- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:166.15-167.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《形而上学》第十四卷(N)第一章中对毕达哥拉斯派和柏拉图派将不定二元设定为“大和小”、“不平等”或“多数”等对立本原的批评,叙利亚努坚称这些哲人只是根据其超越的创生功能来命名这同一原因,彼此并无分歧,并指出亚里士多德的反驳即便依据其自身在《形而上学》第十卷(I)中的论述也是不能成立的。
" Οἱ δὲ τὸ ἕτερον... ἀμφοῖν." Οὔτε τὴν δυάδα τὴν πρὸ πάντων τῶν ἀριθμῶν ὑλικὸν αἴτιον εἶναί φασιν1 (οὐδὲ γὰρ ὅλως οἱ θεῖοι τῶν ἀριθμῶν ὕλης προσδέονται), οὔτε Πλάτων τὴν ἀόριστον δυάδα διὰ τῆς ἀνισότητος δηλῶν ἀφίσταται Πυθαγόρου διὰ τοῦ πλήθους αὐτὴν ἐνδεικνυμένου· ἑκάτερος γὰρ αὐτῶν ἐκ τῶν δι’ αὐτὴν ὑπαρχόντων τοῖς ἀριθμοῖς ὀνομάζειν αὐτὴν ἐπιχειρεῖ· εἴρηται δὲ ὅτι πλήθους ἐστὶν αἰτία καὶ προόδου καὶ γονίμου δυνάμεως καὶ ἑτερότητος, ὥσπερ τὸ ἓν ταὐτότητος αἴτιον τοῖς θείοις εἴδεσι καὶ τοῦ μένειν αἰωνίως καὶ τοῦ ἔχειν ὡς ἔχει· μένοντος γάρ φησιν αἰῶνος ἐν ἑνί, τὴν αἰτίαν τοῦ μένειν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως τὴν θείαν οὐσίαν ἐνδεικνύμενος.
“而那些将另一者……两者。” 他们并非声称先于一切数的那一二元是质料因(因为神圣诸数根本不需要质料),柏拉图通过不平等来指示不定二元,也并未背离通过多数来指示它的毕达哥拉斯;因为他们之中的每一位都试图根据因它而属于诸数的属性来给它命名。而前面已经说过,它是多数、流出、创生力量和异在的原因,正如一者是神圣形式的同一性原因、永恒存留的原因以及如其所是地存在的原因;因为他说,“当永恒留在一中时”,以此指示出神圣实体始终保持同一且以同样方式存在的原因。
"Καὶ γὰρ... ἀριθμῷ δ’ οὔ." Ἔδει γάρ, φησί, τὸν Πλάτωνα λέγειν, ὅτι ταῦτα λόγῳ μὲν δύο ἀριθμῷ δὲ ἕν· οὕτω γὰρ ἄμεινον ἐξηγεῖσθαι ἢ ὡς ὁ Ἀλέξανδρος ὑπέλαβεν αὐτὸν λέγειν. ἀλλ’ ὦ θαυμάσιε, φήσομεν, οὐχ οὕτω λέγει Πλάτων τὴν ἑτέραν τῶν ἀρχῶν ἄνισόν τε καὶ δυάδα καὶ μέγα καὶ σμικρὸν ὡς σὺ νῦν ἐκλαμβάνεις, ἀλλ’ ὅτι πλήθους οὖσα καὶ προόδων αἰτία καὶ πάντα γεννῶσα καὶ μεγάλα καὶ σμικρά, ὡς εἴωθεν † ἐκεῖ λέγεσθαι, † ταὐτὸ τούτοις ἐστὶν ἀξία δηλοῦσθαι καὶ τοῖς ὀνόμασιν.2 ὅλως δὲ εἰ μὲν ἕτερον ἦν αὐτῆς τὸ ὑποκείμενον, ἕτεροι δὲ οἱ ἐν αὐτῇ λόγοι, ὥσπερ Σωκράτης ἕτερός ἐστι τοῦ σιμοῦ καὶ προγάστορος, ἢ εἰ κατά τι μὲν ὑπῆρχε μεγάλη κατά τι δὲ σμικρά, ἐνῆν τῷ μὲν λόγῳ δύο ποιεῖν αὐτήν, τῷ δ’ ὑποκειμένῳ μίαν· εἰ δὲ καθ’ ὑπεροχὴν ἄφραστον τῶν ἀπ’ αὐτῆς γεννωμένων μεγάλων τε καὶ μικρῶν ἐξῄρηται καὶ παντός ἐστιν ὑποκειμένου κρείττων, ποίαν ἔχει χώραν ἡ τοιαύτη τῶν λόγων ἐπιδιόρθωσις;
“因为确实……但数上不是。” 因为他说,柏拉图应当说明,这些在定义上是二,但在数上是一;因为这样解释比按亚历山大所理解的他所说的意思更为恰当。但是,可叹的人啊,我们要说,柏拉图并非像你现在所理解的那样将两本原中的另一者称为不平等、二元以及大和小,而是因为它是多数和流出的原因,生成一切大者与小者——正如在那里通常所说的那样——正是这同一个实在配得上用这些名称来指示。总的来说,倘若它的基底是一回事,而其中的理性定义是另一回事,正如苏格拉底不同于塌鼻和大肚,或者倘若它在某个方面大而在某个方面小,那么在定义上将其定为二而在基底上定为一尚有可能;但如果它是以一种不可言说的卓越性超拔于从它所生成的大与小之上,并且超越一切基底,那么对论述进行这种修正又有何立足之地呢?
