← 叙利亚努斯

亚里士多德《形而上学》注释

§176.15-177.37

独立数学数的实体性与原因性辩护

叙利亚努反驳了亚里士多德对将数学数确立为独立于感觉事物的实体且否认其为原因的批评,论证了数学数的严整秩序与定理绝非源于对感觉事物的抽象,而是先在于灵魂之中,并辩护了从算术科学的存在推导独立数存在的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.150

" Ἐπιστήσειε... ἐλέχθη." Μάχεται μὲν ἐν τούτοις τῷ τὸν μαθηματικὸν ἀριθμὸν τοῦ αἰσθητοῦ χωρίζοντι καὶ ἰδίαν οὐσίαν αὐτῷ παρέχοντι. θαυμάσειε δ’ ἄν τις ὅπως οὐδενὸς αὐτὸν αἴτιον εἶναι νομίζει· καίτοι τίς ἄλλος αἴτιός ἐστι ταῖς ψυχαῖς ἡμῶν τοῦ μετρεῖν τὰ διωρισμένα πρὸ τούτου; ποῦ δὲ τῶν θείων οὕτως ἐναργεῖς εἰκόνας ὁρῶμεν ὡς ἐν αὐτῷ; ποῦ δὲ τὰ σχήματα καὶ τὰς αἰτίας τῶν σχημάτων καὶ τὰς ἀρχὰς πάντων τῶν μαθημάτων ἴδοι τις ἂν καθαρῶς ὡς ἐν τούτοις τοῖς ἀριθμοῖς; τοῦτό τε οὖν θαυμάσειεν ἄν τις καὶ τὸ ῥηθὲν ἐν ἐσχάτοις τῶν ἐκκειμένων ῥητῶν, ὅτι πάντα τὰ τῶν μαθηματικῶν ἀριθμῶν θεωρήματα καὶ κατὰ τῶν αἰσθητῶν ὑπάρξει. πρῶτον μὲν γὰρ ποῖα τῶν αἰσθητῶν οὕτως ἐφεξῆς τέτακται ὡς μονάδι μόνον ἀλλήλων διαφέρειν καὶ ταύτῃ τῇ διαφορᾷ προϊέναι ἄχρι παντός; ἔπειτα ποῦ τῶν αἰσθητῶν τοιαύτη σχέσις καὶ εὐταξία θεωρηθήσεται ὡς τῶν ἀνάλογον πολλαπλασίων τὸν μὲν τρίτον εἶναι τετράγωνον, τὸν δὲ τέταρτον κύβον, τὸν δὲ ἕβδομον κύβον ἅμα καὶ τετράγωνον; ἀλλ’ εἰ καὶ βιάσαιτό τις καὶ τάξειεν οὕτω τὰ αἰσθητά, μάλιστα μὲν ἄχρι τινὸς ἡ βία προβαίνει διὰ τὸ μὴ πεφυκέναι τὰ αἰσθητὰ τοῦτον διασώζειν πρὸς ἄλληλα τὸν λόγον. ἔπειτα δὲ ἐκ τῶν μαθηματικῶν ἀριθμῶν μετοίσει τὴν τάξιν· οὐ γὰρ δὴ ταύτην ἐν τῇ φύσει τῶν αἰσθητῶν ἐνέθηκεν ἡ δημιουργία· ποῦ δὲ τὸ κάλλος τοῦτο τῶν θεωρημάτων ἡ ὕλη δύναται δέξασθαι; τὸ δὲ παρ’ ἕνα εἶναι ἄρτιον καὶ περιττὸν1 ποῦ ἔχει τὰ αἰσθητά, εἰ μή τις ἐκ τῶν ἀριθμῶν καὶ τοῦτο λαβὼν ἐπ’ ὀλίγον αὐτῷ χρήσαιτο τὴν ἔνυλον φύσιν βιασάμενος; εἰ δὲ μή, ὅσον ἐπὶ τοῖς αἰσθητοῖς οὐδὲν κωλύει καὶ ἄρτιον ἀρτίῳ καὶ περιττῷ περιττὸν ἐφεξῆς τετάχθαι. καὶ εἰ μὲν ἄχρι τινὸς τοῦτ’ εἶχον οἱ ἀριθμοί, τάχ’ ἄν τις κατά τινα θέσιν καὶ νομοθεσίαν τῆς ἡμετέρας διανοίας οὕτως αὐτοὺς ἔφατο διακεκοσμῆσθαι· ἐπειδὴ δὲ σὺν τῇ αὐτῇ τάξει καὶ τοῖς αὐτοῖς εἴδεσιν ἄχρι τοῦ ἀπείρου προΐασι καὶ ἐφ’ ὅσον αὐτῶν ὁ λογισμὸς ἡμῶν ἐπιέναι δύναται, τοσοῦτο τῇ αὐτῇ ποικιλίᾳ θεωρεῖ κατακοσμούμενον, παντὶ δῆλον ὡς τῇ οἰκείᾳ φύσει συνεισιοῦσαν ἔχουσι ταύτην 〈τὴν〉 εὐταξίαν, ἣν ὁ νοῦς αὐτοῖς καὶ ἡ τῶν πρεσβυτέρων ἀριθμῶν αἰτία παραδειγματικὴ τὴν σύστασιν ἐν ψυχῇ λαβοῦσι2 χαρίζεται. μήτ’ οὖν τὸ κάλλος μήτε τὴν τάξιν μήτε τὰς τῶν χωριστῶν εἰδῶν εἰκόνας μήτε τὸ πλῆθος τῶν ἐν τοῖς μαθηματικοῖς ἀριθμοῖς θεωρημάτων μήτε τὰς ἀρχὰς τῶν ἁπασῶν ἐπιστημῶν ἀτιμάσωμεν ὑστερογενῆ ποιοῦντες τὸν ἀριθμὸν καὶ τῶν αἰσθητῶν ἀφαίρεσιν εἶναι νομίσαντες.

