← 叙利亚努斯

亚里士多德《形而上学》注释

§16.6-17.18

形式之学的完满性与其作为智慧的首要地位

针对亚里士多德《形而上学》卷B中关于智慧定义的论述(996b13–18),叙利亚努斯论证了认识形式的学问因掌握实体的本质(定义)而是最完满的,且唯有它是兼具定义性与论证性的第一门学问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18

" Ἡ δὲ... πέφυκε." Καθὸ δέ, φησίν, ἡ σοφία τῶν πρώτων αἰτίων ἐστὶ καὶ τοῦ δυναμένου μάλιστα γνωσθῆναι, ἡ τὸ εἶδος εἰδυῖα σοφία ἂν εἴη. πῶς μὲν οὖν ταῦτα ὑπάρχει τῇ τὸ εἶδος ἐπεσκεμμένῃ, προϊὼν εὐθὺς ἐρεῖ· τέως δὲ ὅτι πολλῶν εἰδότων τὰ πράγματα ἄμεινον οὗτος οἶδε, διὰ τῶν ἐκκειμένων δηλοῖ· εἰ γὰρ οἶδε μέν πως καὶ ὁ διὰ τῆς στερήσεως ἢ τῆς ἀποφάσεως εἰπεῖν τι περὶ τοῦ πράγματος δυνάμενος, οἷον ὁ εἰδὼς ὅτι τὸ σημεῖον ἀμερὲς καὶ τὸ θεῖον ἀθάνατον, μᾶλλον οἶδε τούτου ὁ διὰ καταφάσεως αὐτὸ γιγνώσκων καὶ τῶν ὑπαρχόντων αὐτῷ, οἷον ὅτι τὸ μέν ἐστι πέρας γραμμῆς, τὸ δὲ ἀεὶ ὂν αὔταρκες ἀγαθὸν τῶν ὄντων αἴτιον. ἔτι δὲ τούτου μᾶλλον ὁ μὴ τὴν ποιότητα τῶν πραγμάτων ἢ τὴν ποσότητα λέγειν ἔχων ἢ τὰς ἐνεργείας ἢ τὰς πείσεις (πάντα γὰρ ταῦτα μετὰ τὴν οὐσίαν καὶ δεύτερα τῆς οὐσίας), ἀλλ’ ὁ περὶ τοῦ τί ἐστι τὸ ὑποκείμενον δυνάμενος ἀναδιδάξαι πάντων ἂν τῶν ἐπιστημόνων οὗτος εἴη τελεώτατος.1 πῶς δὲ καὶ περὶ τὰ πρῶτα αἴτια ἔχει, ἀκούσωμεν αὐτοῦ κατασκευάζοντος.

“而……本性。” 他说,就智慧是关涉第一原因和最能被认识的事物而言,认识形式的学问应当就是智慧。那么,这些特性如何属于考察了形式的学问,他随即将在下文中述及;但目前,他通过所列举的要点表明,在许多认识事物的人当中,此人认识得更为完满。因为,即使那能够通过缺乏或否定来陈述关于该事物之某事的人——例如知道点是无部分的、神圣之物是不死的——在某种意义上也有所认知,但通过肯定以及通过属于它的属性来认识它的人,却比这个人认识得更深,例如认识到前者是线的极限,而后者是永恒存在、自足、善的,是诸存在者之原因。而比这个人更加完满的,并不是能够说出事物的质或量、或者其活动或受动的人(因为所有这些都在实体之后,并且次于实体),而是那能够就作为基底的事物是什么予以施教的人,他才是一切具科学知识者中最完满的。至于它又如何关涉第一原因,让我们听他所作的论证。

