- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:169.1-170.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努驳斥了亚里士多德将一、相等与不平等归为偶性或关系的看法,阐明它们是超越性的原因与纯粹实体,进而指出形式绝非由质料元素复合而成,并深入考察了永恒实体究竟是“现实”(主格)还是“在现实中”(与格)这一命题。
" Οἱ δὲ... μόνον κατηγορεῖται." Τὸ ἓν καὶ τὸ ἴσον ἐπὶ τῆς πατρικωτέρας ἀρχῆς παραλαμβανόμενον οὔτε πρός τι ἐστὶν οὔθ’ ὅλως συμβεβηκός, ἀλλ’, εἰ χρὴ τἀληθῆ φάναι, πρᾶγμα ὑπερούσιον ἑνώσεως καὶ ἰσότητος τοῖς πᾶσιν αἴτιον, τό τε μόνιμον καὶ τὸ βέβαιον καὶ τὸ ἀκλινὲς καὶ τὸ ἄχραντον τοῖς πᾶσιν ἐπιλάμπον· ὥσπερ καὶ τὸ ἄνισον, ὃ ποτὲ μὲν εἰς μέγα καὶ μικρὸν οὗτος διαιρεῖ, ποτὲ δὲ εἰς πολὺ καὶ ὀλίγον, ἔστι δὲ ὅτε εἰς ὑπερέχον καὶ ὑπερεχόμενον, ὅταν ἐπὶ τῆς πρώτης δυάδος παραλαμβάνηται, συμβολικῶς μὲν τὴν αὐξητικὴν αἰτίαν τῶν ὅλων ἐνδείκνυται, κρεῖττον δὲ οὐχ ὅτι μόνων συμβεβηκότων ἀλλὰ καὶ τῶν ἐξ αὐτῆς ἀπογεννωμένων οὐσιῶν καθέστηκε.1 παγγέλοιον οὖν ἐπὶ τὰ συνηθέστερα τοῖς πολλοῖς σημαινόμενα τῶν ὀνομάτων φερόμενον οὕτως εὐθύνειν τὰ τῶν πρεσβυτέρων δόγματα. ἡμεῖς δὲ οὐχ ὅτι μὴ ποιοῦσι συμβεβηκὸς πρὸ οὐσίας μόνον διισχυριζόμεθα, ἀλλ’ ὅτι μηδὲ δευτέραν ἢ πολλοστὴν ἀπονέμουσι τάξιν ἐν ταῖς ἀρχαῖς καὶ τοῖς θείοις εἴδεσι τῷ συμβεβηκότι· ὅλως γὰρ οὐδὲν τοῖς ἀκινήτοις συμβέβηκε κατ’ αὐτούς, ἀλλὰ καὶ ἡ αὐτοϊσότης ἐκεῖ καὶ ἡ αὐτοεπιστήμη· ταὐτότης τοίνυν, ὁμοιότης, ἑτερότης, πάντα ταῦτα οὐσίαι καὶ ἑαυτῶν καὶ οὐχ ἑτέρων· τοιαῦτα γὰρ πολλαχοῦ μέν, ἀτὰρ δὴ καὶ ἐν Φαίδρῳ τοῦ θείου Πλάτωνος ἀναγράψαντος ἀκηκόαμεν· “καθορᾷ μὲν αὐτὴν [τὴν] δικαιοσύνην, καθορᾷ δὲ σωφροσύνην, καθορᾷ δὲ ἐπιστήμην, οὐχ ᾗ γένεσις πρόσεστιν, οὐδ’ ἥ ἐστί που ἑτέρα ἐν ἑτέρῳ οὖσα ὧν νῦν ἡμεῖς ὄντων καλοῦμεν, ἀλλὰ τὴν ἐν τῷ ὅ ἐστιν ὂν ὄντως ἐπιστήμην οὖσαν”. διὸ καὶ αὐτὸ ἕκαστον τῶν ἐκεῖ καλεῖν εἴωθεν, ὃ κατά τινας τῶν ἀκριβεστέρων καὶ τοῦ ἑαυτοῦ καὶ μὴ ἄλλου εἶναι κρεῖττόν ἐστιν·2 ὥστε κἂν αἴτιον ᾖ, τὸ δὲ αἰτιατόν, οὐ συμβεβηκότως ἐκεῖ τοῦτο, κατ’ οὐσίαν δέ. καὶ καθάπαξ περὶ πασῶν τῶν ὡσανεὶ σχέσεων ὁ αὐτὸς λόγος· ὥστε τὰ μὲν ὑπερούσια τῶν ἐκεῖ τὰ δ’ οὐσίαι, συμβεβηκὸς δὲ εἰ ἄρα περὶ τὴν ἐν γενέσει ψυχὴν καὶ αὐτὴν τὴν γένεσιν. ταῦτα μὲν οὖν πρὸς πᾶσαν αὐτοῦ τὴν ἐπιχείρησιν εἰρήσθω. κατηγορεῖν δὲ ἢ τῆς ἐκεῖ δυάδος τὸ ὀλίγον ἢ τῆς δεκάδος τὸ πολὺ οὐδενὶ τό γε ἡμέτερον ἐπιτρέψει· ὁ γὰρ μοναδικός ἐστιν ἀριθμός, ᾧ ταῦτα συμβαίνειν ἢ ἄλλως ὑπάρχειν δύναται.
