← 叙利亚努斯

亚里士多德《形而上学》注释

§17.19-18.37

动力因的认识与论证诸公理的学科

叙利亚努确认了认识动力因的必要性,并辨析了关于认识诸原因的文本异读(归谬法还是直接推论)。随后他进入第二个疑难,即存在的本原与论证的本原(公理)是否属于同一门学问,讨论了矛盾律与排中律的适用范围,并指出第一哲学家当考察自然学与数学的诸条公理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20

" Περὶ... τῷ τέλει." Ἀναγκαιοτάτη διὰ τούτων ἡ τῆς ποιητικῆς αἰτίας γνῶσις ἐν τοῖς πρακτοῖς καὶ ὅλως τοῖς κινητοῖς ἀποδείκνυται· ὁ γὰρ τὴν ἀρχὴν ἀγνοῶν τὴν κινήσασαν οὐδ’ ἂν τὸ εἶδος οὐδ’ ἂν τὸ τέλος εἰδείη τοῦ πράγματος. ἀμέλει πολλάκις ἤρκεσεν ἡμῖν γνῶναι ὅτι Σωκράτους πρᾶξις ἢ Πυθαγόρου, πρὸς τὸ πεισθῆναι ὅτι καλὴ καὶ ἔμφρων καὶ λυσιτελής.

“关于……终极目的。” 通过这些,动力因的知识被证明在实践事务中以及在一切运动的事物中是最不可或缺的;因为不知晓引发运动的本原的人,既不可能知晓事物的形式,也不可能知晓其终极目的。事实上,单单知晓某一行动出自苏格拉底或毕达哥拉斯,就往往足以让我们信服它是高尚的、明智的且有益的。

§1.21

"Ὥστε ἄλλης ἂν... ἕκαστον." Ἐὰν οὕτω γράφηται, ὡς εἰς ἄτοπον ἀπάγοντος αὐτοῦ τὸν λόγον ἀκουσόμεθα, ὡς εἰ ἔλεγεν· ὥστε ἄλλης1 καὶ ἄλλης δόξειεν ἂν εἶναι σοφίας ἕκαστον εἰδέναι τῶν αἰτίων· ὃ ταὐτὸν τῷ· ὥστε πολλαὶ σοφίαι, εἰ μὴ μία τὰ πάντα αἴτια γιγνώσκει. ἐὰν δὲ οὐκ ἄλλης, ὡς ἐγκρίνει μᾶλλον Ἀλέξανδρος, ὡς ἀπὸ κοινοῦ ἀκουσόμεθα κατ’ εὐθεῖαν αὐτοῦ συλλογιζομένου, ὡς εἰ ἔλεγεν· ὥστε ἐπειδὴ ἡ τὸ αἴτιον εἰδυῖα σοφία, οὐκ ἄλλης καὶ ἄλλης ἐπιστήμης ἐστὶ τὸ θεωρεῖν τὰ αἴτια, ἀλλὰ μιᾶς.

“因此将属于另一门……每一个。” 如果这样书写,我们将理解为他是把论证引向荒谬,仿佛他在说:“因此,认识每一个原因似乎将属于不同的智慧”;这等同于说:“因此存在多种智慧,除非唯有一门智慧认识所有原因。” 但如果像亚历山大所更认可的那样书写为“不属于另一门”,我们将理解为他从共同的前提进行直接推论,仿佛他在说:“因此,既然智慧是知晓原因的学问,那么观照诸原因就不属于不同的学问,而是属于同一门。”

