← 叙利亚努斯

亚里士多德《形而上学》注释

§171.21-172.29

依相异性的非存在与对多之根由的辩护

叙利亚努阐明1089a15–26,指出柏拉图学派关于存在者之多的根由不仅在于质料性的非存在,更在于知解层面的相异性,并批评亚里士多德将该学说狭隘化为质料即“虚妄”并用几何学类比加以驳难的做法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.140

" Ἔπειτα... ἐκ ποίου οὖν ὄντος καὶ μὴ ὄντος πολλὰ τὰ ὄντα;" Ὡς μὲν ἐξ εἴδους καὶ στερήσεως οὐδαμῶς· ὅλως γὰρ ἡ στέρησις οὐδὲν τοῖς οὖσι συμβάλλεται καθ’ αὑτό. ἐπειδὴ δὲ πέντε παρ’ αὐτοῖς ὄντων γενῶν ἕν τι τούτων ἐστὶν ἡ ἑτερότης, ἔργον δὲ ταύτης ἕκαστον ποιεῖν ὅπερ μὴ τὰ ἄλλα,1 ἐκ τοῦ κατὰ τὸ θάτερον μὴ ὄντος καὶ ἐκ τῆς οὐσίας πολλὰ τὰ ὄντα· ἡ μὲν γὰρ οὐσία τοῦ εἶναι πᾶσι μεταδίδωσιν, οὐκ οὖσα αὐτῶν ὡς παρ’ ἐνίοις ὑποκείμενον ἀλλ’ ἀρχὴ καὶ πηγή τις τοῦ εἶναι καὶ πᾶσι χορηγοῦσα τοῦτο χωρὶς τοῦ ἑαυτὴν ἐλαττοῦν· ἡ δὲ ἑτερότης διίστησιν οὐ τόπῳ, κατ’ οὐσίαν δὲ τὰ ὄντα, καὶ πληθύει καὶ ποιεῖ μὴ εἶναι θάτερα τοῖς ἑτέροις ταὐτά, σώζειν δὲ ἕκαστα τῆς ἑαυτῶν ἰδιότητος τὴν καθαρότητα καὶ τὴν ἀμιγῆ καὶ ἄχραντον κατάστασιν. εἰ δὲ ὄντα ἀσυνήθως ἡμῖν αὐτοῖς λέγοντες τὰ αἰσθητὰ κατονομάζοιμεν καὶ ζητοίημεν, ἐκ ποίου μὲν ὄντος ποίου δὲ μὴ ὄντος ταῦτα τὴν ὑπόστασιν εἴληφεν, αἰτιάσονται μὲν πάλιν οἱ θεῖοι ἄνδρες τά τε ἄλλα τοῦ ὄντος γένη καὶ τὰ προειρημένα, τὴν οὐσίαν καὶ τὸ θάτερον· ἐκτείνεται γὰρ αὐτῶν ἡ ἐνέργεια καὶ ἡ γονίμη δύναμις ἐπὶ πάντα τὰ ὁπωσοῦν ὄντα. οὐ μὴν ἀλλ’ ἐπειδὴ τὰ τελευταῖα καὶ πλείοσιν αἰτίαις δουλεύει καὶ συνθέσει χρῆται ποικιλωτέρᾳ, ἐξ ὄντος μέν ἐστι τοῦ εἴδους, μὴ ὄντος δὲ τῆς ὕλης. ὡς οὕτω δὲ μόνως αὐτῶν λεγόντων καὶ αὐτὸς Ἀριστοτέλης ἀκούει· γράφει γὰρ ἐφεξῆς τούτοις·

