← 叙利亚努斯

亚里士多德《形而上学》注释

§164.37-166.14

普遍本原对个别物的创生与对立本原说的辩护

叙利亚努区分了证明前提与创生原因,阐明了个别物如何从普遍本原中产生,并批判了亚里士多德关于现实知识关涉个别物的观点。随后,他引用第十四卷开篇的提要,为确立超实体第一本原的毕达哥拉斯学派和柏拉图学派的对立本原学说辩护,反驳了亚里士多德的攻击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.129#3

ἀλλ’ ἐπὶ μὲν τῶν ἀποδείξεων, φαίη ἄν τις, ὑλικαὶ ἦσαν αἱ προτάσεις ἀρχαὶ καὶ οὐ μένουσαι ἐφ’ ἑαυτῶν ὑφίστων τὸ συμπέρασμα, ἀλλ’ ἑαυτὰς ἐπιδιδοῦσαι πρὸς τὴν τοῦ προβλήματος κατασκευήν· ἐπὶ δὲ τῶν ποιητικῶν ἀρχῶν οὐκ ἀνάγκη τὰ γεννώμενα συμπαρεκτείνεσθαι τοῖς αἰτίοις. αὐτίκα ὁ ἥλιος εἷς ὢν πάντα δημιουργεῖ τὰ ζῷα καὶ οὐδὲν αὐτοῦ τὴν πᾶσαν δύναμιν καταδέχεται· μήποτε δὲ καὶ προσεχῶς ἐκ τῶν καθόλου ἀρχῶν — λέγω δὲ καθόλου οὐ τὰς ἐν νῷ (αὗται1 γὰρ καὶ πρὸ τοῦ καθόλου καὶ αὐτοαρχαί), ἀλλὰ τὰς ἐν ψυχῇ — μήποτε οὖν αὗται προηγουμένως μὲν τῶν τῆς φύσεώς εἰσι λόγων γεννητικαί, δευτέρως δὲ διὰ τῶν τῆς φύσεως λόγων εἰς τὴν ὕλην προϊόντων καὶ τῶν ἀτόμων εἰσὶν ὑποστατικαί, καθάπερ καὶ αἱ καθόλου προτάσεις προηγουμένως μὲν συνάγουσιν, ὅτι παντὸς τριγώνου φέρε δύο ὀρθαῖς αἱ γωνίαι ἴσαι, δευτέρως δὲ καὶ ὅτι τοῦ σκαληνοῦ, πολλοστῶς δὲ καὶ ἐσχάτως καὶ ὅτι τοῦδε τοῦ σκαληνοῦ. “τοιγὰρ περὶ τῶ καθόλω, φησὶν Ἀρχύτας, καλῶς διαγνόντες ἔμελλον καὶ περὶ τῶ κατὰ μέρος οἷον ἐντὶ καλῶς ὀψεῖσθαι.” προσεκτέον οὖν ὅτι καίπερ ὢν ἀγχινούστατος ἀνθρώπων καὶ γονιμώτατος ὧν ἴσμεν ὁ θαυμαστὸς Ἀριστοτέλης οὐ πρότερον ἠδυνήθη τῶν καθόλου καταφρονῆσαι, πρὶν ἀναγκασθῆναι2 τὰ ἑαυτῷ καὶ τῇ ἐναργείᾳ πολεμοῦντα φθέγξασθαι· ταῦτα δέ ἐστι τὸ τὰς ἐπιστήμας τὰς ἐνεργείᾳ τῶν καθ’ ἕκαστα εἶναι καὶ μὴ τῶν καθόλου, καὶ τὸ τοὺς τεχνίτας προηγουμένως μὲν εἰδέναι τὸ ἄτομον, κατὰ συμβεβηκὸς δὲ τὸ κοινόν· “ἄνω ποταμῶν ἱερῶν” τοῦτο δὴ τὸ μυριόλεκτον. Μέχρι τούτων ὁ Ἀφροδισιεὺς τὸ Μ προάγει, τὰ δ’ ἑξῆς ἀπονέμει τῷ Ν. Περὶ... φυσικοῖς ἕως τοῦ οὐθὲν... ἀλλ’ ἑτέρα. δι’ ὧν μάχεται τοῖς τὰς τῶν ἀκινήτων ἀρχὰς ἐναντίας ποιοῦσι, καθάπερ αὐτὸς εἰς τὰς τῶν αἰσθητῶν ἀρχὰς τἀναντία σὺν τῷ ὑποκειμένῳ αὐτῶν οὐκ ἀπηξίωσε παραλαβεῖν. συλλογίζεται δὲ συνήθως ἑαυτῷ· τἀναντία ἐν ὑποκειμένῳ, αἱ ἀρχαὶ οὐκ ἐν ὑποκειμένῳ, ἵνα μὴ πρὸ οὐσίας τὸ ἀνούσιον.3 δῆλον τὸ συμπέρασμα· τἀναντία, φησίν, οὐκ εἰσὶν ἀρχαί, καὶ εἰ ἀρχαί, ἀλλ’ οὐχ ᾗ ἐναντία ἀλλ’ ᾗ ἕτερά τινά ἐστιν, οἷον νοῦς ἢ σῶμα ἢ ὅ τι ἂν ᾖ τὸ ὑποκείμενον αὐτοῖς. πρὸς ἃ ῥητέον, ὅτι τοιαῦτα ἐναντία ἐκεῖνοι ἐν ταῖς ἀρχαῖς οὐ παραλαμβάνουσιν, ἅ ἐστιν ἀνούσια κατὰ τὸ χεῖρον τοῦ οὐσιώδους, ἀλλ’ εἰ ἄρα, κατὰ τὸ κρεῖττον· τὰς γὰρ τῶν οὐσιῶν ἀρχὰς ὑπερουσίους εἶναι χρή. ὅλως δὲ οὐδὲ ἀπὸ τῶν ὡσανεὶ ἀντικειμένων οἱ ἄνδρες ἤρχοντο, ἀλλὰ καὶ τῶν δύο συστοιχιῶν τὸ ἐπέκεινα ᾔδεσαν, ὡς μαρτυρεῖ Φιλόλαος τὸν θεὸν λέγων πέρας καὶ ἀπειρίαν ὑποστῆσαι, διὰ μὲν τοῦ πέρατος τὴν τῷ ἑνὶ συγγενεστέραν ἐνδεικνύμενος πᾶσαν συστοιχίαν, διὰ δὲ τῆς ἀπειρίας τὴν ταύτης ὑφειμένην, καὶ ἔτι πρὸ τῶν δύο ἀρχῶν τὴν ἑνιαίαν αἰτίαν καὶ πάντων ἐξῃρημένην προέταττον, ἣν Ἀρχαίνετος μὲν αἰτίαν πρὸ αἰτίας εἶναί φησι, Φιλόλαος δὲ τῶν πάντων ἀρχὰν εἶναι διισχυρίζεται, Βροτῖνος δὲ ὡς νοῦ παντὸς καὶ οὐσίας δυνάμει καὶ πρεσβείᾳ ὑπερέχει· ἀφ’ ὧν ὁρμώμενος καὶ ὁ θεῖος Πλάτων ἔν τε Ἐπιστολαῖς καὶ ἐν Πολιτείᾳ καὶ ἐν Φιλήβῳ κἀν Παρμενίδῃ τὰς αὐτὰς περὶ τῶν αὐτῶν φωνὰς ἀφίησιν. οὔτ’ οὖν αἱ προτάσεις ὑγιεῖς, ἐπεὶ καὶ ἡ λέγουσα ‘τὰ ἐναντία ἐν ὑποκειμένῳ’ ψεύδεται (τὰ γὰρ ὑπερφυῆ ὅλως εἰ ἐναντία χρὴ καλεῖν, οὐδαμῶς ἀνούσια), καὶ ἡ λέγουσα ‘αἱ ἀρχαὶ οὐσίαι’ (αἱ γὰρ κυρίως ἀρχαὶ καὶ αἱ πάντων ἀρχαὶ ὑπερούσιοι)· οὔτε τὸ συμπέρασμα τῶν ἀρεσκόντων τι τοῖς ἀνδράσι διελέγχει· οὐ γὰρ ἀπὸ τῶν ὡσανεὶ ἀντικειμένων ἤρχοντο, προύταττον δὲ τὸ ἓν τὸ ἐξῃρημένον ἀμφοῖν ταῖν τε ἀρχαῖν καὶ ταῖν συστοιχίαιν.