“人们或许会注意到[……]被说了。” 在这些文字中,他反驳了将数学数与感觉事物相分离并赋予其自身实体的人。然而,任何人都会对为何他认为数不是任何事物的原因感到惊异;然而,在数学数之前,还有谁是使我们的灵魂能够度量那些被限定之物的原因呢?我们又在何处能看到神圣之物如此昭著的影像,如同在其中所见的那样?人们又在何处能纯粹地看到图形、图形的原因以及所有数学学科的本原,如同在这些数中所见的那样?因此,人们既会对这一点感到惊异,也会对所引文字末尾所说的“数学数的一切定理也适用于感觉事物”感到惊异。因为首先,感觉事物中的哪一种是如此依序排列,以至于彼此之间仅相差一个单子,并凭借这种差异一直进行到无限?其次,在感觉事物中,何处能观察到这样的一种关系与井然秩序:在等比倍数中,第三项为平方数,第四项为立方数,第七项同时为立方数和平方数?但是,纵使有人强行将感觉事物如此排列,首先这种强制也只能进行到一定程度,因为感觉事物在本性上无法彼此保持这种比例。其次,他将把这种秩序从数学数中迁移过去;因为造物活动绝未将这种秩序置入感觉事物的本性之中;质料又何以能够接受定理的这种优美?此外,交替出现奇数与偶数,如果不是有人从数中获取此点并通过强加于附质料的本性而稍加使用,感觉事物又在何处具有这种特性?否则,就感觉事物而言,没有任何东西阻碍偶数与偶数、奇数与奇数相继依序排列。再者,如果数仅仅在一定范围内具有这一点,人们或许会说是依据我们推论思想的某种设定和立法将它们如此安排的;但既然它们带着相同的秩序和相同的形式走向无限,并且我们的理性运算能够深入它们多远,就看到它们以同样的丰富性被安排多远,那么对所有人而言显而易见的是,它们具有随着其自身本性一同进入的这种井然秩序,而这种秩序乃是理智以及更先在之数的范型原因在它们于灵魂中获得构成时所赋予的。因此,我们切不可将数视作后生的、并认为它是从感觉事物中抽象出来的,从而贬低了美、秩序、分离形式的影像、数学数中众多定理以及一切科学的本原。

