← 叙利亚努斯

亚里士多德《形而上学》注释

§170.17-171.20

作为多的原因的二元性与实体性非存在

叙利亚诺为将二元性定名为多的原因进行辩护,并援引《智者篇》反驳亚里士多德对柏拉图的批评。他指出即使诉诸十个范畴也无法摆脱相异性与非存在,并论证若承认多,就必然需要确立实体性的非存在以回应巴门尼德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.137

" Εἰσὶ δέ τινες... τὸν μαθηματικόν." Οὐ δυσχεραίνοντες τὸ τοιοῦτον ἄνισον οὐδὲ δεδιότες τὰ θαυμαστὰ τῶν διαλεκτικῶν ἐπιχειρήματα δυάδα λέγειν ἐδοκίμαζον τὸ τοῦ πλήθους αἴτιον· ἀλλ’ ἐπειδὴ τὴν συγγένειαν αὐτῆς ἠβούλοντο δηλοῦν τὴν πρὸς τὴν σεμνοτέραν ἀρχήν, ἴσον μὲν ἐκείνην ὀνομάζοντες ἄνισον ταύτην ἐκάλουν, ἓν δὲ προσαγορεύσαντες αὐτὴν ἢ μονάδα ταύτην δυάδα λέγειν ἠξίουν· δι’ ἃς δὲ αἰτίας, εἴπομεν πολλάκις, καὶ ὅτι ἄλλαι μὲν αἱ τὸν εἰδητικὸν ἀριθμόν, ἄλλαι δὲ αἱ τὸν μαθηματικὸν συνιστᾶσαι πολλῷ μὲν ὑφειμέναι, ἀνάλογον δὲ [ἐν] ἐκείναις οὖσαι.

“而有些人[……]数学数。” 并非因对这种不平等感到不悦,亦非因畏惧辩证家们那些惊人的反驳论证,他们才赞同将多的原因称为二元性(二者);相反,是因为他们意图表明它与更为尊贵的本原的亲缘关系,才在称呼那〔本原〕为相等的同时将此者称为不平等,并在称呼那本原为一或单子之后,认为理当将此者称为二元性。至于出自何种原因,我们已多次陈述,且构成形式数的本原与构成数学数的本原各不相同,后者远为低劣,却与前者成比例(相类比)。

§3.138

"Πολλὰ μὲν... εἰ πολλά ἐστι." “Ὦ πόποι, ἦ ῥ’ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπες,”1 εἰ Πλάτων εὐήθως ἠπόρησε, καὶ μάλιστα τὰς ἐν τῷ Σοφιστῇ μετιὼν ὑποθέσεις. ἔπειτα τί κοινὸν ἔχει τὸ μὴ ὄν, 〈ὃ ἡ〉 θατέρου φύσις κατακερματισθεῖσα παρῆγεν αὐτῷ; αἱ δὲ ἀρχαὶ πρὸ τῶν γενῶν εἰσι τοῦ ὄντος, ἥ τε τῆς μονάδος καὶ ἡ τῆς ἀορίστου δυάδος.

“许多[原因……]如果事物是多的。” 倘若柏拉图果真幼稚地陷入困惑——尤其是在探究《智者篇》中的诸假说时——那么“咄!你虽英勇,却说出了狂妄的言辞!”此外,相异者的本性在被碎裂后为他所产生的非存在,与此究竟有何共同之处?单子的本原与不定二元性的本原原是先于存在的诸属的。

