论感觉之数,而是还对理智的、灵魂的和自然的宇宙秩序进行传授,更有甚者,他们还使感觉宇宙由非质料的理路以及能动的、先在的原因得以确立。然而,那些为了不使事物重叠而甚至不给予自然任何理路的人,却惊异于重量和量度何以能由无重量、无量度之物生成。然而,重量或量度绝不可能由缺乏量度或缺乏重量的组成部分复合而成,这一点固然已被充分证明;但量度却是由自身无部分的元素所造就的,只要质料与形式确实是物体的元素。而由在造物性理路与形式中所观察到的更真实的原因所造就,岂非更是如此:一切广延与一切体积又怎能不接受其在运动中进行的生成?因为要么物体是无生成的且仿佛自永恒而有,要么必须为有广延之物留下无广延的原因,为可分之物留下不可分的原因,为感觉到的、有抗阻之物留下不可见的、不可触知的原因,并且必须赞同那些主张具有量度之物是以此种方式由无部分之物生成的人。至于为分离数的人辩护,[应当说]结果与原因相似绝非不可思议之事;既然分离的数——数学数亦模仿它们——是造物性的,那么感觉宇宙也具有安排它自身的诸数的影像,以便使万物皆在万物之中、但在各物中皆依其固有方式而存在,便是理所当然的。至于从公理以及整个科学出发的论证,我们多次说过,即便是对于最善于争辩的人而言,这也是极难正视[驳倒]的。因为这些〔公理〕要么为假,要么与实在相一致并相配。如果它们为假,那就取消一切认识吧(因为证明皆出于此);而在取消了一切认识之后,就不要对任何事物作断言。如果它们为真并且与某些实在相配,既然它们并非首先与感觉事物相配(因为感觉事物是个别者,并且其内部所排列的共通特征也受到质料的压制),那么剩下的便是:它们与推论对象相一致如同与同等之物相一致,与理智对象相一致如同影像和印记与范型相一致。
"Εἰσὶ... χωριστὰ ἔσται." Τὰ πέρατα τινὰς αὐτῶν ὡς εἴδη καὶ οὐσίας φησὶ λαμβάνειν, καὶ αἰτιᾶται ὅτι μήτε οὐσίαι ταῦτα μήτε πολὺ πλέον χωρισταὶ οὐσίαι. ῥητέον οὖν ὑπὲρ τῶν ἀνδρῶν, ὅτιπερ οὐ τὰ συνεγνωσμένα πέρατα χωριστὰς ἐποίουν οὐσίας, ἀλλὰ τὰ ἐν τοῖς οὐσιώδεσι λόγοις τοῦ νοῦ καὶ τῆς ψυχῆς καὶ τῆς φύσεως, ἃ καὶ κυριώτερον περατοῖ καὶ ὁρίζει τὴν γένεσιν, ὧν τὰ φαινόμενα πέρατα τελευταίαν ἀπεικασίαν ἀπετυπώσατο.
“有些[……]将是分离的。” 他[亚里士多德]说他们中的某些人将界限当作形式和实体,并指责说这些既不是实体,更绝不是分离的实体。因此应当为这些哲人辩护说,他们并非将通常所认可的界限视作分离的实体,而是将理智、灵魂和自然之本质理路中的界限视作分离的实体,正是这些界限更为根本地限定并规定着生成,而显现出来的界限摹印了那些界限最底层的肖像。
- 3.152Ὑποθέμενος τοὺς μὲν Πυθαγορείους ... ἀπορεῖ πρὸς μὲν τοὺς Πυθαγορείους ... πρὸς δὲ τοὺς χωρίζοντας
主语为亚里士多德。分词 Ὑποθέμενος 支配宾语短语 τοὺς μὲν Πυθαγορείους ... ἄλλους δέ τινας ...(“假定毕达哥拉斯学派……而其他人……”),修饰主动词 ἀπορεῖ(“提出疑难”),并通过 πρὸς μὲν ... πρὸς δὲ ... 相应地对两个阵营分别提出疑难。
- 3.152ὑπὲρ δὲ τῶν χωριζόντων τοὺς ἀριθμούς, ὅτι θαυμαστὸν οὐδὲν
此处通过 μέν ... δέ 结构与前文的 ῥητέον οὖν ὑπὲρ μὲν τῶν Πυθαγορείων, ὅτι ... 相呼应,省略了动形词 ῥητέον,应补足理解为“为分离数的人辩护,[应当说]……”。
- 3.152λείπεται τοῖς διανοητοῖς αὐτὰ συμφωνεῖν ὡς ἰσαξίοις, τοῖς δὲ νοεροῖς ὡς εἰκόνας καὶ τύπους παραδείγμασιν.
非人称结构 λείπεται 引导不定式 συμφωνεῖν。相对于主语 αὐτά(公理和全称命题),前半句中与格 τοῖς διανοητοῖς 带同格的与格 ὡς ἰσαξίοις(“如同与同等之物”),而后半句则针对与格 τοῖς δὲ νοεροῖς 以及 παραδείγμασιν,设置了与主语 αὐτά 保持格一致的宾格补足语 ὡς εἰκόνας καὶ τύπους(“如同影像和印记”)。