但有人或许会说,在证明中,前提乃是质料性的本原,它们并不保留在自身之中来确立结论,而是为了论题的建立而献出了自身;而在创生性本原的情形中,生成之物并没有必然性要与它们的原因外延相等。例如,太阳虽为一,却创造了所有的动物,而没有任一事物能全盘承受其全部力量。难道不可能是直接从普遍本原——我所说的普遍并非指理智之中的本原(因为这些乃在普遍之前,且自身即是本原),而是指灵魂之中的本原——难道不是这些本原首先生成了自然的理性法则,而后通过自然的理性法则进入质料,次要地确立了个别物吗?正如普遍前提首先推导出的,譬如一切三角形的内角等于两直角,其次推导出不等边三角形亦是如此,在经过诸多环节后最终推导出这一个别的不等边三角形亦是如此。“因此,”阿尔库塔斯说,“那些对普遍者作出良好判定的人,亦必能对个别者是何种样貌作出良好的观察。”因此应当注意,尽管在我们所知的人中,令人赞叹的亚里士多德最为敏锐且最为多产,但他若非被迫说出与自身及明晰事实相悖的言论,是无法贬低普遍者的;而这些言论就是:现实中的各门科学关涉个别者而非普遍者,以及匠人们首先认知个别物,而附带地认知共同者。这正是那句被千万人引用的谚语:“圣川倒流”。 阿佛洛狄西亚的亚历山大将第十三卷(M)推进到此为止,而将接下来的部分划归第十四卷(N)。 “关于……在自然哲学家中”至“没有任何……而是另一种”。 通过这些内容,他与那些将不动之物的本原设定为对立面的人论战,正如他自己并不拒绝将对立面连同其基底一起作为可感觉事物的本原加以采纳一样。他以其一贯的方式推论:对立面在基底之中;本原不在基底之中(以免无实体者先于实体)。结论显而易见:他说,对立面不是本原;纵使它们是本原,也不是作为对立面,而是作为某种别的事物,例如理智、物体或作为它们基底的任何事物[而是本原]。对此应当指出,那些哲人并未在诸本原中采纳这样一种对立面,即在比实体性更为低劣的意义上是非实体的,而是——如果真要说的话——在比实体性更为优越的意义上[是非实体的];因为实体的本原必须是超实体的。总的来说,那些哲人甚至根本不是从似乎对立的事物出发的,而是知道那超越于两列对应序列之上的事物,正如菲洛劳斯所见证的,他说神确立了界限与无限,通过界限指示出与一者更为同类的整个序列,而通过无限指示出从属于前者的序列;并且在两本原之前,他们更预先确立了那唯一且超拔于万物之上的原因,阿尔开涅托称此原因为“原因之前的原因”,菲洛劳斯则坚称它是“万物的本原”,而布罗蒂诺说它“在力量与尊贵上超越于一切理智与实体”。神圣的柏拉图亦以此为出发点,在《书简集》、《理想国》、《斐利布篇》和《巴曼尼得斯篇》中对同样的实在发出了同样的言论。因此,他的诸前提既不健全——因为那声称‘对立面在基底之中’的前提是虚妄的(因为倘若超绝的实在果真应当被称为对立面的话,它们绝非无实体者),那声称‘诸本原皆为实体’的前提亦是如此(因为严格意义上的本原和万物的本原乃是超实体的)——,他的结论也并未反驳那些哲人所认同的任何观点;因为他们并非从似乎对立的事物出发,而是将超拔于两本原与两对应序列之上的一者置于最前。

