- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:18.38-20.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚诺注解《形而上学》996b33–997a2中的疑难,分析了关于实体之学与公理之学互不相同这一论证的谬误,以及公理不可作为科学对象的论述缺陷,指出真正意义上的公理是由第一科学以高于论证的方式加以观照的。
" Μιᾶς... περὶ αὐτῶν." Ἄρχεται κατασκευάζειν τὸ ἕτερον τῶν ἀντικειμένων, ὅτι οὐχ ἡ αὐτὴ τὰς οὐσίας εἴσεται καὶ τὰ ἀξιώματα, ὅπερ ἐστὶ ψεῦδος. ἴδωμεν οὖν, ποῦ παρακρούεται ἡμᾶς ὁ συλλογισμός· εἰ γὰρ ὁμοίως, φησίν, ἔχουσι πᾶσαι περὶ τὰς ἀποδεικτικὰς ἀρχάς, αἱ δὲ ἄλλαι αὐτὰς οὐκ ἴσασιν, οὐδ’ ἡ περὶ τὸ ὂν διατρίβουσα ταύτας γνώσεται. ὑγιὲς μὲν τὸ συνημμένον, ἴδωμεν δὲ τὴν πρόσληψιν· ‘ἀλλὰ μὴν ὁμοίως ἔχουσι πᾶσαι περὶ αὐτάς’1 * * * καὶ ἀποδεικτικὰς ἀρχάς, αἵ τε πιστεύουσαι μόνον αὐταῖς, καὶ ἡ προσεχῶς μὲν ἀπὸ νοῦ ταύτας ὑποδεξαμένη σοφία, κρειττόνως δὲ ἢ κατὰ ἀπόδειξιν ὑψόθεν αὐτὰς θεωμένη, τό τε ἀληθὲς αὐτῶν ἅμα καὶ τὴν τάξιν καὶ τὴν ἀπὸ νοῦ πρόοδον ἐπισκεπτομένη. καὶ ταῦτα λέγω περὶ τῶν καθάπαξ ἀξιωμάτων, ἐπεὶ ὅταν ὡς μὲν πρὸς τήνδε τὴν τέχνην ἀξιώματα ᾖ, ἁπλῶς δὲ μὴ πρῶτα τὴν φύσιν ὑπάρχῃ, καὶ ἀποδείξει αὐτὰ ὁ τῆς οὐσίας ἐπιστήμων, καίπερ ἀναπόδεικτα ὄντα τῷ μερικῷ τεχνίτῃ· ἀμέλει καὶ τὰς γεωμετρικὰς ἀρχὰς ἐκεῖνος ἀποδείκνυσι. πῶς οὖν ὁμοίως τοῖς ἄλλοις ἔχει περὶ αὐτάς, ἢ πῶς τούτου μὴ συγχωρουμένου προβαίη ποτ’ ἂν ὁ παραλογισμός, ἐφ’ ὃν σπεύδει τὸ συμπέρασμα;
“属于一门……关于它们。” 他开始确立两个对立项中的另一方,即认识实体与认识公理的并不是同一门[学问],而这是错误的。那么让我们看看,该推论在何处误导了我们。因为他说,如果所有的[学问]对于论证本原都处于相同的关系,而其他学问又不知晓它们,那么研讨存在的那门学问也不会认识它们。条件命题是成立的,但让我们看看附加前提:“然而所有[学问]对于它们确实处于相同的关系” ……论证本原,既包括那些仅仅相信它们的[学问],也包括直接从理智领受它们、以高于论证的方式从高处观照它们、同时考察其真理以及其秩序和从理智中流出的智慧。而我所说的这些是关于绝对意义上的公理;因为当某些命题相对于这一特定技艺而言是公理、但在本性上并非绝对在先时,精事实体知识的人甚至会论证它们,尽管它们对特定技艺人员而言是不可论证的;事实上,那个人连几何学本原也加以论证。既然如此,他又怎会与其他人在对待它们上处于相同关系呢?或者,若这一点不被允许,那结论所急于达到的谬推又怎可能成立呢?