“其次[……]那么究竟从何种存在与非存在中,存在者是多的?” 绝非出于形式与匮乏;因为匮乏就其自身而言完全不对存在者有任何贡献。但在他们那里既然存在五个属,其中之一便是相异性,且它的功用是使每一事物成为其他事物所非之物,因此存在者是从依相异性的非存在中、以及从实体中而成为多的。因为实体将存在分赐给万物,它并非像在某些人那里那样作为它们底层的基质,而是存在的某种本原和源泉,在不减损自身的情况下将这存在提供给万物;而相异性则不是在空间上、而是在实体上分开存在者,并使它们多数化,使这一些不与另一些相同,并使每一事物保持其自身特性的纯洁性以及不相混合且未受染污的安定状态。然而,即便我们一反通常习惯,将可感觉者称作存在者,并探讨它们究竟从何种存在和何种非存在中获得了其存立,那些神圣之人仍会把存在的所有其他属以及前述的实体与相异者指为原因;因为它们的活动力与创生力延伸到以任何方式存在的一切事物之上。不仅如此,既然最下位的事物受奴役于更多的原因,并采用更为繁复的结合,那么[可感觉者]便是出于作为形式的存在,以及出于作为质料的非存在。而亚里士多德本人也是仿佛他们仅作此言而理解他们的;因为他紧接着写道:

§3.141

"Βούλεται... οὐδὲ φθείρεται." Ἐκείνων εἶναι μὲν τὸ μὴ ὂν καὶ ἐν τοῖς νοητοῖς λεγόντων τὸ κατὰ τὴν ἑτερότητα, εἶναι δὲ καὶ ἐν τοῖς αἰσθητοῖς αὐτό τε τοῦτο καὶ τὸ ὑλικόν, καλούντων δὲ τὴν ὕλην2 οὐ μὴ ὂν μόνον ἀλλὰ καὶ ψεῦδος, ὅτι δοκεῖ μὲν εἶναι πάντα, ψεύδεται δὲ καὶ οὔτ’ ἔστιν οὔτε γίγνεται τῶν ὄντων οὐδέν, ὁ θαυμαστὸς Ἀριστοτέλης πρῶτον μὲν ἐρωτήσας αὐτούς, ἐκ ποίου ὄντος καὶ ποίου μὴ ὄντος τὸ πλῆθος ἀπογεννῶσι τῶν οὐσιῶν, ὑπέθετο λέγειν αὐτοὺς τοῦ κατὰ τὴν ὕλην·3 εἶτα λαβὼν παρ’ αὐτῶν, ὅτι ψεῦδος ἐκάλουν τὴν ὕλην ἣν ὑπετίθεσαν τοῖς εἴδεσι, φησὶν αὐτοὺς ἐκ ψεύδους ὑποτιθεμένου τὰ ὄντα ποιεῖν, συλλογιζόμενος οὕτω· τὰ ὄντα ἐκ μὴ ὄντος, τὸ μὴ ὂν ψεῦδος, τὰ ὄντα ἐκ ψεύδους. ἐφ’ οἷς ἐπήγαγε πάνυ κομψῶς, ὅτι μιμεῖσθαι μὲν ἴσως ἐπιχειροῦσι τοὺς γεωμέτρας, οὐ μὴν μιμοῦνται (οὐ γὰρ διισχυρίζονται ἐκεῖνοι ἐκ τῆς γραφείσης μὲν μὴ οὔσης δὲ ποδιαίας ἀναγεγράφθαι τὸ τετράγωνον)· τοῦτο μὲν εὖ λέγων ὅτι μὴ χρῆται δεικνὺς ὁ γεωμέτρης τῷ ψεύδει, παραλείπων δὲ τό τε ὅλον μὴ ὂν παρ’ αὐτοῖς, ὃ διατείνει καὶ ἐπὶ τὴν ἀσώματον οὐσίαν, καὶ τὸ ψεῦδος ὅπως ἐλέγετο παρ’ αὐτοῖς περὶ τῆς ὕλης· οὐ γὰρ ὡς εἰώθαμεν ψευδῆ λόγον λέγειν ἢ ψευδῆ δόξαν τὴν ἀσύμφωνον τοῖς πράγμασιν, οὕτω ψεῦδος ἡ ὕλη παρ’ αὐτοῖς ἐλέγετο, ἀλλὰ διὰ τὴν εἰρημένην αἰτίαν.