"Ἀλλὰ μὴν... τὸ ἕν." Πάντες οὗτοι κατ’ αὐτὸν τὴν μὲν θειοτέραν ἀρχὴν καὶ πατρικὴν τῶν ἀριθμῶν ἓν καλοῦσιν, τὴν δὲ μητρικὴν οἱ μὲν μέγα καὶ σμικρόν, ὡς Πλάτων, οἱ δ’ ὀλίγον καὶ πολύ, ἐπιδιορθούμενοι, οἱ δὲ ὑπερέχον καὶ ὑπερεχόμενον, ἐπὶ τὸ γενικώτερον ἀνατρέχοντες, οἱ δὲ ἄλλο, οἱ δὲ πλῆθος. ὅτι δὲ πάντες οὗτοι ταὐτὸν ἐνδείκνυνται, πολλάκις ὑπεμνήσαμεν. ἀλλ’ εἰ ἐκεῖνό φησιν ἕπεσθαι τοῖς τὰ γενικώτερα παραλαμβάνουσιν ἐναντία πρὸ τῶν εἰδικωτέρων, τὸ καὶ τὸν ἀριθμὸν γένος ὄντα τῶν δύο πρεσβύτερον ποιεῖν τοῦ δύο,3 ὅπερ οὐ βούλονται, ποίου δύο φήσομεν ἢ ποῖον ἀριθμόν; εἰ μὲν γὰρ τὴν ἀόριστον λέγεις δυάδα, πῶς γένος αὐτῆς ὁ ἀριθμὸς ὁ ἐξ αὐτῆς ἀπογεννώμενος; εἰ δὲ τὴν αὐτοδυάδα, ὁ πρῶτος ἐν τοῖς εἰδητικοῖς ἀριθμὸς οὗτος.
“然而……一者。” 照他看来,所有这些人都将诸数中更神圣且属父性的本原称为一,而将属母性的本原,有些人称为大和小,如柏拉图;有些人称为少和多,意在修正;有些人称为超越者与被超越者,回溯到更属属相者;有些人称以别的名称,另一些人则称为多数。而所有这些人指示的是同一回事,我们已多次提醒过。但是,如果他说,对于那些在较具种差的对立面之前采纳较属属相的对立面的人,会随之产生这样的推论:即使数作为二的属,也比二更古老(更在先)——而这并非他们所愿——那么我们要问:你所说的是哪一个二,或是哪一种数?因为倘若你指的是不定二元,那么从它生成的数怎么会是它的属呢?倘若你指的是自身二元,这本身就是形式诸数中的第一个数。
"Εἰ δέ ἐστιν... ἀντίκειται." Ὁ μὲν σκοπὸς δῆλος, προκρῖναι ἕνα ἐκ πάντων καὶ τοῦτον κακίσαι, ἵν’ ἐκ περιουσίας ὦσιν οἱ ἄλλοι καταγνωσθέντες.4 ῥητέον δὲ ὅτι μήτε κριτοῦ δέονται οἱ ἄνδρες (οὐδὲ γὰρ ὅλως διαφωνοῦσιν) οὔτε κατ’ αὐτὸν ἐλέγχονται οἱ τῷ ἑνὶ τὸ πλῆθος ἀντιτιθέντες ὡς τὸ ἓν ὀλίγον ποιοῦντες· εἰ γάρ τι τῶν ἐν τῷ Ι μεμνήμεθα, σαφῶς ἐν ἐκείνοις ἐλέγετο μήτε τῷ πλήθει παντὶ τὸ ὀλίγον ὑπάρχειν ἐναντίον, ἀλλὰ τῷ ὑπεροχὴν ἔχοντι, μήτε τὸ ἓν ἐναντίον εἶναι τῷ πλήθει καὶ τῷ ἀριθμῷ, ἀλλὰ μᾶλλον ὡς τὰ πρός τι ἀντικεῖσθαι. ὥστε ψευδεῖς εἰσιν αἱ δύο προτάσεις καὶ κατ’ αὐτόν, δι’ ὧν συνάγει τὸ ἐλέγχον αὐτοὺς