§1.19

"Ἔτι δὲ... ἄλλων." Αἱ μὲν οὐσίαι δι’ ὁρισμῶν γνωρίζονται· διὸ ὁριστική ἐστιν ἡ πρώτη ἐπιστήμη. τὰ δὲ καθ’ αὑτὰ ὑπάρχοντα δι’ ἀποδείξεώς ἐστι γνωστά· διὸ ἡ δευτέρα ἐπιστήμη ἀποδεικτική ἐστιν. ἡ δὲ τὸ εἶδος ἐπεσκεμμένη πάντα ταῦτα εἰδυῖα καὶ ὁριστική ἐστι καὶ ἀποδεικτική· ὁριστικὴ μὲν αὐτόθεν, ἐπειδὴ τοῦτο ἦν τὸ εἰδέναι τὴν οὐσίαν τοῦ πράγματος, ἀποδεικτικὴ δὲ ὅτι ἐν ταῖς ἀποδόσεσι τῶν αἰτίων οὐ πρότερον παύεταί τις ἀποδεικνύς, πρὶν ἂν εἰς τὸ τί ἐστι καταντήσῃ· οὐ γὰρ ἱκανὸν εἰπεῖν ὅτι διακρίνει μὲν ἡμᾶς τὸ πῦρ, συγκρίνει 〈δ’〉 ἡ χιών, εἰ τύχοι, ἀλλὰ διὰ τί τούτων ἑκάτερον; ὅτι τὸ μέν, φησί, θερμὸν τὸ δὲ ψυχρόν. διὰ τί δὲ τούτων ἑκάτερον; ἐὰν μὴ εἰς τοὺς ὅρους αὐτῶν καταντήσωμεν καὶ δείξωμεν, ὅτι τοῦτ’ ἔστιν ἑκατέρῳ αὐτῶν τῷ τε πυρὶ καὶ τῇ χιόνι τὸ εἶναι,2 οὔκ ἐσμεν ἀποδεικτικοί. ὥστε μόνου τοῦ τὸ εἶδος ἐγνωκότος ἐστὶν ἀποδεικνύναι. καὶ αὕτη ἐστὶν ἡ πρώτη αἰτία ἡ ἐκ τοῦ ὁρισμοῦ λαμβανομένη, [ἡ] πρώτη δὲ οὐ κατὰ τὴν ἀπόδοσιν (ὑστάτη γὰρ εἰ τύχοι κατὰ ταύτην), ἀλλὰ τῇ φύσει πρώτη, εἰς ἣν καταντήσας ὁ ἀποδεικτικὸς ἀναπαύεται· οἷον διὰ τί ὁ πολιτικὸς μουσικὴν εἶναι θέλει καὶ γυμναστικὴν ἐν τῇ πόλει; ἵνα παιδεύσῃ τοὺς πολίτας. διὰ τί παιδεύει; ἵνα ἐπιστήμονας ποιήσῃ. διὰ τί δὲ τοῦτο; ὅτι δεκτικοί εἰσιν ἐπιστήμης· πῶς δὲ τοῦτο; ὅτι λογικοί· διὰ τί δὲ λογικοί; ὅτι τοῦτό ἐστιν αὐτοῖς τὸ ἀνθρώποις εἶναι. ὁρᾷς ὅτι ἐκ τῶν πρώτων αἰτίων οὗτος ἐπίσταται καὶ ἔστιν ἡ ἀρίστη αἰτία τῆς ἀποδείξεως ὁ τοῦ πράγματος ὁρισμός. διὰ τί ἐκλείπει τὸ φῶς; ὅτι ἀντιφράττεται τὸ φῶς ὑπὸ τῆς γῆς. ἔχεις οὖν τὸν ὁρισμὸν τῆς σεληνιακῆς ἐκλείψεως· ἔστι γὰρ ἔκλειψις σελήνης φωτὸς τοῦ ἐν αὐτῇ στέρησις διὰ τὴν τῆς γῆς ἀντίφραξιν· ἧς ἐὰν ποιήσῃς ἀπόδειξιν, τὴν θέσιν τῶν ὅρων ἀμείβεις μόνον,3 ὡς ἐν τοῖς Ἀποδεικτικοῖς αὐτὸς ἡμᾶς ἐδίδαξε. καὶ τετραγωνίσαι παραλληλόγραμμον ὀρθογώνιον οὐδὲν ἦν ἄλλο ἢ τῆς μέσης εὕρεσις· ἂν γὰρ ᾖ τὸ μῆκος εἰ τύχοι θ, τὸ δὲ πλάτος δ, ἔσται μὲν τὸ ἐμβαδὸν λϛ. εὑρὼν δὲ τὴν μέσην ἀνάλογον τῶν θ καὶ δ τὴν ϛ ἀπ’ αὐτῆς ἀναγράφεις τετράγωνον ἴσον τῷ παραλληλογράμμῳ. ἀλλ’ εἴτε τὸ τί ἐστι τετραγωνίζειν λέγοις, οὐκ ἄλλο τι ἐρεῖς ἢ τὸ μέσην ἀνάλογον εὑρεῖν, εἴτε δεικνύοις ὅτι τετετραγώνισται, ἐπὶ ταύτην καὶ οὐκ ἄλλην τὴν πρωτίστην αἰτίαν καταντήσεις. οὕτως ἡ τὸ εἶδος ἐπισταμένη μόνη καὶ ὁρίζεται καὶ ἐν τοῖς ἄλλοις, τουτέστι τοῖς καθ’ αὑτὰ ὑπάρχουσι, μόνη ἀποδείκνυσι.

