← 叙利亚努斯

亚里士多德《形而上学》注释

§175.12-176.14

现实实体的多与普遍之数的探究

叙利亚努指出亚里士多德关于实体与偶性之多的疑难,并反驳说若不引入柏拉图学派的造物者理智与形式,就无法解释现实实体的多。进而,针对亚里士多德指责毕达哥拉斯派与柏拉图派仅探究了数量之多的批评,叙利亚努辩护说他们是将所有存在者统称为数,进而探寻普遍之多的二元多子本原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.148

" Ἐπὶ... μία." Ἐπὶ τῶν συμβεβηκότων, φησί, καὶ τοῦτο ἄν τις ἀπορήσειε, πῶς οὐκ ὄντα τῶν ὑποκειμένων χωριστὰ πολλά ἐστιν ὅμως· ἐπὶ μὲν γὰρ τῶν οὐσιῶν συγκεχωρήσθω τὸ πλῆθος ἐκ τοῦ μὴ ὄντος εἶναι· πῶς δὲ τὸ χρῶμα ἐκ μὴ χρώματος; εἶτα ἐφιστὰς λέγει ὅτι ‘ἀνάγκη μὲν γὰρ καὶ τὰ συμβεβηκότα ὕλην ἔχειν, ἀλλ’ οὐ χωριστήν’ φησί ‘τῶν σωμάτων’. μάλιστα δέ φησιν ἐκεῖνο εἶναι ἄπορον, πῶς πολλαὶ οὐσίαι ἐνεργείᾳ εἰσίν. οὐκοῦν ἵνα καὶ ἡμεῖς ἀπὸ τῶν τελευταίων ἀρξώμεθα, ταὐτὰ φαίνεται ζητῶν ἐκείνοις ἄντικρυς· καὶ γὰρ αὐτοὶ περὶ τοῦ πλήθους ἠπόρουν τῶν νοητῶν, ἐν οἷς τὸ δυνάμει καὶ τέλεον ἐξῄρηται. καὶ οὗτος μὲν ἐπὶ τῆς ἀπορίας μένει, μήτε τὰ εἴδη δεχόμενος μήτε τὰς ἀρχηγικὰς αἰτίας μήθ’ ὅλως ποιητικὴν ἀρχὴν ἐπὶ τῶν ἀιδίων προσιέμενος (διὰ τί γὰρ τοσοίδε παρ’ αὐτῷ οἱ νοῖ καὶ οὔτε πλείους οὔτε ἐλάττους, εἰπεῖν οὐκ ἔχομεν· οὐ γὰρ δὴ διὰ τὰς σφαίρας τὰς ὑπ’ αὐτῶν κινουμένας τοσοίδε οἱ νοῖ, ἀλλ’ εἰ ἄρα, ἀνάπαλιν. ἔπειτα κἂν οὕτω τις ἐξ ὑπτίας1 ἐπιχειρῇ λέγειν, ἀπορήσομεν πάλιν περὶ τοῦ πλήθους τῶν σφαιρῶν πόθεν καὶ πῶς τοσαῦται)· οἱ δὲ πάντων τῶν ἐγκοσμίων μέτρον ἀποθέμενοι παρὰ τῷ δημιουργῷ νῷ καὶ εἰς ταῦτα καὶ εἰς τἆλλα πάντα προβλήματα μετὰ πολλῆς ῥᾳστώνης καὶ ἀληθείας ἀναστρέφονται. ἀλλὰ μὴν καὶ τὸ μέσον παρ’ αὐτῷ θεώρημα, τὸ τὰς αἰσθητὰς οὐσίας ἐκ μὴ τοιούτων γίγνεσθαι, προσίεται μὲν ὁμοίως ἐκείνοις τὸ ὑλικὸν αἴτιον, παραλιμπάνει δὲ τὸ ποιητικὸν καὶ τὸ παραδειγματικόν. ἡ δὲ περὶ τῶν συμβεβηκότων ἐπίστασις λύεται μὲν καὶ παρ’ αὐτοῦ· πολλὰ γὰρ εἰ καὶ μὴ τῷ ὑποκειμένῳ τὰ συμβεβηκότα, ἀλλὰ τῷ γε λόγῳ· τελειότερον δέ ἐστι τὴν ἐμφανῆ δημιουργίαν αἰτιᾶσθαι καὶ τὴν ἑτερότητα τῶν φυσικῶν δυνάμεων καὶ τὴν τῶν ἐνύλων εἰδῶν περὶ τὰ ὑποκείμενα διαίρεσιν.