语法注3 条
  1. 3.129μήποτε δὲ καὶ προσεχῶς ἐκ τῶν καθόλου ἀρχῶν — λέγω δὲ καθόλου οὐ τὰς ἐν νῷ (αὗται γὰρ καὶ πρὸ τοῦ καθόλου καὶ αὐτοαρχαί), ἀλλὰ τὰς ἐν ψυχῇ — μήποτε οὖν αὗται

    μήποτε 在此作副词性用法,引出试探性的推测或委婉的断言(“难道不是……”)。在破折号插入句(λέγω δὲ καθόλου... ἐν ψυχῇ)打断句式骨架后,μήποτε οὖν αὗται 以复述性(resumptive)的 οὖν 重新接续了主语和主干句式。

  2. 3.129οὐ πρότερον ἠδυνήθη τῶν καθόλου καταφρονῆσαι, πρὶν ἀναγκασθῆναι

    相关句式 οὐ πρότερον... πρίν 后接不定词 ἀναγκασθῆναι。在否定句中,该句式表达时间或逻辑上的限定条件:“直到被迫……他才得以贬低普遍者”(字面直译为“在被迫……之前他无法贬低普遍者”)。

  3. 3.129ἵνα μὴ πρὸ οὐσίας τὸ ἀνούσιον

    由 ἵνα μή 引导的目的从句,其中省略了系动词(如 ᾖ)。主语为 τὸ ἀνούσιον(“无实体者”),谓语核心为介词短语 πρὸ οὐσίας(“先于实体”),表达目的或避免发生的结果:“以免无实体者先于实体”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:164.37-166.14