“此外……其余的。” 实体是通过定义而被认识的,因此第一门学问是定义性的。而自身具备的属性是通过论证而被认识的,因此第二门学问是论证性的。考察了形式的学问既然认识所有这些,它便既是定义性的又是论证性的:直接由其本身而言是定义性的,因为这恰恰就是认识事物的实体;而它是论证性的,乃是因为在给出原因的过程中,在达到事物是什么之前,人绝不会停止论证。因为,哪怕随意举例说,仅说火将我们分离开、雪将我们凝结起来是不够的,而是必须问:为何这两者各自会如此?他说,因为前者是热的,后者是冷的。但为何这两者各自是如此?除非我们达到它们的定义,并表明这正是对于它们两者——即对于火和对于雪——而言的存在本质,否则我们就不算具备论证性。所以,唯独认识了形式的人才能进行论证。而这就是从定义中所取得的第一原因——不是按照表述顺序的第一(因为按此顺序它可能恰好是最后的),而是在本性上为第一,论证者达到了它便止步休憩。例如,城邦政治家为何希望城邦中存在音乐与体育?为了教育公民。为何教育?为了使他们成为有知识的人。为何要这样做?因为他们能接受知识。这又是为何?因为他们是理性的。为何是理性的?因为这就是对于他们而言作为人的是其所是。你看到,此人是从第一原因出发进行认识的,而论证的最优原因便是事物的定义。为何光会亏缺?因为光被地球所遮蔽。于是你就拥有了月食的定义;因为月食乃是由于地球的遮蔽而导致的月体中光的缺乏;若你对此作出论证,正如他自己在《后分析篇》中所教导我们的,你只需变换词项的位置即可。又如,使矩形平行四边形正方形化,无非就是寻求比例中项;因为如果长度假定为九,宽度为四,其面积即为三十六。求得九与四的比例中项即六之后,你便依此作出一与该平行四边形相等的正方形。但无论你是说明正方形化是什么,除了说寻求比例中项之外你不会说别的任何事情;抑或是证明某物已被正方形化,你都将达到这一最根本的原因,而非其他。因此,唯独认识形式的学问既进行定义,并且在其他事物上——即在那些自身具备的属性上——也唯独由它进行论证。

语法注3 条
  1. 1.18ἔτι δὲ τούτου μᾶλλον ὁ μὴ τὴν ποιότητα τῶν πραγμάτων ἢ τὴν ποσότητα λέγειν ἔχων ἢ τὰς ἐνεργείας ἢ τὰς πείσεις (πάντα γὰρ ταῦτα μετὰ τὴν οὐσίαν καὶ δεύτερα τῆς οὐσίας), ἀλλ’ ὁ περὶ τοῦ τί ἐστι τὸ ὑποκείμενον δυνάμενος ἀναδιδάξαι πάντων ἂν τῶν ἐπιστημόνων οὗτος εἴη τελεώτατος.

    句子的核心骨架是对比结构:ὁ μὴ ... λέγειν ἔχων ... ἀλλ' ὁ ... δυνάμενος ἀναδιδάξαι, οὗτος εἴη ἄν τελεώτατος(“非能言……者,而是能施教……者,此人将是最完满的”)。开头的 ἔτι δὲ τούτου μᾶλλον 承接前一句的比较级(μᾶλλον οἶδε τούτου)作为省略插入(“比此人更加……”),而后一个分词短语作为逻辑主语,在后半句中被指示代词 οὗτος 承接,与带 ἄν 的希求法谓语相连。

  2. 1.19τοῦτ’ ἔστιν ἑκατέρῳ αὐτῶν τῷ τε πυρὶ καὶ τῇ χιόνι τὸ εἶναι

    亚里士多德标志性的本质表达(τὸ ... εἶναι 带有与格)的变体。在此处,τοῦτο 作表语,τὸ εἶναι 作主语,而与格 ἑκατέρῳ αὐτῶν τῷ τε πυρὶ καὶ τῇ χιόνι 附属于 τὸ εἶναι,用以表达事物的是其所是(“对于它们两者即火与雪而言的存在本质”)。

  3. 1.19ἧς ἐὰν ποιήσῃς ἀπόδειξιν, τὴν θέσιν τῶν ὅρων ἀμείβεις μόνον

    关系代词 ἧς 是修饰 ἀπόδειξιν 的宾格性属格,先行词是月食的定义(ὁρισμός),意为“关于它的论证”。主句的现在直说式 ἀμείβεις 属于表达逻辑规则惯常性的常理现在时(gnomic present)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:16.6-17.18