§1.22

"Ἀλλὰ... ἀμφισβητήσιμόν ἐστιν." Ἀπορήσας περὶ τῶν αἰτίων τοῦ ὄντος, εἰ μιᾶς ἐστιν ἐπιστήμης ἡ πάντων αὐτῶν γνῶσις ἢ ἑτέρας καὶ ἑτέρας, νυνὶ κατὰ τὴν ἔκθεσιν τῶν προβλημάτων τέως προϊὼν ζητεῖ δεύτερον, εἰ τῆς αὐτῆς καὶ τὰς ἀρχὰς τοῦ ὄντος καὶ τὰς τῶν ἀποδείξεων ἀρχὰς ἐπίστασθαι, ἢ ἄλλης μὲν ταύτας ἄλλης δὲ ἐκείνας· καὶ ἐπιχειρήσει εἰς ἑκάτερον. ἡμεῖς δὲ ὅτι μὲν τῆς αὐτῆς, προείπομεν, τοῖς δὲ τὸ ἀντικείμενον κατασκευάζουσι λόγοις νυνὶ προσφέρειν τὸν ἔλεγχον πειρασόμεθα κατὰ τὴν ἀπ’ ἀρχῆς προαίρεσιν. λέγω... νῦν. ἐν τούτοις καὶ ἐξηγεῖται, τίνες εἰσὶν αἱ ἀποδεικτικαὶ ἀρχαί, καὶ τὸ πρόβλημα σαφέστερον ὁρίζει καὶ ὑποδιαιρεῖ θάτερον τῶν ἀντιδιῃρημένων, ὡς ἄλλο φανῆναι πρόβλημα κατὰ τὴν ὑποδιαίρεσιν. ἀποδεικτικὰς μὲν οὖν ἀρχὰς τὰς κοινὰς ἐννοίας ἀποφαίνεται εἶναι, οὔτι γε καθὸ διατιθέασιν ἡμᾶς ἢ ἐπὶ πράξεις κινοῦσι (πάντα γὰρ τοῦ τέλους ἑαυτῶν ἐφίεται κατά τινα κοινὴν ἔννοιαν, οὗ δὴ καὶ ἀτυχοῦντες ἄνθρωποι καὶ δι’ ἑαυτῶν κρατῆσαι μὴ δυνάμενοι καταφεύγουσιν ἐπὶ τὸ θεῖον), ὑφ’ ὧν κινούμενοι καί, ὡς αὐτὸς λέγει, τοῦ εἰδέναι ὀρέγονται φύσει (ταύτῃ μὲν οὖν οὐκ ἂν εἶεν ἀποδεικτικαὶ ἀρχαί), ἀλλὰ καθ’ ὅσον εἰς τὰς ἀποδείξεις αὐταῖς χρώμεθα,2 προσαγορεύοντες μὲν ἀξιώματα διὰ τὸ παρὰ πᾶσιν οὕτως ὑπειλῆφθαι, γνῶσιν δὲ τῶν ἀποδεικνυμένων ἐναργεστέραν αὐτῶν ἔχοντες· ὧν μία ἐστὶ καὶ ἡ περὶ τῆς ἀντιφάσεως· δύο δὲ παρὰ τοῖς πρεσβυτέροις ἀξιουμένων περὶ αὐτῆς, ἑνὸς μὲν τοῦ ὅτι αὐτὴν οὐδὲν διαφεύγει, ἀλλὰ πᾶν ἀνάγκη 〈ἢ〉 καταφατικῶς δηλοῦσθαι ἢ ἀποφατικῶς, ὡς ἐπὶ μηδενὸς ἀποτυγχάνειν ἀμφοτέρας τὰς προτάσεις, ἀλλ’ εἶναι ἀληθῆ τὴν ἑτέραν· ἑτέρου δὲ τοῦ ὅτι ἀδύνατον ἅμα αὐτὰς ἀληθεύειν, χρῆται μὲν αὐτὸς νῦν ἀμφοτέροις. ἡμεῖς δὲ τοσοῦτον ἐπισημαινόμεθα, ὅτι τὸ μὲν δεύτερον καὶ ἁπλῶς ἀληθές, τὸ δὲ πρότερον μετὰ προσδιορισμοῦ· ἐπὶ γὰρ τῶν ὄντων καὶ ἐπιστήμῃ ληπτῶν ἅπαν ἀνάγκη φάναι ἢ ἀποφάναι· ἐπεὶ ἐάν τι ὑπερούσιον ᾖ καὶ μήτε ὄνομα ἔχῃ μήτε ἐπιστήμην μήθ’ ὅλως ῥητὸν ᾖ, πῶς ἀνάγκη τοῦτο τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν δέξασθαι, ἐφ’ οὗ πᾶς λόγος ψευδής;3 ἀλλὰ ταῦτα μὲν ἑτέρας ἂν εἴη σχολῆς βαθύτερον ἐρευνᾶν· καὶ γὰρ ἄλλας ἐνστάσεις ἔχει παρὰ τοῖς μὴ ἀνοήτως αὐτῷ χρωμένοις τοῦτο τὸ ἀξίωμα. νυνὶ δὲ εἰπόντος τοῦ Ἀριστοτέλους· καὶ ὅσαι ἄλλαι τοιαῦται προτάσεις, ὑποβαλοῦμεν τῷ λόγῳ τήν τε λέγουσαν πᾶν τὸ ἐφετὸν ἀγαθόν, καὶ τὴν μηδὲν μάτην ποιεῖν τὴν φύσιν μηδὲ πολλῷ πλέον τὸν θεόν, μηδεμίαν οὐσίαν ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι μηδὲ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν ἀπόλλυσθαι, πᾶν τὸ κινούμενον περί τι ἑστὼς κινεῖσθαι· ἔτι δὲ τά τε τῶν γεωμετρῶν καὶ τὰ τῶν ἀριθμητικῶν καὶ τὰ τῶν ἄλλων ἐπιστημῶν ἀξιώματα, περὶ ὧν ἁπάντων οὐχ ἕτερός τις, ἀλλ’ ὁ τὰ αἴτια εἰδὼς ἐπισκέπτεται. εἰ γὰρ ἕτερος, τοῦτο δὴ τὸ τοῦ Ἀριστοτέλους ἀνάγκη λοιπὸν ἀπορεῖν, πότερος αὐτῶν ἐστιν ὁ νῦν ζητούμενος σοφός.