§3.139

"Καίτοι... τὸ δὲ ποῦ." Μάλιστα μὲν περὶ ἄλλων ὄντων οἱ λόγοι γίγνονται παρὰ τῷ Πλάτωνι· εἰ δ’ ἄρα καὶ ταῦτα τὰ δέκα γένη παραφέρειν ἐθέλεις ὡς δυνάμενος ἄνευ τοῦ μὴ ὄντος δεῖξαι πλῆθος ἐν τοῖς οὖσιν, ἄκουε πάλιν ὅτι μὴ οὔσης μὲν ἑτερότητος οὐδ’ ἂν δέκα εἴη γένη οὐδ’ ἂν δύο οὐδ’ ἂν ἄλλο τι παρὰ τὸ ἓν ἀριθμῷ· οὔσης δὲ ἑτερότητος ἔστι καὶ τὸ μὴ ὄν· ἕκαστον γὰρ τῶν δέκα γενῶν εἴπερ ἕτερόν ἐστι τῶν ἄλλων, μοναχῶς μὲν ἔστιν,2 ἐναχῶς δὲ οὐκ ἔστιν· ὥστε μᾶλλον οὐκ ἔστιν ἤπερ ἔστι, κἂν αὐτὴν εἴπῃς τὴν οὐσίαν· οὐσία γὰρ ὑπάρχουσα ποιότης οὐκ ἔστιν οὐδὲ ποσότης οὐδὲ πάθος οὐδ’ ἐνέργεια. σύνθες τοίνυν αὐτὸ καὶ τὴν ἀνάγκην εὑρήσεις τοῦ δόγματος· εἰ πολλὰ τὰ ὄντα, ἔστιν ἑτερότης· εἰ ἔστιν ἑτερότης, ἔστι τὸ μὴ ὄν· εἰ πολλὰ τὰ ὄντα, ἔστι τὸ μὴ ὄν. οὐκ ἄρα ἦν ἄλλως στῆναι πρὸς τὸ φαινόμενον τοῦ Παρμενιδείου λόγου οὐδὲ προσέμενον τὸ πλῆθος μὴ οὐχὶ καὶ τὸ μὴ ὂν συνεισενεγκεῖν.3 καὶ οὐ διὰ τοῦτο μάχεται Πλάτων τῷ Παρμενίδῃ κατά γε τὸ ἀληθέστατον, ἀλλ’ εἰσὶν ἄμφω μὲν ἀληθεῖς οἱ λόγοι, σαφέστερος δὲ ὁ τοῦ Πλάτωνος· ἐκεῖνός τε γὰρ περὶ τοῦ νοητοῦ μόνου διαλεγόμενος καὶ κατὰ τὴν ἕνωσιν αὐτὸ μετιὼν καὶ τὴν ἐν αὐτῷ δυναστεύουσαν ταυτότητα καὶ τὴν Ἐμπεδόκλειον φιλίαν, ἓν εἶναι τὸ ὂν ἀπεφήνατο· Πλάτων δὲ εἰδὼς πρῶτον μὲν ὅτι ἔστι πως καὶ τὸ αἰσθητόν, ἕτερον ὂν τοῦ ὄντως ὄντος καὶ διὰ τοῦτο μὴ ὂν μᾶλλον ἢ ὂν προσαγορεύεσθαι δίκαιον, ἔστι δὲ καὶ αὐτὸ τὸ νοητὸν οὐχ ἧττον πλῆθος ἢ ἕν, τήν τε θατέρου φύσιν εἰσήγαγεν εἰς τὰ ὄντα καὶ ταύτῃ τὸ οὐσιῶδες μὴ ὂν παρεπόμενον ἔδειξεν, ὡς ἐν τῷ Σοφιστῇ διὰ πολλῶν ἐπιχειρημάτων καὶ οὐκ ἀνεχεγγύων κατεσκεύασται.

“然而[……]有的在某处。” 首先,在柏拉图那里,论述主要是关于其他的存在者。然而,纵使你意欲把这十个范畴(属)也搬出来,以为无需非存在便能显明存在者之中的多,那么且再听一言:若不存在相异性,便既不会有十个范畴,也不会有两个,更不会有在数目上除了一之外的任何其他事物;而既然存在相异性,非存在也就存在。因为这十个范畴中的每一个,若果真与其余各者相异,则它在单一方式上存在,但在九种方式上不存在;因此它宁可说是不存在而非存在,哪怕你谈论的是实体本身;因为作为实体而存立者,既非性质,亦非数量,非受动,亦非活动。那么,请把这一论证组合起来,你就会发现该学说的必然性:如果存在者是多的,则存在相异性;如果存在相异性,则存在非存在;因此,如果存在者是多的,则存在非存在。由此可见,根本不可能以别的方式抵御巴门尼德论证的表象之力,也不可能在接纳了多的同时却不同时引入非存在。至少就最真实的实情而言,柏拉图并未因此而与巴门尼德冲突交锋;相反,两者的言说皆是真实的,但柏拉图的言说更为清晰。因为前者仅探讨知解者,按照统一、其中居统治地位的同一性以及恩培多克勒式的友爱来把握它,从而断言存在者是一;而柏拉图首先知晓可感觉者在某种意义上亦存在,且它有别于真正实在者,因此理当被称为非存在而非存在,并且知晓知解者本身同样不亚于一而乃是多,因而将相异者的本性引入存在者之中,并显明了实体性的非存在伴随于此,正如在《智者篇》中通过众多且非不可靠的论证所确立的那样。

语法注3 条
  1. 3.138Ὦ πόποι, ἦ ῥ’ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπες

    引自荷马史诗(《伊利亚特》第15卷第185行)。紧随其后的 εἰ Πλάτων εὐήθως ἠπόρησε 构成条件从句,整句意为“倘若你竟称柏拉图幼稚地陷入困惑,那么[亚里士多德啊,]你真是说出了狂妄的言辞”,以此表达强烈的慨叹与驳斥。

  2. 3.139μοναχῶς μὲν ἔστιν, ἐναχῶς δὲ οὐκ ἔστιν

    数副词的呼应构式,揭示了一种逻辑上的对比:十个范畴中的每一个作为其自身乃是“在单一方式上存在”,但就相对于其余九个范畴而言,因其不是它们中的任何一个,故“在九种方式上不存在”。

  3. 3.139οὐκ ἄρα ἦν ἄλλως στῆναι πρὸς τὸ φαινόμενον τοῦ Παρμενιδείου λόγου οὐδὲ προσέμενον τὸ πλῆθος μὴ οὐχὶ καὶ τὸ μὴ ὂν συνεισενεγκεῖν

    在主句的非人称否定结构 οὐκ ἦν ἄλλως(“别无可能”)之后,由伴随分词 προσέμενον(“既然接纳了多”)所引导的不定词短语带有 μὴ οὐχί,构成双重否定结构,表达了必然的推论:“既然接纳了多,便不可能不同时引入非存在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:170.17-171.20