← 叙利亚努斯

亚里士多德《形而上学》注释

§174.4-175.11

驳关于不定多子与多之原因的批判

叙利亚努反对亚里士多德将不定多子混同为单纯的关系范畴或实体的质料,捍卫柏拉图派和毕达哥拉斯派关于知解之多的超越性本原的学说(1089b15–1089b20)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.146

" Ἀνάγκη... τῶν ὄντων." Ὅτι μὲν ἐπὶ τῶν τελευταίων τὸ δυνάμει ἑκάστου καὶ τὸ ὑλικὸν αἴτιον παραλαμβάνεις, εὖ πάνυ καὶ κατὰ φύσιν· οὐ μὴν ἔτι τῆς διανοίας τῶν Πυθαγορείων τε καὶ τῆς αὐτοῦ τοῦ Πλάτωνος ἀντιλαμβάνῃ τὸ σμικρὸν καὶ μέγα παρ’ αὐτοῖς ἢ τὸ ἄνισον ἢ ὅλως τὴν ἀόριστον δυάδα πρός τι νομίζων εἶναι· τῷ ὄντι γὰρ τὰ πρός τι τῶν οὐσιῶν οὔτε ἀποφάσεις οὔτε δυνάμεις. ἀλλὰ μήποτε τὰ πολλὰ μὲν ἐπὶ τῆς γεννώσης μετὰ μονάδος τὰ πράγματα αἰτίας τὴν δυάδα ταύτην τάττουσιν· εἰ δέ που καὶ τὴν ὕλην ὡς ἴνδαλμα φέρουσαν ἐκείνης τῆς ἀρχῆς μέγα καὶ μικρὸν καλοῖεν ἢ ἄνισον ἢ δυάδα ἀόριστον, οὐκ ἐπὶ τὰ πρός τι ταῦτα ἀνάγουσιν, ἀλλ’ ἐνδείκνυνται τὸν ἐπ’ αὐτῆς τῶν εἰδῶν μερισμὸν καὶ τὴν ἀνωμαλίαν καὶ τὴν ἔκστασιν· οὐ γὰρ μόνον ἕτερον ἑτέρου διίσταται, ἀλλ’ ὃ θαυμαστότατον καὶ ἐννοῆσαι καὶ εἰπεῖν, ὅτι καὶ αὐτὸ ἑαυτοῦ χωρίζεται καὶ διίσταται καὶ ἕτερον γίγνεται πλησιάσαν ὕλῃ. τί οὖν ἔδει τὴν διάνοιαν τῶν ἀνδρῶν ἀπολιπόντα συμπλέκεσθαι ταῖς φωναῖς καὶ κωμῳδεῖν1 ὡς τὴν ἑτέραν τῶν ἀρχῶν, ἣν τῷ ἑνὶ συντάττουσι, πρός τι ποιοῦντας καὶ μίαν τῶν κατηγοριῶν ὕλην εἶναι τῶν οὐσιῶν λέγοντας;

“必然[……]存在者们的。” 在最底层的存在者上,你采纳了各自潜能上的东西以及质料因,这固然极好且合乎自然;然而你却不再能领会毕达哥拉斯派以及柏拉图本人的思想,竟以为他们那里的“小与大”或“不等”,或总括而言的“不定多子”是关系者;因为事实上,实体的关系者既非否定亦非潜能。其实,他们大抵是将这多子安置于同单子一起生成万物的原因之中;即便他们在某处也因质料带有那一本原的印记而称其为“大与小”或“不等”或“不定多子”,他们也不是将这些归化为关系者,而是表明了形式在质料中的分化、不齐与偏离;因为不仅是一物与另一物相隔绝,而且尤为不可思议于思虑与言说的是,事物本身一旦邻近质料,也会与自身相分离、相隔绝并变为他者。那么,为何要弃绝那些人的思想,纠缠于字面文句,并嘲弄他们仿佛是把与一并列的另一本原当成了关系者,把诸范畴之一说成了实体的质料呢?

