← 叙利亚努斯

亚里士多德《形而上学》注释

§168.1-168.38

作为万物尺度的一者与对亚里士多德的批判

叙利亚努批判亚里士多德将一者与尺度贬低为处于基底中的物体数量之最小单位,并对照毕达哥拉斯派与柏拉图将尺度视为神圣超越本原的立场,引用亚里士多德在《政治家篇》中关于“善是万物最精确尺度”的论述,谴责其当前的论争态度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.134

" Τὸ δὲ ἓν... τοιαύτης προσηγορίας." Τῶν θείων ἀνδρῶν ἐκείνων ἓν μὲν λεγόντων τὸν θεὸν ὡς ἑνώσεως τοῖς ὅλοις αἴτιον καὶ παντὸς τοῦ ὄντος καὶ πάσης ζωῆς καὶ νοῦ τοῦ παντελοῦς ἐπέκεινα, μέτρον δὲ τῶν πάντων ὡς πᾶσι τὴν οὐσίαν καὶ τὸ τέλος ἐπιλάμποντα καὶ ὡς πάντα περιέχοντα καὶ ὁρίζοντα ταῖς ἀφράστοις αὐτοῦ καὶ παντὸς ὑπερηπλωμέναις πέρατος ὑπεροχαῖς, ὁ δαιμόνιος οὗτος ἀνὴρ τὸ ἐλάχιστον ἐν ποσῷ καὶ τὸ διὰ σμικρότητα κοινὸν μέτρον τῶν ὁμογενῶν ἀναφαινόμενον ἐκλαβὼν διισχυρίζεται1 μηδὲν εἶναι μήτε μέτρον μήτε ἕν, ὃ μὴ ἔστιν ἐν ὑποκειμένῳ. καὶ πρόδηλον ὅπως ἀπὸ τῆς μιᾶς τῶν ὄντων ἀρχῆς ἢ τῆς ἐκείνῃ συνημμένης μονάδος ὥσπερ ἀπό τινος ‘βηλοῦ θεσπεσίου’ τῷ ὄντι καταπεσὼν ὁ λόγος2 πάσης μὲν ἀπώλισθε τῆς ἀσωμάτου τῶν οὐσιῶν † διαλέξεως, παντὸς δὲ τοῦ ἐγκοσμίου πλάτους, εἰς δὲ τὰ τελευταῖα τῶν σωμάτων κατενεχθεὶς ὕπτιος ἔρριπται, τοὺς διὰ σμικρότητα καὶ εὐτέλειαν ἐλαχίστους τῶν ὄγκων πολυπραγμονῶν καὶ διὰ τοῦτο τῶν μὲν ὁμοειδὲς ἀποφαινόμενος εἶναι τὸ μέτρον ὥσπερ ἐπὶ τῶν ἵππων, τῶν δὲ ὁμογενὲς ὡς ἐπὶ ἀνθρώπου ἵππου θεοῦ, τῶν δὲ οὐκ οἶδ’ ὅ τι φῶ· καὶ γὰρ αὐτὸς ἠπόρησε, πῶς τὸν ἐκ διαφόρων κατηγοριῶν ἀριθμὸν ὀνομάσειε, πλὴν ὅτι γενῶν ἀριθμὸν αὐτὸν καλεῖν ἐνέκρινεν. ἄξιον δὴ τούτοις ἢ τὰ Κλεινίου τοῦ Πυθαγορείου παραβάλλειν, ὃς ἐξῃρῆσθαι βούλεται πανταχοῦ τὸ ἓν καὶ τὸ μέτρον οὐ μόνον σωμάτων οὐδὲ τῶν ἐγκοσμίων πραγμάτων, ἀλλὰ καὶ αὐτῶν τῶν νοητῶν, ἡνίκα ἂν αὐτὸ σεμνύνων ἀρχὰν εἶναι τῶν ὄντων λέγῃ καὶ νοατῶν μέτρον καὶ ἀγένητον καὶ ἀίδιον καὶ μόνον καὶ κυριῶδες, αὐτὸ ἑαυτὸ δηλοῦν· ἢ τὰ τοῦ θείου Πλάτωνος, ἐν οἷς τὸν θεὸν μέτρον εἶναι τῶν πάντων ἀπεφήνατο ὡς ἀρχάς τε καὶ τέλη καὶ μέσα τῶν ὄντων ἐν ἑαυτῷ περιέχοντα. ταῦτα γάρ τις ἐννοήσας οὐ χαλεπῶς οἶμαι συνορᾷ, πόσον ἀποπέπτωκε τἀληθοῦς μέτρου τὸ νῦν ὑπ’ αὐτοῦ παραδιδόμενον ἕν τε καὶ μέτρον, ἅπερ ἀγαπητῶς οὕτω μετρεῖν ἐνίοτε δύναται ὡς τὰ δι’ ὧν ἡ μέτρησις γίγνεται· οὐ γὰρ ὁ ἵππος ἐστὶν ὁ μετρῶν τοὺς δέκα ἵππους ἀλλ’ ἡ διάνοια ἡμῶν, εἰ ἄρα τῷ ἵππῳ προσχρωμένη,3 κατὰ δὲ τὸ ἀκριβὲς οὐδὲ τῷ ἵππῳ, ἀλλὰ τῷ μοναδικῷ ἑνὶ καὶ τῷ μοναδικῷ ἀριθμῷ· τὰ δέ γε ἀληθινὰ μέτρα 〈ὡς〉 τὴν οὐσίαν καὶ τὰς δυνάμεις καὶ τὰ τέλη τῶν μετρητῶν ἀφορίζοντα τῆς τῶν μέτρων οὕτως ἐπωνυμίας ἠξίωται. καὶ ταῦτα οὐδὲ αὐτὸν λέληθεν Ἀριστοτέλην· γράφει γοῦν ἐν δευτέρῳ τοῦ Πολιτικοῦ βιβλίῳ περὶ τούτων τὰ αὐτὰ τοῖς πρὸ αὐτοῦ φιλοσοφήσασι καὶ λέγει διαρρήδην οὕτω· “πάντων γὰρ ἀκριβέστατον μέτρον τἀγαθόν ἐστιν”. ὥστε δῆλον ὅτι λογικώτερον αὐτῷ νῦν καὶ φιλονεικότερον οἱ λόγοι προβαίνουσι, καὶ δίκαιον ἡμᾶς καθ’ ἕκαστον τῶν τοιούτων τὸ Ὁμηρικὸν ἐπιφθέγγεσθαι πρὸς αὐτόν· “οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.”