συμπέρασμα, ἥ τε λέγουσα τὸ ἓν ἐναντίον εἶναι τῷ πλήθει καὶ ἡ τιθεμένη πᾶν τὸ ἐναντίον τῷ πλήθει ὀλίγον εἶναι, καὶ οὐκ ἄλλων τινῶν δεησόμεθα τῶν ἀντερούντων ταῖς προτάσεσιν, ἀλλὰ τῶν αὐτῷ γεγραμμένων ἐν τῷ Ι τὴν ἀνάγνωσιν ποιησόμεθα. καίτοι τί περὶ τούτων διατείνομαι μάτην; οὔτε γὰρ τὸ ἓν τὸ ἐκείνων ὁ ἀνὴρ οὗτος εὐθύνει οὔτε τὸ πλῆθος ὡς ἔλεγον ἐκλαμβάνει· δηλώσει δὲ καὶ τὰ ἑπόμενα τὴν παρὰ θύρας τἀνδρὸς ἀπάντησιν.
“如果……相对立。” 其意图显而易见:从所有人中挑出一人并予以责难,以便顺理成章地将其他人一并定罪。但应当指出,那些哲人不需要裁判者(因为他们根本没有任何分歧),照他看来,将多数与一者相对立的人也并没有作为将一者变成“少”的人而被驳倒。因为倘若我们还记得第十卷(I)中的任何内容,在那些论述中早已明确说过,少并不是与一切多数相反,而是与具有超出者相反;一者也并非与多数和数相反,而是作为相对者而对立。因此,他赖以得出反驳他们的结论的那两个前提,即便照他自己来看也是虚妄的——无论是那条声称一者与多数相反的前提,还是那条设定一切与多数相反的皆为少的前提——我们无需寻找其他人来反驳这些前提,而只需研读他在第十卷中所写下的内容。然而,我为何要徒劳地为此争辩呢?因为此人既未真正审查他们的“一”,也未按照他们所说的含义来理解“多数”;接下来的内容也将揭示出此人的反驳完全偏离了靶心。
- 3.130τὴν δυάδα τὴν πρὸ πάντων τῶν ἀριθμῶν ὑλικὸν αἴτιον εἶναί φασιν
带不定式的宾格句式,未明言的主语在上下文中指毕达哥拉斯派和柏拉图派学者。句首的 οὔτε 否定了整个不定式从句,表明他们并非认为这领先于一切数的二元是质料因。
- 3.131ἀλλ’ ὅτι πλήθους οὖσα καὶ προόδων αἰτία καὶ πάντα γεννῶσα καὶ μεγάλα καὶ σμικρά, ὡς εἴωθεν † ἐκεῖ λέγεσθαι, † ταὐτὸ τούτοις ἐστὶν ἀξία δηλοῦσθαι καὶ τοῖς ὀνόμασιν
此 ὅτι 从句与前句的 οὐχ οὕτω λέγει... 相对。主语承前指 ἡ ἑτέρα τῶν ἀρχῶν,句子的骨干结构为 ἐστὶν ἀξία δηλοῦσθαι[谓语]。分词 οὖσα 与 γεννῶσα 作原因状语,表明这一实在本身是同一的,但作为大与小的产生原因,理当以这些名称来指示。
- 3.132τὸ καὶ τὸν ἀριθμὸν γένος ὄντα τῶν δύο πρεσβύτερον ποιεῖν τοῦ δύο
带定冠词的不定式短语(τὸ ... ποιεῖν),作 ἕπεσθαι(随之产生)的主语,表达荒谬的推论内容:“使数(作为二的属)比二更在先”。分词 γένος ὄντα 作解释性修饰,说明数为何会被当作更为在先。
- 3.133ἵν’ ἐκ περιουσίας ὦσιν οἱ ἄλλοι καταγνωσθέντες
由 ἵνα 引导的目的从句,动词采用迂回被动虚拟式(ὦσιν καταγνωσθέντες)。成语 ἐκ περιουσίας 意为“顺理成章地”、“毫不费力地”或“附带地”,指通过责难其中一人,其余的人便自然而然地一并被定罪。