"Ἅμα δὲ... ἀξιώμασιν "Πρότερον μὲν ὁ λόγος κατασκευάζειν ἐπεχείρησεν, ὅτι οὐδεμία ἐπιστήμη τὰς ἀποδεικτικὰς οἶδεν ἀρχάς, νῦν δὲ ὅτι οὐδὲ ἐπιστηταί εἰσιν. ἴδωμεν οὖν, πῇ καὶ οὗτος ὁ συλλογισμὸς πειρᾶται σοφίζεσθαι. οὔκ εἰσι, φησίν, αἱ τῶν ἀποδείξεων ἀρχαὶ γνωσταί, εἰ μὴ καθὸ γινώσκομεν ὅ τί ποτε δηλοῦσιν· τοῦτο δὲ οὐ ποιεῖ * περὶ αὐτῶν ἐπιστήμην· εἰ δέ εἰσιν ἐπιστηταί, καὶ ἀποδεικταί εἰσιν, εἰ δὲ ἀποδεικταί, καὶ ἓν ἔχουσιν ὑποκείμενον, ὥσπερ οἱ ἀριθμοὶ ἀποδεικτοὶ ὄντες ἓν ἔχουσιν ὑποκείμενον, οὗ τὰ μὲν πάθη, οἷον ἄρτιον περιττὸν καὶ αἱ τούτων συμπλοκαὶ πολλαπλασιασμοὶ διαιρέσεις, ἃ καὶ ἀποδεικτά ἐστι παρὰ τοῖς ἀριθμητικοῖς, τὰ δὲ ἀξιώματα2 ὡς οἱ τούτων ὁρισμοί· οὐ γὰρ οἷόν τε περὶ πάντων ἀπόδειξιν εἶναι, ὡς δέδεικται ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς. εἰ δὲ ταῦτα κρατοίη, πᾶσαι ἀποδεικτικαὶ περὶ τὸ ὑποκείμενον τὸ ἓν σχήσουσι τῶν ἀξιωμάτων, ὅπερ ἄτοπον· ὥσπερ γὰρ ἡ ἀριθμητικὴ περὶ πάντας τοὺς ἀριθμοὺς καὶ ἡ γεωμετρία περὶ πάντα τὰ σχήματα, οὕτως ἑκάστη τῶν ἀποδεικτικῶν περὶ πᾶν τὸ ὑποκείμενον τῶν ἀξιωμάτων. ἔλαβεν οὖν ἐκ μὲν τοῦ εἰ ἐπιστητά, ὅτι καὶ ἀποδεικτά, ὅπερ ἐστὶ ψεῦδος· ἐκ δὲ τοῦ εἰ ἀποδεικτά, ὅτι ἔχουσι πάντως ὑποκείμενον, ὃ καὶ αὐτὸ ψεῦδος· ἄλλως γὰρ τὰ πράγματα λέγεται ἀποδεικτὰ καὶ ἄλλως οἱ λόγοι καὶ αἱ προτάσεις· εἰ δὲ ὑποκείμενον σχήσει τὰ ἀξιώματα, πάθη περὶ αὐτὰ καὶ ἀξιώματα φανεῖται, ὥστε ἔσται καὶ τῶν ἀξιωμάτων ἀξιώματα· τοῦτο δὲ τὸ ἄτοπον αὐτὸς μὲν οὐ τίθησιν, ἕπεται δὲ πάντως τοῖς εἰλημμένοις· καὶ τὸ τούτῳ ἀκόλουθον τὸ τὰ ἀξιώματα, εἰ ἤρτηται ἄλλων ἀξιωμάτων, μὴ εἶναι ἀξιώματα, μετὰ τοῦ καὶ ἐπ’ ἄπειρον ὁδεύειν ἡμᾶς μὴ κωλύεσθαι· πάλιν γὰρ ταῦτα τὰ ἀξιώματα, ὥστε καὶ ταῦτα, δεῖται ἄλλων ἀξιωμάτων, καὶ τοῦτο ἐπ’ ἄπειρον. τί οὖν θαυμαστόν, εἰ τῶν οὕτως ἀτόπων συγχωρουμένων πᾶσαι αἱ ἐπιστῆμαι περὶ ἓν διατρίψουσιν ὑποκείμενον τὸ τῶν ἀξιωμάτων; ἀλλ’ ὅτι μὲν οὔτε ἀποδεικτὰ τὰ κυρίως ἀξιώματα, καὶ εἰ ἐπιστητά, κατὰ τὴν πρώτην ἐστὶν ἐπιστήμην τὴν περὶ τὰς ἀμέσους προτάσεις διατρίβουσαν, αἳ τῷ ὅτι τὸ διότι συνειλημμένον ἔχουσιν,3 ἅτε προσεχῶς ἀπὸ νοῦ προελθοῦσαι καὶ νοῦν ἀνελίσσουσαι καὶ διαιροῦσαι καὶ διεξοδεύουσαι· οὔτε εἰ ἦν ἀποδεικτά, ἓν ἂν ἔσχεν ὑποκείμενον, κατατακτά γε ὄντα καὶ μετεωροποροῦντα. καὶ λοιπὸν δὲ ὅπως τἀληθὲς παρ’ αὐτῷ κατεσκεύασται, θεασώμεθα.