“而那些……仅被述说。” 一与相等,若在更属父性的本原上被领会,既非关系者,也根本不是偶性;相反,若当道出实情,它乃是超实体的实事,是万物统一与平等的根由,向万物普照其恒定、坚固、不偏斜与无玷污;正如不平等——此人时而将其划分为大与小,时而划分为多与少,有时又划分为超出者与被超出者——每当在第一二元性(二者)上被领会时,它象征性地指示了全体的增盛原因,并且不仅超越了单纯的偶性,甚至确立在由其所生成之诸实体之上。因此,顺从多数人所惯用的名称涵义来这般检审先哲的学说,实属极其可笑。而我们不仅坚称他们绝未将偶性置于实体之先,更断言他们在诸本原与神圣形式之中,未曾将第二位或任何末流位阶赋予偶性;因为依他们之见,不动者完全没有任何偶性附贴其上,反而均等自身与知识自身就居于彼处。因此,同一性、相似性、相异性,这一切全都是实体,属于自身而非从属于它物。因为我们在许多地方,尤其是在神圣柏拉图所著的《斐德罗篇》中已听闻了这等记载:“它观照正义自身,观照节制,观照知识——不是那伴随着生成的知识,也不是那在现今我们称之为存在者的他物之中因而有异的知识,而是在那真正实在者之中的知识。”因此,他也惯常将彼处的每一者称为“自身”,依某些更为严谨之士所言,这甚至胜过“属于自身而不属于他者”;所以即使一者为原因而另一者为结果,在彼处也绝非出于偶性,而是出于实体。概而言之,关于一切所谓的关联态,同一说法均可成立;从而彼处之物,部分是超实体,部分是实体;而偶性——若果真存在的话——则仅关涉处于生成中的灵魂与生成本身。那么,针对他的全盘反驳,便先作此论。然而,若要把“少”述说于彼处的二元性,或把“多”述说于十者,至少按我们的立场绝不容许任何人如此行事;因为唯有单子数,这些性质才可能偶然降临或以其他方式归属于它。
"Ἁπλῶς δὲ δεῖ... ἐνυπαρχόντων." Καὶ πρὶν αὐτὸς ἐπιστήσῃ τούτῳ, προείπομεν ἡμεῖς, μᾶλλον δὲ οὐχ ἡμεῖς ἀλλ’ οἱ πρεσβύτατοι καὶ ἄριστοι τῶν φιλοσοφησάντων, ὅτι ἐξ ὑλικῶν στοιχείων ἢ ὅλως ἐκ στοιχείων, ἃ οὕτω λέγεται στοιχεῖα ὡς εἰς σύστασιν ἑτέρου παραλαμβανόμενα, τὰ θεῖα εἴδη οὐχ ὑφέστηκε· τὸ μὲν γὰρ ἐξ ὑλικῶν συνεστὸς στοιχείων γενητόν ἐστι καὶ φθαρτόν, τὸ δὲ ἐξ ἀύλων εἰ καὶ ἀγένητον ἀλλ’ οὖν σύνθετον· ἁπλᾶ δὲ χρὴ καὶ ἀγένητα εἶναι τὰ θεῖα εἴδη, καὶ μήτε 〈κατὰ〉 ψυχὴν τετάχθαι μήτε πολλῷ πλέον κατὰ τουτονὶ τὸν κόσμον συντεθεῖσθαι. οὐδὲν οὖν ἡμᾶς ἀναδραμεῖν εἰς τὸ πρῶτον δεῖ τῆς περὶ οὐρανοῦ πραγματείας, οὗ δέδεικται τὸ γενητὸν καὶ ὅλως τὸ μὴ εἶναι ἐνδεχόμενον φθαρτὸν καὶ οὐκ ἀίδιον· ἀλλ’ αὐτόθεν αὐτῷ συγχωρήσαντες εἰ καὶ μὴ πάντα τὰ καθ’ ἕκαστα, ἀλλ’ οὖν τὸ συμπέρασμα καλῶς ἔχειν, στοιχεῖά φαμεν ὑπὸ τῶν παλαιῶν καλεῖσθαι τὰ γεννητικὰ τῶν ὅλων αἴτια. πολλῶν δὲ εἰρημένων ἐν τούτοις ἀξίων ἐπιστάσεως, ἐκείνῳ μάλιστα προσεκτέον τῷ λήμματι, ἐν ᾧ φησιν ὡς οὐδεμία ἐστὶν ἀΐδιος οὐσία ἂν μὴ ᾖ ἐνεργείᾳ. εἰ μὲν γὰρ κατὰ δοτικὴν ἀναγνοίημεν ἐνεργείᾳ, ἔσται μὲν καὶ νῦν κατ’ αὐτὸν ὁ αἰθὴρ ἀίδιος, οὐ συνᾴδει δὲ τῇ κατασκευῇ τὸ λῆμμα· οὐδὲν γὰρ κωλύει καὶ τὸ ἐκ στοιχείων καὶ ὕλης συνεστὸς ἐνεργείᾳ εἶναι. εἰ δὲ κατ’ εὐθεῖαν πτῶσιν ἐνέργεια,3 κινδυνεύσει νῦν τὸ οὐράνιον οὐκ ἀίδιον λέγειν, καὶ εἰ τὸν ἀεὶ χρόνον ὑφέστηκεν· οὐ γὰρ ἀεὶ τὸ ἀίδιον καὶ εἶδος εὐθὺς γνωστόν.
“一般而言必须……由内在于其中的元素构成。” 在他本人着手于此之前,我们——更确切地说不是我们,而是行哲学思考者中最古老且最卓越的人们——便已预先指出:神圣形式绝非由质料元素建立,也根本不由那些因被纳入他物的组成而被这般称为元素的元素建立。因为由质料元素构成者既是生成的也是可灭的;而由非质料元素构成者,纵使是未生的,却仍旧是复合的;但神圣形式必须是单纯且未生的,既不被列入灵魂的等次,更远不按照这个世界的方式结合而成。因此我们全然无需回溯到《论天》第一卷——那里已证明了凡生成的以及凡有可能不存在者皆是可灭而非永恒的;反之,即便并非同意其每一具体细节,我们当下即可承认其结论是正确的,并主张古人所称的元素乃是全体的生成因。在这些论述中有许多值得注意之处,而尤其应当留心那个前提命题,其中他声称:除非现实地存在,否则没有任何实体是永恒的。因为如果我们按照与格将其读作“在现实中”,那么照他看来以太如今固然仍是永恒的,但该前提却与论证的建构不相协调;因为由元素和质料构成之物,完全不妨碍其处于现实之中。但若按照主格将其读作“现实”,那么他如今将冒着声称天体并非永恒的危险,即便天体存立于整个永恒的时间之中;因为永恒者并不必然立刻就是形式,且立刻就是可知者。
- 3.135οὐχ ὅτι μόνων συμβεβηκότων ἀλλὰ καὶ τῶν ἐξ αὐτῆς ἀπογεννωμένων οὐσιῶν καθέστηκε
短语 οὐχ ὅτι 与后文的 ἀλλὰ καί 相应,构成习惯句式“不仅……而且……”。此处搭配 μόνων,引出由比较级 κρεῖττον 所支配的比较属格,意为“不仅超越了单纯的偶性,甚至[超越]由其所生成之诸实体”。
- 3.135ὃ κατά τινας τῶν ἀκριβεστέρων καὶ τοῦ ἑαυτοῦ καὶ μὴ ἄλλου εἶναι κρεῖττόν ἐστιν
关系代词 ὃ 的先行词是前句中称呼各物为 αὐτὸ ἕκαστον(自身)这一称号及其所指内涵。带冠词的不定词短语 τοῦ ἑαυτοῦ καὶ μὴ ἄλλου εἶναι 作比较级 κρεῖττον 的比较属格,表明该地位甚至超越了“属于自身而不属于他者之存在”。
- 3.136εἰ μὲν γὰρ κατὰ δοτικὴν ἀναγνοίημεν ἐνεργείᾳ . . . εἰ δὲ κατ’ εὐθεῖαν πτῶσιν ἐνέργεια
该句式探讨了亚里士多德文本在语法格上的两种读法抉择。前者 κατὰ δοτικὴν ... ἐνεργείᾳ 指按与格解读为“在现实中 / 处于现实活动中”(作状语),后者 κατ’ εὐθεῖαν πτῶσιν ἐνέργεια 指按主格解读为“现实”(作表语实体),分别指出了这两种读法在论证结构上带来的困境。