“其意图[……]亦不消灭。” 尽管那些人说非存在依相异性而言也存在于可知解者之中,并且在可感觉者之中既有这本身的非存在,也有质料性的非存在,并且他们不仅将质料称为非存在,还称其为虚妄——因为它看似是一切,却在说谎,且在存在者中既不是任何物,也不生成为任何物——那位令人惊奇的亚里士多德却首先向他们发问:他们是从何种存在和何种非存在中生成实体的多的,随后便假定他们是指依质料而言的[非存在]。接着,他又抓住他们把置于形式之下的质料称为虚妄这一点,宣称他们是从假定的虚妄中造出存在者的,从而推论如下:“存在者出于非存在,非存在是虚妄,因此存在者出于虚妄。”对此他又极其巧妙地补充说,他们或许试图模仿几何学家,然而并未模仿(因为几何学家并不坚称正方形是从虽被画出却并非一尺长的线上作出来的)。在几何学家作证明时并不使用虚妄这一点上,他固然说得好,但他却遗漏了在他们那里涵盖无形体实体的整个非存在,也遗漏了在他们那里关于质料的虚妄是如何被述说的。因为在他们那里,质料被称为虚妄,并不是像我们通常把与事实不一致的虚妄言辞或虚妄意见称为虚妄那样,而是出于前述的原因。

§3.142

"Ἀλλ’ ἐπειδὴ... πολλά." Ἐκεῖνοι μέν, φησί, τὸ πλῆθος ἐκ τοῦ μὴ ὄντος ἐποίουν τοῦ ψεύδους, ἐγὼ δὲ ἐκ τοῦ μὴ ὄντος μὲν οὐ τὸ πλῆθος μόνον ἀλλὰ καὶ ἓν ἕκαστον, μὴ ὄντος δὲ ἐνεργείᾳ ἀλλὰ μόνον δυνάμει, διὸ καὶ ψευδῶς ὄντος. ταῦτα δὲ εἰ μὲν 〈ὡς〉 ἐξηγούμενος ἐκείνους ἔλεγε, μέτριος ἂν ἦν· ἐπειδὴ δὲ ὡς ἀντιταττόμενος, ἀκουέτω ὅτι τὸ περὶ τὴν γένεσιν μὴ ὂν ἑρμηνεύεις αὐτῶν,4 τὸ δὲ ὅλον μὴ ὂν παραλείπεις.

“然而既然[……]多。” 他说,那些人是从虚妄的非存在中造出多,但我不仅从非存在中造出多,也造出每一单个事物,而且是从在现实上不存在、仅在潜能上存在,因而也是以虚假方式存在者中造出。倘若他是作为阐释那些人的人而说出这些话,本是适度的;但既然他是作为论敌而说的,那就让他听听:你解释的只是他们关于生成的非存在,却遗漏了整个非存在。

语法注4 条
  1. 3.140ἕκαστον ποιεῖν ὅπερ μὴ τὰ ἄλλα

    在不定式短语中,ἕκαστον 是 ποιεῖν 的直接宾语,关系代词 ὅπερ 引导带有否定词 μή 和主语 τὰ ἄλλα 的表语从句(“其他事物所不是之物”)。整句表达相异性的功用,即使每一事物成为与其他事物互不相同之物。

  2. 3.141Ἐκείνων εἶναι μὲν τὸ μὴ ὂν . . . λεγόντων . . . καλούντων δὲ τὴν ὕλην

    句首的 Ἐκείνων ... λεγόντων ... καλούντων 是一个长大的属格绝对结构,相对于后文主句主语 ὁ θαυμαστὸς Ἀριστοτέλης 起让步状语作用(“尽管那些人说……并称呼……”)。主句骨架随之以 πρῶτον μὲν ἐρωτήσας ... ὑπέθετο ... εἶτα λαβὼν ... φησὶν 展开。

  3. 3.141τοῦ κατὰ τὴν ὕλην

    紧随 λέγειν 的属格短语 τοῦ κατὰ τὴν ὕλην 承前省略了前文间接疑问句 ἐκ ποίου ὄντος καὶ ποίου μὴ ὄντος 中的介词 ἐκ 与 μὴ ὄντος。整句意指“假定他们是指依质料而言的[非存在]”。

  4. 3.142ἀκουέτω ὅτι τὸ περὶ τὴν γένεσιν μὴ ὂν ἑρμηνεύεις αὐτῶν

    在主句动词 ἀκουέτω(第三人称单数命令式“让他听着”)之后,ὅτι 从句中的动词突然转变为第二人称单数 ἑρμηνεύεις(“你解释”)。这体现了从谈论亚里士多德的第三人称叙述直接切入向他当面呼告(apostrophe)的反驳句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:171.21-172.29