- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:172.30-174.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚诺驳斥了亚里士多德关于柏拉图主义者仅探讨实体的多而忽视偶性与关系概念的指责,指出在存在的每一等阶与各类偶性中均有特有的单子与多子作为其原因。
" Φαίνεται δὲ... μονάδες." Ζητοῦντες, φησί, πῶς πολλὰ τὸ ὄν, οὐδὲν ἄλλο ἐζήτουν ἢ πῶς οὐσίαι πολλαί * * * ἃ ἅπαντα οὐσίαι κατ’ αὐτούς· ἔδει δέ, φησί, ζητῆσαι καὶ πῶς πολλὰ χρώματα καὶ πῶς χυμοὶ πολλοί· οὐκέτι γὰρ ἂν τὸ μέγα καὶ τὸ μικρὸν ᾐτιάσαντο. ῥητέον οὖν πρὸς αὐτόν, ὅτι πανταχοῦ μὲν ἡ δυὰς αἰτία τοῦ πλήθους (ἡ γὰρ ἀπὸ τοῦ ἑνὸς προάγουσα σὺν ταῖς ἰδίαις διαφοραῖς τὰ πράγματα ἥδε ἐστὶν ἡ ἀρχή), καὶ ἔστι καθ’ ἑκάστην τάξιν τῶν ὄντων ἰδιάζουσα μονὰς καὶ ἡ ταύτῃ συμφυομένη καὶ τὸν ἑαυτῇ πρόσφορον ἀριθμὸν ἀπογεννῶσα δυάς. εἰ δὲ περὶ τῶν οὐσιῶν ἢ τῶν συμβεβηκότων πλείονα λέγουσι, καὶ τῶν νοητῶν ἢ τῶν αἰσθητῶν, θαυμαστὸν οὐδέν· ὅλη γὰρ ὡς εἰπεῖν ἡ διατριβὴ τοῖς ἀνδράσι περὶ τὸ φανερὸν καὶ γνωστὸν καὶ ὡσαύτως ἔχον καὶ νοητὸν ἐγίγνετο, ἐπὶ δὲ τὰς σκιὰς καὶ τὰς ἀποτελευτήσεις τῶν ὄντων ὀλιγάκις ἀπέκλινον.
“显而易见[……]单子。” 他说,他们在探寻存在如何为多时,所探寻的无非是实体如何为多,[……]所有这些在他们看来都是实体;然而他说,他们本应当也探寻颜色如何为多、滋味如何为多;因为那样他们便不会再把大与小归咎为原因了。因此必须对他说:二元在各处都是多的原因(因为这正是将诸事物连同其特有差异从一中引出的本原),并且在存在者的每一等阶中,都存在特有的单子以及与其紧密相连并生成适合自身的数目的多子。倘若他们关于实体所说的多于关于偶性所说的,关于可知觉(知解)者所说的多于关于可感觉者所说的,这也毫不奇怪;因为可以说是那些人的全部精力都放在显明、可知、保持相同且可被知解之物上,而极少偏向存在者的阴影与最末梢的显现。
"Ἀλλὰ μὴν... ἀπόφασις ἐκείνων." Ἐπεσκέψαντο μὲν καὶ τὰ συμβεβηκότα καὶ εἶδον, ὅτι ἀνάλογον εἰσὶ καὶ ἐπὶ τούτων αἱ αὐταὶ ἀρχαί, ἥ τε οἰκεία μονὰς αὐτῶν καὶ ἡ δυάς, ἡ μὲν ταυτότητος ἡ δὲ ἑτερότητος καὶ πλήθους αὐτοῖς αἰτία, καὶ οὔτε κατὰ παρέκβασιν τοῦ ἀληθοῦς αἰτίου οὔτε κατ’ ἄλλην * * τῷ ὄντι καὶ τῷ ἑνὶ τὸ δυοειδὲς αἴτιον συνέταξαν. ἣν δὲ σὺ πρεσβεύεις ἀρχὴν τὴν κατὰ ἀπόφασιν, ὑλική ἐστι·1 τὸ γὰρ οὐκ ἄνθρωπος ὕλη τοῦ ἀνθρώπου. οἱ δὲ καὶ ταύτην ᾔδεσαν ἐν τοῖς τελευταίοις τῶν ὄντων ἀναγκαίαν οὖσαν τὴν ἀρχήν· ἐκάλουν μέντοι οὐκ αἴτιον ἀλλὰ συναίτιον, τὰς δὲ ποιητικὰς αἰτίας ἐν λόγοις ἀπετίθεντο φυσικοῖς καὶ δημιουργικοῖς. ἔστιν οὖν ἐν τῇ φύσει λόγος εἷς πάντων χρωμάτων γεννητικός, καὶ ἄλλος πρώτως μὲν πληρούμενος ἀπὸ τούτου, σὺν αὐτῷ δὲ τὰ πλήθη καὶ τὰς διαφορὰς τῶν χρωμάτων ἀπογεννῶν· καὶ οὗτοί εἰσιν ἡ τῶν χρωμάτων μονὰς καὶ δυάς· τὸ δὲ ἀνάλογον καὶ ἐπὶ τῶν ἄλλων συμβεβηκότων, ὅσα κατὰ λόγους ἐπιτελεῖται φυσικούς.