“但是……是有争议的。” 在对存在的诸原因提出了究竟对它们全部的知识是属于一门学问还是属于不同的学问这一疑难之后,现在按照问题的陈述继续进行,他暂且探讨第二个问题:知晓存在的本原与知晓论证的本原是属于同一门学问,还是前者属于一门而后者属于另一门;并且他将针对双方进行论述。我们此前已经说过它们属于同一门学问,但现在我们将按照最初的意图,尝试对确立相反观点的论证进行反驳。〔他说:〕“我说的是……现在。” 在这些文句中,他既解释了论证本原是什么,更清晰地界定了该问题,又对对立项中的一方进行了细分,从而使得通过该细分显现出另一个问题。于是,他表明论证的本原就是共同概念,但这绝非就它们使我们产生倾向或促使我们行动而言(因为一切事物都依据某种共同概念追求自身的终极目的,人们未能达到该目的且无法凭自身掌握时,便求助于神圣之物),人们受其驱动,正如他自己所言,在本性上渴望求知(由此而言,它们并不算论证本原);而是就我们在论证中使用它们而言,因其受到所有人如此认定而被称为公理,并且比起被论证的事物,我们对它们拥有更明晰的认知。其中的一条就是关于矛盾的公理。在古人那里,关于它确立了两点:其一是没有任何事物能逃脱它,一切都必然要么被肯定性地表明要么被否定性地表明,以至于在任何情况下两个命题都不会同时落空,而是其中之一为真;其二是它们不可能同时为真。他本人现在对两者都加以运用。但我们仅指出这一点:第二点是绝对为真的,而第一点则须附加限定;因为在存在者以及可通过科学知识把握的事物上,必然对一切进行肯定或否定;但若有某种超越实体的存在,既无名称又无可知的科学知识、且根本不可言说,对于关于它的一切言辞皆为伪的存在,它又怎会必然接受肯定或否定呢?不过更深入地考察这些当属于另一闲暇之时;因为在那些并非不假思索地运用它的人那里,这条公理还面临着其他异议。但现在既然亚里士多德说“以及所有其他这样的命题”,我们将在论证中提出如下命题:即主张“凡所追求之物皆为善”的命题,“自然不做徒劳之事,神更远非如此”的命题,“任何实体都不从非存在生成,亦不毁灭为绝不存在之物”的命题,以及“凡运动之物皆绕某一静止之物而运动”的命题;此外还有几何学家的公理、算术家的公理以及其他各门科学的公理,关于所有这些公理,并非其他什么人、而恰恰是知晓原因的人在进行考察。因为若是另一个人,那么正如亚里士多德所言,势必产生接下来的疑难:他们当中究竟哪一位才是当下所探寻的智者?

语法注3 条
  1. 1.21Ἐὰν οὕτω γράφηται ... ἐὰν δὲ οὐκ ἄλλης

    此处对比了基于异读(ἄλλης ἂν εἴη 与 οὐκ ἄλλης)的两种句法解读。若依前者,文句被解读为归谬法(εἰς ἄτοπον ἀπάγοντος),即若认识每个原因属于不同的智慧,则将得出存在多种智慧的荒谬推论;若依后者(亚历山大所支持),则被解读为直接推论(κατ’ εὐθεῖαν συλλογιζομένου),得出观照诸原因并非属于不同学问而是属于同一门学问的正面结论。

  2. 1.22οὔτι γε καθὸ διατιθέασιν ἡμᾶς ἢ ἐπὶ πράξεις κινοῦσι ... ἀλλὰ καθ’ ὅσον εἰς τὰς ἀποδείξεις αὐταῖς χρώμεθα

    这是 οὔτι γε καθὸ ... ἀλλὰ καθ’ ὅσον ... 的关联结构,界定了共同概念(公理)被称为“论证本原”的限定条件。它否定了在促使行动或激发求知自然欲望的倾向性意义上作为论证本原,而肯定并限定于在论证中将它们用作前提的功能(εἰς τὰς ἀποδείξεις αὐταῖς χρώμεθα)。

  3. 1.22ἐφ’ οὗ πᾶς λόγος ψευδής

    关系代词从句 ἐφ’ οὗ 承接前文的“超越实体之物”(τι ὑπερούσιον),说明为何排中律对其不适用:由于关涉此类超越本原的任何命题严格说来皆为伪,因而它不可能必然接受肯定或否定,由此证实排中律仅在“带有附加限定”(μετὰ προσδιορισμοῦ)的条件下成立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:17.19-18.37