§3.151

"Οἱ μὲν οὖν... σώμασιν. p. 1090 a "Τριῶν δοξῶν ἐν τούτοις μνημονεύσας, τῆς τε τὸν εἰδητικὸν ἀριθμὸν πρεσβευούσης, ἣν εἰς τὸν ἑαυτοῦ διδάσκαλον ἀναπέμπειν εἴωθε, καὶ τῆς τὰ σώματα ποιούσης ἀριθμούς, ἣν ἀπονέμει τοῖς Πυθαγορείοις, καὶ τῆς τὸν μαθηματικὸν ἀριθμὸν μόνον εἰδυίας, τὴν τρίτην κακίζει πλέον ὡς ἂν ἀλογωτέραν τῶν ἄλλων. οὔτε δὲ περὶ τῶν δύο, τῆς Πλατωνικῆς καὶ Πυθαγορείου, φαμὲν αὐτὸν ἱκανῶς ἱστορεῖν οὔτε περὶ τῆς τρίτης ὑγιές τι λέγειν. πρῶτον μὲν γὰρ οὐκ ἐγένετό τις, ὃς τὸν μαθηματικὸν ἀριθμὸν εἶναι μόνον ὑπέλαβεν, ἀλλ’ ἴσως μαθηματικοῖς ὀνόμασι καὶ ἐπὶ τῶν θείων ἀριθμῶν ὁ τοιοῦτος χρησάμενος αἴτιος ἐνίοις πλάνης ἐγένετο. ἔπειτα πῶς οὐχ ἱκανῷ τεκμηρίῳ χρῶνται τοῦ εἶναι κεχωρισμένην τῶν αἰσθητῶν τὴν τῶν μαθημάτων ὕπαρξιν λέγοντες ‘εἴπερ ἔστιν ἀριθμητικὴ ἐπιστήμη, ἔστι χωριστὸς ἀριθμός’; ἀλλὰ μὴν τὸ ἡγούμενον, καὶ τὸ ἑπόμενον ἄρα. ὁ δέ φησι πρὸς τὸ συνημμένον ἀπηντηκέναι πρότερον· καίτοι οὐδὲ ἐν ἐκείνοις εἴρητό τι πρὸς ἔλεγχον τῶν μαθημάτων ἱκανόν, ἀλλ’ ὅτι ἡ τῶν καθόλου ἐπιστήμη δυνάμει ἐστίν, ἡ δὲ τῶν καθ’ ἕκαστα ἐνεργείᾳ. ἀλλ’ οὐδὲ τὸ νῦν λεγόμενον ἰσχὺν ἔχει τινά· οὐ γὰρ ἂν κεχωρισμένων,3 φησί, τὰ πάθη περὶ τὰ αἰσθητὰ ἐφαίνετο. πάλιν γὰρ ἀποχρῆται τῇ ὁμωνυμίᾳ τῶν τε ἀριθμῶν καὶ τῶν παθῶν· ἄλλως γὰρ κατὰ τῶν μοναδικῶν, καὶ ἀνάλογον μὲν ἑτέρως δὲ κατὰ τῶν τῆς φύσεως δημιουργημάτων τὰ τοιαῦτα τάττεται.

“因此那些人[……]在物体中。” 在这些文字中提及了三种观点,即推崇形式数之说(他习惯将此归于他自己的老师)、将物体视作数之说(他将其归于毕达哥拉斯学派)、以及仅承认数学数之说;他将第三种观点指责得更为严厉,视其比其他观点更为不合逻辑。然而我们断言,对于柏拉图主义和毕达哥拉斯学派的前两种观点,他叙述得并不充分;对于第三种观点,他也未说出任何健全的道理。因为首先,从未有人主张唯独存在数学数,反倒可能是这样的人在论及神圣数时也使用了数学名称,从而成为某些人产生误解的原因。其次,当他们说“既然有算术这一科学,就存在分离的数”时,他们岂非使用了证明数学对象的存在与感觉事物相分离的充分证据吗?然而前件是真实的,因此后件也是真实的。但他却宣称先前已经回应过这一假言命题;然而即便在那些地方,对于反驳数学对象而言也没有说出任何充分之言,而仅仅是说了普遍者的科学是潜能的,而个别者的科学是现实的。但是现在所说的话也毫无效力;他说,因为如果它们是分离的,它们的性质就不会显现于感觉事物上。因为他又在滥用数与性质两者的同名异义性;因为此类性质在由单子构成的数中以一种方式排列,而在自然造物中则以另一种方式——尽管是依比例对应的——排列。

语法注3 条
  1. 3.150τὸ δὲ παρ’ ἕνα εἶναι ἄρτιον καὶ περιττὸν

    介词短语 παρ’ ἕνα 是表示“每隔一个”或“交替地”的习惯用法,作副词性修饰语修饰不定式短语 εἶναι ἄρτιον καὶ περιττόν(“为偶数与奇数”)。中性冠词 τό 将整个不定式短语名词化,构成 ἔχει 的受主题化宾语。

  2. 3.150τὴν σύστασιν ἐν ψυχῇ λαβοῦσι

    与格分词 λαβοῦσι 与间接宾语 αὐτοῖς(“对它们”,指数学数)同格一致,后者接受了井然秩序(关系代词 ἥν 的先行词 εὐταξίαν)。该分词表示数学数在灵魂中获得其构成(τὴν σύστασιν λαμβάνειν)。

  3. 3.151οὐ γὰρ ἂν κεχωρισμένων

    属格分词 κεχωρισμένων 构成独立属格结构,省略了上下文中的逻辑主语(即数或数学对象)。它与归结分句中的 ἄν 以及未完成过去时动词 ἐφαίνετο 呼应,充当非真实条件从句(相当于省略 εἰ 的条件句),意为“因为若它们是分离的,它们的性质就不会显现……”,概括了亚里士多德的反驳论据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:176.15-177.37