§3.147

"Πολύ τε... τὰ δὲ πρός τι." Οὔτε καλῶς ὑφηγῇ περὶ τὰ τῇδε διατρίβειν εἰωθώς, ἐκεῖνοί τε λέγουσι μέν τι καὶ περὶ τούτων ὡς ἐν τοῖς τελευταίοις ἀπεωσμένων, οὐ μὴν ἀλλ’ ἐπειδὴ περὶ τὰ κυρίως ὄντα καὶ νοητὰ καταβάλλονται τὴν ἑαυτῶν σπουδήν, εἰκότως τὰς ἐκείνων ἀρχὰς τῶν οὐσιῶν πολυπραγμονήσαντες παρέχουσιν ἀφορμὰς τοῖς καὶ περὶ τὰ τελευταῖα στρέφεσθαι προθυμουμένοις ἀναλογίᾳ τὰς αὐτὰς κἀπὶ τῶν τῇδε θεωρεῖν ἀρχάς. δεῖ δὲ κἀκεῖνο λογίζεσθαι, ὅτι πῶς μὲν πολλὰ τὰ αἰσθητά, λέγειν οὐ χαλεπόν (καὶ γὰρ τόπῳ ταῦτα μερίζεται καὶ ὑποκειμένῳ χρῆται διαφόρῳ καὶ τοσαύτη ἡ ἐν αὐτοῖς ἑτερότης, ὥστε καὶ πολεμεῖν ἀλλήλοις αὐτῶν ἔνια)· πῶς δὲ τὰ νοητὰ πολλά, μὴ τόπῳ χωριζόμενα, μὴ ὑποκειμένῳ κρατούμενα, μὴ σχέσιν ἢ ῥοπὴν πρὸς τὰ δεύτερα ποιησάμενα, ζητήσειεν ἂν ὁ μὴ πάντῃ τὴν διάνοιαν ἀργὸς καὶ δυσκίνητος. ἄλλως τε τοῦ Παρμενίδου, πρὸς ὃν ἦν αὐτοῖς καὶ ἡ ἀπότασις, ἓν εἰπόντος εἶναι τὸ ὄν, οὐχὶ τὸ ποιὸν ἢ τὸ πρός τι ἢ τὸ ποσὸν ἢ ὅλως τῶν τῇδέ τι, ἀλλὰ τὸ ὄντως ὂν καὶ νοητόν, ἐδικαίουν2 μὴ φορτικῶς ἀπαντᾶν πρὸς τὸν ἄνδρα, δεικνύναι δὲ ὅτι κἀκεῖ πλῆθός ἐστι· πρὶν δὲ δείξωσιν, ἀναγκαίως ἐζήτουν τὴν αἰτίαν τοῦ ἐκεῖ πλήθους, καὶ εὕρισκον ὡς μὲν ἐν τοῖς γένεσι τοῦ ὄντος τὴν ἑτερότητα καὶ τὸ κατ’ αὐτὴν μὴ ὂν τοῦ πλήθους ἀρχήν, ὡς δὲ ἐν ταῖς αἰτίαις ταῖς πρωτίσταις τὴν ἀόριστον δυάδα, ἣν Χάος ὁ Πυθαγόρας ἐν τῷ Ἱερῷ λόγῳ κέκληκε, συντάττων αὐτὴν τῷ Πρωτεῖ· ταύτην γὰρ ἀπονέμει τῇ μονάδι τὴν προσηγορίαν ἐν ἐκείνοις.3 ὀρθῶς ἄρα καὶ ταύτην ἐνίσταντο τὴν ζήτησιν καὶ τὴν αἰτίαν παρεδίδοσαν τοῦ πλήθους τῶν ὄντως ὄντων, καὶ οὔτε πρός τι τὴν ἑτέραν ἐποίουν τῶν ἀρχῶν οὔτε τὸν περὶ τῶν αἰσθητῶν λόγον πάντῃ παρελίμπανον, ὡς δηλοῖ τὰ Ὀκκέλου μὲν Περὶ τᾶς τῶ παντὸς φύσιος, ἐξ ὧν τὰ Περὶ γενέσεως καὶ φθορᾶς μονονουχὶ μεταβεβλῆσθαι δοκεῖ, τοῦ Τιμαίου δὲ τὰ πλεῖστα, καθ’ ὃν ἡ περιπατητικὴ φιλοσοφία τὰ πολλὰ φυσιολογεῖ.

“并且多得多[……]而有些是关系者。” 习惯于流连于此界事物的你,教导得并不妥当。那些人固然也谈及这些事物,将其视为被贬至最底层之物;不仅如此,既然他们将全副精力倾注于真正存在且可被知解之物,理所当然地,在周详考察了彼处实体的本原之后,他们为那些愿意转向最底层事物的人提供了契机,以便依类比在现世事物之上也同样观照这些本原。还必须考虑到这一点:说明感觉事物如何为多并不困难(因为它们依处所而分割,使用不同的载体,其中的相异性巨大到以至于其中某些事物彼此相争);然而,知解事物既不依处所相分离,不受载体所拘束,亦不对次生事物产生关联或偏向,究竟如何为多,凡思想并非全然怠惰迟钝之人皆会去探求。更何况,由于帕曼尼得斯(他们所针对的正是此人)曾言存在为一——并非指性质或关系者或数量,或总括而言的此界之物,而是指真正存在者与知解者——他们便认为不应粗鄙地应对此人,而应指出彼处亦有多;在指出之前,他们必然探寻彼处之多的原因,并在存在的各个属中发现了相异性及与其相应的非存在乃是多的本原,而在最根本的原因中则发现了不定多子,毕达哥拉斯在《神圣言说》中将其与普罗透斯并列并称为“混沌”;因为在那些论著中他将这一称谓赋予了单子。因此,他们正是正确地开展了这项探求,并传授了真正存在者之多的原因,既没有将两本原之一变成关系者,也没有全然忽略关于感觉事物的言说,正如奥克洛斯的《论万物之本性》(《论生成与消灭》看起来简直就是从该书中移译而来的)以及提迈欧斯的大多数著作所表明的那样,逍遥学派的哲学在很大程度上正是依照他来进行自然研究的。

语法注3 条
  1. 3.146ἀπολιπόντα συμπλέκεσθαι ταῖς φωναῖς καὶ κωμῳδεῖν

    这是由非人称动词 ἔδει 引导的宾格不定式结构,分词 ἀπολιπόντα 及后续分词作不定式 συμπλέκεσθαι 与 κωμῳδεῖν 的逻辑主语(指亚里士多德)。

  2. 3.147ἄλλως τε τοῦ Παρμενίδου... ἓν εἰπόντος εἶναι τὸ ὄν... ἐδικαίουν

    由 ἄλλως τε 引出的长篇属格绝对结构(τοῦ Παρμενίδου... εἰπόντος)构成了主句 ἐδικαίουν(主语为柏拉图学派哲学家)的原因说明,其间夹杂了关系分句及宾格不定式说明语。

  3. 3.147ταύτην γὰρ ἀπονέμει τῇ μονάδι τὴν προσηγορίαν ἐν ἐκείνοις

    指示代词 ταύτην 指代前文刚提及的“普罗透斯”(Πρωτεύς)这一称谓(προσηγορία)。它解释了毕达哥拉斯将“普罗透斯”赋予单子,而将“混沌”赋予多子。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:174.4-175.11