“在[……]上[……]一。” 在偶性上,他说,人们也可能会对此提出疑难:既然它们不能同载体相分离,究竟如何依然为多?因为在实体上,固然可以承认多来自非存在,但颜色如何来自非颜色?随后他提醒道:“因为偶性也必然具有质料,但并不是与物体相分离的质料”,他说。但他又说,最成疑难的是:众多的实体究竟如何现实地存在。因此,为了让我们也从最后的论点开始,他显然是在探求与那些人完全相同的事情;因为他们自己也同样对知解之物的多感到困惑,而在知解之物中,潜能之物已被全然排除。而这个人却停留于疑难之中,他既不接受形式,也不接受统领性原因,在永恒事物中也全然不承认有作因(因为在他那里,诸理智为何恰好是这么多,既不多也不少,我们无法说明;因为诸理智之所以恰好是这么多,绝非由于被它们驱动的诸天球,倒不如说是相反。再者,即便有人试图以此种倒转的方式立论,我们也会对诸天球的多再次产生疑问:它们究竟从何而来,如何正好是这么多)。然而,那些人将宇宙万物的尺度置于造物者理智之中,从而在处理这些问题以及所有其他问题时都极具从容与真实。不过,在他那里的中间定理——即感觉实体由非此类事物生成——固然同那些人一样接受了质料因,却遗漏了作因与范型因。而关于偶性的疑虑在他那里也得到了化解;因为偶性即便在载体上不为多,至少在定义上是多的。但更为完备的做法,是将彰显的造物活动、自然潜能的相异性以及附质料形式在诸载体上的分化视为原因。

§3.149

"Ἀλλὰ μὴν... ἐναντιώσεις." Πάλαι μὲν ᾐτιᾶτο 〈τὸ〉 πλῆθος μόνον τῶν οὐσιῶν ζητήσαντας ὅθεν ὑπέστη·2 νυνὶ δὲ οὐδὲ τοῦτο συγχωρεῖν αὐτοῖς ἔοικεν, ἀλλ’ ἐπειδὴ περὶ ἀριθμῶν τὰ πολλὰ διαλέγονται καὶ μεγεθῶν, μιᾶς κατηγορίας αὐτοὺς ἔφη τὸ πλῆθος [καὶ] διερευνήσασθαι, οὐχὶ τῆς οὐσίας ἀλλὰ τοῦ ποσοῦ· ἀριθμὸς γάρ, φησί, πᾶς ποσὸν καὶ ἡ μονάς· εἶτα ἐπιστήσας, εἰ μὴ ἄρα, φησίν, ἡ μονὰς οὐ ποσόν, ὅτι μέτρον ἀριθμοῦ καὶ ἀδιαίρετος· εἰ μὲν οὖν, φησί, καὶ αὐτοῖς ἀρέσκει διαφέρειν ποσὸν οὐσίας, περὶ πλήθους ἐζήτησαν μόνου τοῦ κατὰ τὸ ποσόν· εἰ δὲ ταὐτὸν οἴονται εἶναι ποσὸν καὶ οὐσίαν, εἰς ταὐτὸν ἄγουσι συμβεβηκὸς οὐσίᾳ καὶ ὑποκείμενον 〈τῷ〉 ἐν ὑποκειμένῳ καὶ ὅλως ἐναντιοῦνται τοῖς ἐναργέσι. ῥητέον οὖν πάλιν τὰ αὐτὰ πρὸς αὐτόν, ὅτι πάντα τὰ ὄντα ἀριθμοὺς ἐκάλουν· ζητοῦντες οὖν πῶς τὸ πλῆθος ὑπέστη τὸ ἐν τοῖς ἀριθμοῖς, περὶ τῶν νοητῶν ἐζήτουν ἁπάντων καὶ τῶν αἰσθητῶν καὶ τὴν ἁπανταχοῦ δυαδικὴν ἀρχὴν τοῦ πλήθους ᾐτιῶντο τοῦ ἑκασταχοῦ.

“然而确实[……]对立。” 从前他曾指责那些人仅仅探究了实体的多从何而来;但如今他似乎连这一点也不向他们承认,而是鉴于他们大多在谈论数与大小,便宣称他们彻底考察的只是单一范畴的多,即不是实体的多,而是数量的多;他说,因为所有的数以及单子都是数量;随后他提醒道:除非单子并不是数量,因为它乃是数的尺度且不可分。因此他说,如果他们自己也赞同数量有别于实体,那么他们探究的就仅仅是依数量而言的多;但如果他们认为数量与实体同一,他们就会将偶性等同于实体,将载体等同于存在于载体之中的东西,并且完全违背了昭然若揭的事实。因此必须再次对他陈述同样的话:他们曾将所有存在者称为数。所以,通过探求数中的多如何产生,他们所探求的乃是关于一切知解事物与感觉事物,并将无处不在的二元本原指认为各处之多的原因。

语法注2 条
  1. 3.148ἐξ ὑπτίας

    成语性副词表达(字面意义为“仰卧地”、“毫不设防地”),在此指“颠倒地”或“草率地”。承接前文指出的“是知性决定了天球之数,而非天球决定知性之数”,此处用以形容把因果倒置、试图由天球倒推知性数目的立论方式。

  2. 3.149ᾐτιᾶτο 〈τὸ〉 πλῆθος μόνον τῶν οὐσιῶν ζητήσαντας ὅθεν ὑπέστη

    动词 ᾐτιᾶτο(αἰτιάομαι的未完成过去时,“指责”)以宾格分词 ζητήσαντας(逻辑主语指柏拉图学派等)为直接宾语,该分词进而支配宾语 〈τὸ〉 πλῆθος 以及间接疑问从句 ὅθεν ὑπέστη(“从何成立”)。整句结构为:“[他]指责[那些人]仅仅探求了实体的多从何而来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:175.12-176.14