“然而确实[……]那些东西的否定。” 他们确实也考察了偶性,并看出在这些事物之上按比例也存在同样的本原,即它们固有的单子与多子,前者是它们的同一性的原因,后者是其相异性与多的原因;他们既非由于偏离真正的原因,亦非依从其他[……],而是把双重形式的原因与存在和一相联结。而你所尊奉的依否定的本原,则是质料性的;因为“非人”是人的质料。他们也知道这一本原在存在者的最下端是必需的;然而他们不称其为原因,而称其为协同原因,并把创制性原因置于自然与造物者的理则之中。因此,在自然之中存在着生成所有颜色的单一理则,以及另一个首先由这一个所充满、并与之一同生成颜色的多数与差异的理则;这便是颜色的单子与多子;其余凡依自然理则而成就的偶性,情形亦依此类推。
"Μία τε φύσις... εἶναι." Ἔστι μὲν μία φύσις τῶν ὄντων τὰ πρός τι, δι’ ἣν τάξις ἐστὶ καὶ συμπάθεια καὶ ἁρμονία πᾶσα καὶ συμφωνία κατὰ τὸν κόσμον· οὐ μὴν ἠμέλησαν ἐκεῖνοι τοῦ θεωρῆσαι τὰς ἀρχὰς τῆς φύσεως ταύτης, ἀλλὰ καὶ τὸ ἑνιαῖον αὐτῆς εἶδος καὶ τὸ πλῆθος ᾐτιολόγησαν. αὐτῷ μὲν οὖν θαυμαστὸν εἶναι δοκεῖ, πῶς χρώμενοι πολλοῖς ἀνίσοις ὥσπερ πολλαῖς μονάσιν οὐκ εἶπον, πόθεν ὑφίσταται τὰ πολλὰ ἄνισα, ὥσπερ αἱ πολλαὶ μονάδες· ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν, εἰ2 τὰ εἴδη ἔχων παρ’ αὐτοῖς ἐξυμνημένα καὶ τὰς τῶν εἰδῶν ἀρχὰς ἄλλας αἰτίας ἐπιποθεῖ τοῦ πλήθους τῶν ἀνίσων· ὥσπερ γὰρ τῶν πολλῶν ὁμοίων καὶ ἀνομοίων ἡ αὐτοομοιότης 〈καὶ ἡ αὐτοανομοιότης〉 αἰτία, οὕτω τῶν πολλῶν ἴσων καὶ πολλῶν ἀνίσων ἡ αὐτοϊσότης καὶ ἡ ἐκεῖ ἀνισότης αἰτία. καὶ περὶ τούτων εἴρηται μέν τι καὶ ἐν τῷ Φαίδωνι, εἴρηται δὲ ἐπὶ πλέον ἐν τῷ Παρμενίδῃ. εἰ δὲ καὶ ἐπὶ τὰς ἀρχὰς ἀνίοις τὰς τῶν εἰδῶν, εὕροις ἂν ἔτι πρεσβυτέρας αἰτίας τήν τε μονάδα καὶ τὴν αὐτοδυάδα, ὧν τῇ μὲν ᾠκείωται μᾶλλον ταυτότης ἰσότης ὁμοιότης, τῇ δὲ δυάδι ἑτερότης ἀνισότης ἀνομοιότης.
“且一种自然本性[……]是。” 关系者确实是存在者的一种自然本性,由于它,秩序、交感以及宇宙间的一切调和与和谐才得以存在;那些人绝没有忽视对此种自然本性的本原的考察,而是既说明了它单一的形式的原因,也说明了其多的原因。在他看来似乎很奇怪,他们为何如同使用许多单子那样使用了许多不等者,却没有说明许多不等者究竟从何而来,就像许多单子那样;但令我感到惊异的则是,在他拥有他们所颂扬的形式及形式的本原的情况下,他竟然还希求不等者的多的其他原因;因为正如对于许多相似者与不相似者,自身相似性[与自身不相似性]是原因一样,对于许多相等者与许多不等者,自身相等性与彼处的不等性亦是原因。关于这些,在《斐多篇》中已有论述,在《巴曼尼得斯篇》中则论述得更为详尽。倘若你上升到形式的诸本原,你还会发现更为根本的原因,即单子与自身多子,在它们之中,同一性、相等性与相似性与单子更为亲近,而相异性、不等性与不相似性则与多子更为亲近。
- 3.144ἣν δὲ σὺ πρεσβεύεις ἀρχὴν τὴν κατὰ ἀπόφασιν, ὑλική ἐστι
先行词 ἀρχή 被吸收进关系从句中并成为宾格 ἀρχήν,与关系代词 ἣν 一致(反向吸引)。主句的句法骨架为 ἡ ἀρχὴ ἣν σὺ πρεσβεύεις... ὑλική ἐστι(“你所尊奉的本原……是质料性的”)。
- 3.145ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν, εἰ
类似于常见的 θαυμάζω εἰ 句型,连接词 εἰ 接在表达情感的词组(θαυμάζειν ἔπεισιν)之后,连接直陈式(ἐπιποθεῖ),引导说明引发惊异的事实内容的名词性从句(“令我感到惊异的是,他竟然希求……”)。