“而一者……这样的称谓。” 当那些神圣的哲人们将神称为“一”,视其为全体统一的原因,超越一切存在、一切生命和完全的心灵;并称其为“万物的尺度”,视其为向一切事物普照实体和终极目的,并以其不可言说、伸展超越一切界限的卓越性包容并规定万物时,这位非凡的人[亚里士多德]却抓取了数量中最小者以及由于细小而显现为同类事物共同尺度者,坚称凡不处于基底之中的,绝非尺度也绝非一者。显然,这一论证仿佛真的从存在者们的单一本原或与之相联的单子之上,宛如从某个“神圣的门槛”跌落下来,从非身体实体的全部论述中滑落,从整个世俗的广袤中滑落,被带落至身体的最末端(最底层)而仰面倾覆,因其微小与卑微而对最小的块状物体横加干预,并因此断言尺度在某些情况下是同形的,如在马的情形中;在另一些情况下是同属的,如在人、马、神的情形中;而在另一些情况下我不知该如何表述,因为他自己也对由不同范畴所构成的数应当如何命名感到困惑,只得认定将其称为“诸属的数”。正应当把皮达戈拉斯派的克莱尼亚斯的论述与这些相对照——克莱尼亚斯主张一者和尺度在任何地方都超越一切,不仅超越身体,不仅超越世俗事物,甚至超越可知者自身,每当他赞颂它并称其为存在者之本原、可知者之尺度、未生、永恒、唯一、真正主宰且自身显明自身之时;抑或对比神圣柏拉图的论述,柏拉图在其中宣布神是万物的尺度,因为神在自身中包含着存在者们的始原、终极与居间者。因为我想,凡思索过这些的人不难看清,如今由他所传授的一与尺度,距离真正的尺度堕落了多远;这些事物至多有时只能像测量赖以进行的工具那样进行测量。因为绝非马在测量十匹马,而是我们的理性思维,即使它附带借助了马,但严格说来甚至并非借助马,而是借助了单子的一与单子的数;而真正的诸尺度,作为界定被测量者的实体、能力与终极目的者,正是这样才配得上“尺度”的称谓。这些也并未逃过亚里士多德本人的眼睛;至少他在《政治家篇》第二卷中论及这些时,写下了与在他之前行哲学思考者完全相同的话,并明确说道:“因为万物最精确的尺度乃是善。”因此显而易见,他的论述如今是以更为逻辑(辩证)且更为争胜的方式进行的,我们在面对每一个此类论述时,向他吟诵荷马的诗句是完全正当的:“你懂得构想出另一篇比这更好的言辞。”

语法注3 条
  1. 3.134Τῶν θείων ἀνδρῶν ἐκείνων ἓν μὲν λεγόντων τὸν θεὸν . . . ὁ δαιμόνιος οὗτος ἀνὴρ . . . διισχυρίζεται

    句首的属格独立结构(Τῶν θείων ἀνδρῶν ἐκείνων ... λεγόντων ...)与主句主语(ὁ δαιμόνιος οὗτος ἀνὴρ)形成对比,构成全句的核心对照(μέν ... δέ)。λεγόντων 的直接宾语为 τὸν θεόν,而 ἓν μὲν 与 μέτρον δὲ τῶν πάντων 作宾语补足语(双宾格结构)。

  2. 3.134ὥσπερ ἀπό τινος ‘βηλοῦ θεσπεσίου’ τῷ ὄντι καταπεσὼν ὁ λόγος

    引用荷马《伊利亚特》第1卷591行(赫菲斯托斯从奥林匹斯神圣门槛跌落)的比喻构词。分词 καταπεσών(主语为 ὁ λόγος)构成了统摄后续一系列动词(ἀπώλισθε, κατενεχθείς, ἔρριπται)的隐喻性骨架。

  3. 3.134οὐ γὰρ ὁ ἵππος ἐστὶν ὁ μετρῶν τοὺς δέκα ἵππους ἀλλ’ ἡ διάνοια ἡμῶν, εἰ ἄρα τῷ ἵππῳ προσχρωμένη

    分裂句式的强调结构(οὐ γὰρ ὁ ἵππος ἐστὶν ὁ μετρῶν ... ἀλλ’ ἡ διάνοια),突出真正的施动者(ἡ διάνοια ἡμῶν)。短语 εἰ ἄρα 引导让步性条件(“即使退一步说……”),分词 προσχρωμένη 为阴性主格,与主语 ἡ διάνοια 一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:168.1-168.38