“同时……在公理中”此前论辩试图确立没有任何一门科学知晓论证本原,而现在则试图确立它们甚至不可被科学所认识。那么让我们看看,这一推论又试图以何种方式进行诡辩。他说,论证的本原并非可知,除非是在我们知晓它们究竟指明什么这一限度上;但这并不能产生关于它们的一门科学;而如果它们是可以科学认识的,它们也就是可论证的;如果可论证,它们也就拥有单一的载体,正如数既然是可论证的便拥有单一载体一样,该载体的一部分是属性,例如偶数、奇数,以及它们的结合、乘法、除法,这些在算术家那里确实是可论证的,而另一部分则是公理,例如这些属性的定义;因为不可能对一切事物都有论证,正如在《后分析篇》中所证明的那样。但若这些论点得以确立,一切论证性[科学]都将针对公理的单一载体,而这是荒谬的;因为正如算术关乎所有数、几何学关乎所有图形一样,每一门论证性[科学]也将关乎公理的全部载体。因此,他从“如果可被科学认识”得出了“它们也是可论证的”,这是错误的;又从“如果可论证”得出了“它们必定拥有载体”,这本身同样是错误的;因为事物被称为可论证是一回事,而言辞与命题被称为可论证是另一回事。若公理将拥有载体,关于它们的属性与公理便会显现出来,以至于也将存在公理的公理;而这一荒谬虽然他本人并没有提出,却必然跟随于所采纳的前提;并且随之而来的结论是:公理如果依附于其他公理,便不成其为公理,此外我们走向无限也未被阻挡;因为这些公理,从而这些公理也同样,再次需要其他公理,并且这是无限的。既然承认了如此荒谬的事项,那么所有科学都将研讨公理的这单一载体,又有什么可奇怪的呢?然而,严格意义上的公理既不可论证,即便可被科学认识,也是依据那研讨直接命题的第一科学,这些直接命题在“事实”中包含着“原因”,因为它们直接发自理智,并展开、划分且穿行于理智;而且假使它们是可论证的,它们也不会拥有单一载体,因为它们归属于各别序列且凌空翱翔。接下来,让我们看看真理在他那里是如何被确立的。
- 1.23ἀλλὰ μὴν ὁμοίως ἔχουσι πᾶσαι περὶ αὐτάς
此句引述了条件推论的附加前提(小前提):“然而所有学问对它们确实处于相同关系”。在脱文标记( *)之后,宾格短语“καὶ ἀποδεικτικὰς ἀρχάς”与主格分词结构“αἵ τε... καὶ ἡ...”通过对比只知轻信公理的个别专门学问与直接从理智领受并从高处观照公理的第一智慧,构成了驳斥该小前提为伪的核心论证骨架。
- 1.24καὶ τὸ τούτῳ ἀκόλουθον τὸ τὰ ἀξιώματα, εἰ ἤρτηται ἄλλων ἀξιωμάτων, μὴ εἶναι ἀξιώματα
由中性定冠词 τὸ 引导的带定冠词不定式结构(τὸ ... μὴ εἶναι ἀξιώματα)与前置名词短语“随之而来的结果”(καὶ τὸ τούτῳ ἀκόλουθον)构成同位语。它进一步与后接的介词短语“μετὰ τοῦ ... μὴ κωλύεσθαι”相连,在句法上统摄了假定公理拥有载体时所导致的荒谬后果链条。
- 1.24αἳ τῷ ὅτι τὸ διότι συνειλημμένον ἔχουσιν
关系代词 αἵ 的先行词是“直接命题”(ἀμέσους προτάσεις)。带定冠词的名词化与格短语 τῷ ὅτι(“在事实中”)作状语,与作宾语的对格短语 τὸ διότι(“原因”)共同从属于动词结构 συνειλημμένον ἔχουσιν(“包涵有”),表达在直接命题中对“事实”的认识已然内在地包含了对“原因”的把握。
